Δευτέρα, 3 Σεπτεμβρίου 2012

Μάξιμος ὁ Ὁμολογητής (Α)

Ὁ κόσμος ἀκολουθεῖ τὴν προαιρετική μας κίνηση

ΑΠΑΝΤΑ ὅσα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν ὁ θεός͵ καλὰ ἐν τῷ θείῳ τῆς δημιουργίας καιρῷ· μετὰ ταῦτα δ΄ ὑπετάγησαν τῇ φθορᾷ δι΄ ἡμᾶς προτιμητέα ἡγησαμένους αὐτὰ τοῦ θεοῦ͵ ἵνα τὴν ἐποφειλομένην αὐτῷ ἔφεσιν ἡμῶν ἀποτινάξωνται ἀφ΄ ἑαυτῶν καὶ μὴ τῇ περὶ αὐτὰ πλάνῃ διασπῶσιν ἡμᾶς ἀπὸ τοῦ θεοῦ. Καὶ γὰρ ἅπαντα τὸν παρόντα αἰῶνα τῇ προαιρετικῇ τῶν ἀνθρώπων κινήσει ἕπεσθαι καὶ συναλλοιοῦσθαι τῇ ἀλλοιωτῇ τῆς ψυχῆς διαθέσει πάντα τὰ χρονικὰ συνεχώρησεν͵ ὡς ἂν μὴ ἐπιτύχωσιν οἱ ἄνθρωποι παρὰ πᾶσαν ταυτηνὶ τὴν ζωὴν τῆς ποθουμένης αὐτοῖς τῶν τοῦ θεοῦ κτισμάτων ἀφθαρσίας καὶ ταῦτα θεοποιήσωνται. Ποίημα γὰρ θεοῦ ἡ τούτων ἀφθαρσία͵ ὥσπερ ἡ φθορὰ τῆς κατὰ προαίρεσιν ἡμῶν ἀλογίστου κινήσεως.


Λόγος καὶ ἀλογία

ΙΣΟΤΙΜΟΥΣ τοῖς ἀγγέλοις τοὺς ἀνθρώπους πεποίηκεν͵ οὐ καθότι μόνον͵ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς͵ καὶ καταργήσας τὰς πληρούσας τὸν μέσον οὐρανοῦ καὶ γῆς τόπον ἀντικειμένας δυνάμεις͵ μίαν πρὸς τὴν τῶν θείων δώρων διανομὴν τῶν ἐπιγείων καὶ οὐρανίων δυνάμεων ἀπέδειξεν οὖσαν πανήγυριν͵ τῆς ἀνθρωπίνης φύσεως ἐν ἀγαλλιάσει κατὰ τὸ ἓν καὶ τὸ αὐτὸ θέλημα ταῖς ἄνω δυνάμεσι τὴν δόξαν τοῦ θεοῦ συνεπηχούσης͵ ἀλλ΄ ὅτι καὶ μετὰ τὴν πλήρωσιν τῆς ὑπὲρ ἡμῶν οἰκονομίας͵ μετὰ τοῦ προσληφθέντος ἀναληφθεὶς σώματος͵ οὐρανὸν καὶ γῆν ἥνωσε δι΄ ἑαυτοῦ καὶ τοῖς νοητοῖς συνῆψε τὰ αἰσθητὰ καὶ μίαν ἀνέδειξε τὴν κτιστὴν φύσιν͵ ταῖς τῶν ἑαυτῆς ἀκρότησι μερῶν κατ΄ ἀρετήν τε καὶ τῆς πρώτης αἰτίας ἐπίγνωσιν πρὸς ἑαυτὴν συνδεομένην͵ δεικνύς͵ οἶμαι͵ δι΄ ὧν ἐπετέλει μυστικῶς͵ ὡς ὁ μὲν λόγος ἐστὶ τῶν διεστώτων ἕνωσις͵ ἡ δὲ ἀλογία͵ τῶν ἡνωμένων διαίρεσις. Καὶ μάθωμεν λόγου μεταποιεῖσθαι διὰ τῆς πράξεως͵ ἵνα μὴ μόνον ἀγγέλοις κατ΄ ἀρετήν͵ ἀλλὰ καὶ θεῷ γνωστικῶς κατὰ τὴν τῶν ὄντων ἑνωθῶμεν ἀφαίρεσιν.


Πειρασμοί

ΕΙΠΕΡ τοῦ πονηροῦ ῥυσθῆναι καὶ εἰς πειρασμὸν εἰσελθεῖν οὐ βουλόμεθα͵ πιστεύσωμεν τῷ θεῷ καὶ ἀφῶμεν τὰ ὀφειλήματα τοῖς ὀφειλέταις ἡμῶν - Ἐὰν γάρ, φησί, μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ ἁμαρτήματα αὐτῶν͵ οὔτε ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν -͵ ἵνα μὴ μόνον ἄφεσιν λάβωμεν ὧν πεπλημμελήκαμεν͵ ἀλλὰ καὶ τὸν νόμον νικήσωμεν τῆς ἁμαρτίας͵ εἰς τὴν αὐτοῦ πεῖραν εἰσελθεῖν οὐκ ἐγκαταλειπόμενοι καὶ τὸν τούτου γεννήτορα πονηρὸν πατήσωμεν ὄφιν͵ ἀφ΄ οὗ ῥυσθῆναι παρακαλοῦμεν͵ στρατηγοῦντος ἡμῖν τοῦ τὸν κόσμον νικήσαντος Χριστοῦ καὶ τοῖς νόμοις τῶν ἐντολῶν καθοπλίζοντος καὶ νομίμως τῇ τῶν παθῶν ἀποθέσει πρὸς ἑαυτὴν δι΄ ἀγάπης τὴν φύσιν συνδέοντος καὶ πρὸς ἑαυτόν͵ ἄρτον ὄντα ζωῆς σοφίας τε καὶ γνώσεως καὶ δικαιοσύνης͵ κινοῦντος ἡμῶν ἀκορέστως τὴν ὄρεξιν καὶ τῇ πληρώσει τοῦ πατρικοῦ θελήματος τοῖς ἀγγέλοις ὁμολάτρας ἡμᾶς καθιστῶντος͵ τῇ κατὰ τὸν βίον ἀγωγῇ τὴν ἐπουράνιον εὐμιμήτως ἐμφαίνοντας εὐαρέστησιν͵ κἀκεῖθεν πάλιν ἐπὶ τὴν ἀκροτάτην τῶν θείων ἀνάβασιν͵ πρὸς τὸν Πατέρα τῶν φώτων͵ ἐνάγοντος͵ καὶ θείας ἀπεργαζομένου φύσεως κοινωνοὺς τῇ κατὰ χάριν μεθέξει τοῦ Πνεύματος͵ καθ΄ ἣν τέκνα θεοῦ χρηματίσομεν͵ αὐτὸν τὸν ταύτης αὐτουργὸν τῆς χάριτος καὶ κατὰ φύσιν τοῦ Πατρὸς Υἱὸν ὅλον ὅλοι δίχα περιγραφῆς ἀχράντως περικομίζοντες͵ ἐξ οὗ καὶ δι΄ οὗ καὶ ἐν ᾧ τὸ εἶναί τε καὶ κινεῖσθαι καὶ ζῆν ἔχομέν τε καὶ ἕξομεν. Πρὸς τοῦτο δὲ τῆς θεώσεως τὸ μυστήριον βλέπων ἡμῖν ἔστω τῆς προσευχῆς ὁ σκοπός͵ ἵνα γνῶμεν ἀνθ΄ οἵων οἵους ἡμᾶς ἡ διὰ σαρκὸς κένωσις τοῦ μονογενοῦς ἀπειργάσατο καὶ πόθεν ποῦ τοὺς τὸ κατώτατον τοῦ παντὸς εἰληφότας χωρίον͵ εἰς ὅπερ ἡμᾶς τὸ τῆς ἁμαρτίας βάρος κατέωσε͵ δυνάμει φιλανθρώπου χειρὸς ἀνεβίβασε· καὶ πλέον ἀγαπήσωμεν τὸν ταύτην οὕτω σοφῶς ἡμῖν τὴν σωτηρίαν ἑτοιμασάμενον καὶ δι΄ ὧν πράττομεν͵ δείξωμεν τὴν προσευχὴν πληρουμένην καὶ τὸν ἀληθῶς κατὰ χάριν Πατέρα θεὸν φανῶμεν κηρύττοντες͵ ἀλλὰ μὴ διὰ τῶν παθῶν τῆς ἀτιμίας τὸν ἀεὶ τυραννικῶς δεσπόζειν ἐπιχειροῦντα τῆς φύσεως Πονηρὸν ἔχοντες τοῦ βίου Πατέρα σαφῶς ἀποδειχθῶμεν καὶ λάθωμεν ζωῆς ἀντικαταλλάττοντες θάνατον͵ ἐπειδήπερ τῶν προσόντων ἑκάτερος τοῖς προσχωροῦσι ποιεῖσθαι μετάδοσιν πέφυκεν͵ ὁ μὲν ἀΐδιον ζωὴν τοῖς ἀγαπῶσιν αὐτὸν χορηγῶν͵ ὁ δὲ θάνατον τῇ τῶν ἑκουσίων ὑποβολῇ πειρασμῶν τοῖς ἐγγίζουσιν ἐμποιῶν. Διττὸς γὰρ κατὰ τὴν Γραφὴν τῶν πειρασμῶν ὁ τρόπος͵ ὁ μὲν ἡδονικός͵ ὁ δὲ ὀδυνηρός͵ καὶ ὁ μὲν προαιρετικός͵ ὁ δὲ ἀπροαίρετος͵ καὶ ὁ μὲν τῆς ἁμαρτίας γεννήτωρ͵ εἰς ὃν εἰσελθεῖν κατὰ τὴν τοῦ Κυρίου διδαχὴν ἀπεύχεσθαι προσετάγημεν͵ φάσκοντος· Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν καὶ Γρηγορεῖτε καὶ προσεύχεσθε͵ ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν͵ ὁ δὲ τῆς ἁμαρτίας τιμωρός͵ ἀκουσίοις πόνων ἐπιφοραῖς τὴν φιλαμαρτήμονα κολάζων διάθεσιν· ὃν εἴ τις ὑπομείνῃ͵ καὶ μάλιστα κακίας ἥλοις οὐκ ἐμπεπαρμένος͵ ἀκούσεται τοῦ μεγάλου διαρρήδην βοῶντος Ἰακώβου· Πᾶσαν χαρὰν ἡγήσασθε͵ ἀδελφοί͵ ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις͵ ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως ὑπομονὴν κατεργάζεται͵ ἡ δὲ ὑπομονὴ δοκιμήν͵ ἡ δὲ δοκιμὴ ἔργον τέλειον ἐχέτω. Ἀμφοτέρους δὲ τοὺς πειρασμούς͵ τὸν ἑκούσιόν τε καὶ τὸν ἀκούσιον͵ περιέπει κακούργως ὁ Πονηρός͵ τὸν μὲν σπείρων καὶ διερεθίζων τὴν ψυχὴν ἡδοναῖς σώματος ἀποστῆσαι τῆς θείας ἀγάπης τὴν ἔφεσιν μηχανώμενος͵ τὸν δὲ σοφιστικῶς ἐξαιτεῖται δι΄ ὀδύνης φθεῖραι τὴν φύσιν βουλόμενος͵ ἵνα βιάσηται τὴν ψυχήν͵ ἀτονίᾳ πόνων καταβληθεῖσαν͵ πρὸς τὴν τοῦ κτίσαντος διαβολὴν κινῆσαι τοὺς λογισμούς. Ἀλλ΄ ἐπεγνωκότες ἡμεῖς τοῦ Πονηροῦ τὰ νοήματα͵ τὸν μὲν ἑκούσιον ἀπευξώμεθα πειρασμόν͵ ἵνα μὴ τῆς θείας ἀγάπης τὴν ἔφεσιν ἀποστήσωμεν͵ τὸν δὲ ἀκούσιον͵ ἐπερχόμενον συγχωρήσει θεοῦ͵ γενναίως ὑπομείνωμεν͵ ἵνα φανῶμεν προτετιμηκότες τῆς φύσεως τὸν κτίστην τῆς φύσεως. Γένοιτο δὲ πάντας ἡμᾶς͵ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ͵ τῶν τε νῦν ἡδέων τοῦ πονηροῦ λυτρωθῆναι καὶ τῶν μελλόντων ἀλγεινῶν ἐλευθερωθῆναι τῇ μεθέξει τῆς κατ΄ εἶδος τῶν μελλόντων ἀγαθῶν ὑποστάσεως͵ ἐποφθείσης ἡμῖν ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν τῷ μόνῳ σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι δοξαζομένῳ παρὰ πάσης τῆς κτίσεως. Ἀμήν.


Φόβος Θεοῦ

ΕΠΕΙΔΗ διττός ἐστιν ὁ φόβος κατὰ τὸ φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἀπολέσαι ἐν γεέννῃ͵ καὶ κατὰ τὸ ὁ φόβος κυρίου ἁγνός͵ διαμένων εἰς αἰῶνα αἰῶνος͵ καὶ μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ͵ ζητητέον πῶς ἔξω βάλλει τὸν φόβον ἡ ἀγάπη͵ εἴ περ εἰς αἰῶνα αἰῶνος διαμένει͵ πῶς δὲ φοβερὸς ἔσται διαμένων ὁ Θεὸς εἰς τοὺς ἀπείρους αἰῶνας ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. ῍Η μᾶλλον͵ ἐπειδή͵ καθὼς ἔφην͵ διττός ἐστιν ὁ φόβος͵ ὁ μὲν ἁγνὸς ὁ δὲ οὐχ ἁγνός - οἷον͵ ὁ μὲν ἐπὶ πλημμελήμασι κατ΄ ἐκδοχὴν κολάσεως συνιστάμενος φόβος͵ αἰτίαν ἔχων τῆς οἰκείας γενέσεως τὴν ἁμαρτίαν͵ ὡς οὐχ ἁγνός͵ οὐκ ἔσται διαπαντός͵ τῇ ἁμαρτίᾳ διὰ τῆς μετανοίας συναφανιζόμενος͵ ὁ δὲ ἁγνὸς φόβος͵ ὁ δίχα τῆς ἐπὶ πλημμελήμασι μνήμης ἀεὶ συνεστώς͵ οὐκ ἀπογενήσεταί ποτε͵ διότιπερ οὐσιωδῶς ἐμπέφυκέ πως τῷ θεῷ πρὸς τὴν κτίσιν͵ ποιούμενος ἔκδηλον αὐτοῦ πᾶσι τὴν φυσικὴν αἰδεσιμότητα τῆς ὑπὲρ πᾶσαν βασιλείαν τε καὶ δύναμιν ὑπεροχῆς - ͵ ὁ τοίνυν μὴ φοβούμενος τὸν θεὸν ὡς κριτήν͵ ἀλλ΄ αἰδούμενος αὐτὸν διὰ τὴν ὑπερβάλλουσαν τῆς ἀπείρου δυνάμεως ὑπεροχήν͵ οὐκ ἔχει δικαίως ὑστέρημα͵ τέλειος ὑπάρχων ἐν τῇ ἀγάπῃ͵ μετ΄ αἰδοῦς καὶ τῆς πρεπούσης σεβασμιότητος ἀγαπῶν τὸν θεόν͵ καὶ οὗτός ἐστιν ὁ κτησάμενος τὸν διαμένοντα φόβον εἰς αἰῶνα αἰῶνος͵ καὶ οὐκ ἔστιν αὐτῷ ὑστέρημα τὸ παράπαν οὐδέν. Συνᾴδουσιν οὖν ἀλλήλοις ὅ τε προφήτης καὶ ὁ εὐαγγελιστής͵ ὁ μὲν λέγων μὴ εἶναι τοῖς κατὰ τὸν ἁγνὸν φόβον τὸν κύριον φοβουμένοις ὑστέρημα͵ ὁ δὲ τὸν φοβούμενον ὡς κριτὴν διὰ τὴν ἐρρυπωμένην συνείδησιν μὴ εἶναι τέλειον ἐν τῇ ἀγάπῃ. Κατὰ ταύτην τὴν ἐκδοχὴν τυχὸν καὶ ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ φοβερός ἐστιν ὁ θεός͵ ὡς ἐγκεκραμένην φόβῳ ποιῶν τὴν τῶν ἀγαπώντων αὐτὸν καὶ περὶ αὐτὸν γενησομένων ἀγάπην. Φόβου γὰρ καθ΄ ἑαυτὴν κεχωρισμένη ἡ ἀγάπη εἰς καταφρόνησιν πέφυκεν ὡς τὰ πολλὰ μεταπίπτειν͵ μὴ οἷον στομουμένης φόβῳ τῆς ἐξ αὐτῆς τικτομένης φυσικῶς παρρησίας. Τί δὲ βούλεται τὸ περικύκλῳ αὐτοῦ λεγόμενον͵ εἰ δοκεῖ͵ κατανοήσωμεν. Ὁ γὰρ κυκλούμενος καὶ ἐμπρὸς καὶ ὀπίσω καὶ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν ἔχει τοὺς περικυκλοῦντας αὐτόν. Ἐπειδὴ τοίνυν καὶ ὁ κύριος ἔχει τοὺς περικυκλοῦντας͵ νοήσωμεν τοὺς μὲν ὀπίσω τοὺς διὰ τῶν ἐντολῶν κατὰ τὴν πρακτικὴν ἀρετὴν ἀμέμπτως ὀπίσω κυρίου τοῦ θεοῦ πορευθέντας͵ τοὺς ἐξ ἀριστερῶν δὲ τοὺς τὴν φυσικὴν ἐν πνεύματι θεωρίαν μετὰ τῆς τῶν κριμάτων εὐσεβοῦς ἀναλήψεως κατορθώσαντας - φησὶ γὰρ περὶ τῆς σοφίας ἡ τῶν Παροιμιῶν βίβλος ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα -, τοὺς ἐκ δεξιῶν δὲ τοὺς καθαρὰν αἰσθητῆς φαντασίας δεξαμένους τὴν ἄϋλον γνῶσιν τῶν νοητῶν - ἐν γὰρ τῇ δεξιᾷ αὐτῆς͵ φησί͵ ἔτη ζωῆς -͵ τοὺς δὲ ἐμπρὸς τοὺς δι΄ ὑπερβάλλουσαν περὶ τὸ θεῖον κάλλος ἐρωτικὴν τῆς κατὰ νοῦν ἐφέσεως ζέσιν ἀξιωθέντας τῆς πρόσωπον πρὸς πρόσωπον ἀπολαύσεως. Εἰ δὲ καὶ ἄλλος ἐστὶ περὶ τούτου μείζων λόγος καὶ ὑψηλότερος͵ ὑμῖν καὶ τοῖς καθ΄ ὑμᾶς θείοις ἀνδράσιν ἐστὶ ληπτός.


Φόβος Θεοῦ

ΕΠΕΙΔΗ διττός ἐστιν ὁ φόβος κατὰ τὸ φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἀπολέσαι ἐν γεέννῃ͵ καὶ κατὰ τὸ ὁ φόβος κυρίου ἁγνός͵ διαμένων εἰς αἰῶνα αἰῶνος͵ καὶ μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ͵ ζητητέον πῶς ἔξω βάλλει τὸν φόβον ἡ ἀγάπη͵ εἴ περ εἰς αἰῶνα αἰῶνος διαμένει͵ πῶς δὲ φοβερὸς ἔσται διαμένων ὁ Θεὸς εἰς τοὺς ἀπείρους αἰῶνας ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. ῍Η μᾶλλον͵ ἐπειδή͵ καθὼς ἔφην͵ διττός ἐστιν ὁ φόβος͵ ὁ μὲν ἁγνὸς ὁ δὲ οὐχ ἁγνός - οἷον͵ ὁ μὲν ἐπὶ πλημμελήμασι κατ΄ ἐκδοχὴν κολάσεως συνιστάμενος φόβος͵ αἰτίαν ἔχων τῆς οἰκείας γενέσεως τὴν ἁμαρτίαν͵ ὡς οὐχ ἁγνός͵ οὐκ ἔσται διαπαντός͵ τῇ ἁμαρτίᾳ διὰ τῆς μετανοίας συναφανιζόμενος͵ ὁ δὲ ἁγνὸς φόβος͵ ὁ δίχα τῆς ἐπὶ πλημμελήμασι μνήμης ἀεὶ συνεστώς͵ οὐκ ἀπογενήσεταί ποτε͵ διότιπερ οὐσιωδῶς ἐμπέφυκέ πως τῷ θεῷ πρὸς τὴν κτίσιν͵ ποιούμενος ἔκδηλον αὐτοῦ πᾶσι τὴν φυσικὴν αἰδεσιμότητα τῆς ὑπὲρ πᾶσαν βασιλείαν τε καὶ δύναμιν ὑπεροχῆς - ͵ ὁ τοίνυν μὴ φοβούμενος τὸν θεὸν ὡς κριτήν͵ ἀλλ΄ αἰδούμενος αὐτὸν διὰ τὴν ὑπερβάλλουσαν τῆς ἀπείρου δυνάμεως ὑπεροχήν͵ οὐκ ἔχει δικαίως ὑστέρημα͵ τέλειος ὑπάρχων ἐν τῇ ἀγάπῃ͵ μετ΄ αἰδοῦς καὶ τῆς πρεπούσης σεβασμιότητος ἀγαπῶν τὸν θεόν͵ καὶ οὗτός ἐστιν ὁ κτησάμενος τὸν διαμένοντα φόβον εἰς αἰῶνα αἰῶνος͵ καὶ οὐκ ἔστιν αὐτῷ ὑστέρημα τὸ παράπαν οὐδέν. Συνᾴδουσιν οὖν ἀλλήλοις ὅ τε προφήτης καὶ ὁ εὐαγγελιστής͵ ὁ μὲν λέγων μὴ εἶναι τοῖς κατὰ τὸν ἁγνὸν φόβον τὸν κύριον φοβουμένοις ὑστέρημα͵ ὁ δὲ τὸν φοβούμενον ὡς κριτὴν διὰ τὴν ἐρρυπωμένην συνείδησιν μὴ εἶναι τέλειον ἐν τῇ ἀγάπῃ. Κατὰ ταύτην τὴν ἐκδοχὴν τυχὸν καὶ ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ φοβερός ἐστιν ὁ θεός͵ ὡς ἐγκεκραμένην φόβῳ ποιῶν τὴν τῶν ἀγαπώντων αὐτὸν καὶ περὶ αὐτὸν γενησομένων ἀγάπην. Φόβου γὰρ καθ΄ ἑαυτὴν κεχωρισμένη ἡ ἀγάπη εἰς καταφρόνησιν πέφυκεν ὡς τὰ πολλὰ μεταπίπτειν͵ μὴ οἷον στομουμένης φόβῳ τῆς ἐξ αὐτῆς τικτομένης φυσικῶς παρρησίας. Τί δὲ βούλεται τὸ περικύκλῳ αὐτοῦ λεγόμενον͵ εἰ δοκεῖ͵ κατανοήσωμεν. Ὁ γὰρ κυκλούμενος καὶ ἐμπρὸς καὶ ὀπίσω καὶ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν ἔχει τοὺς περικυκλοῦντας αὐτόν. Ἐπειδὴ τοίνυν καὶ ὁ κύριος ἔχει τοὺς περικυκλοῦντας͵ νοήσωμεν τοὺς μὲν ὀπίσω τοὺς διὰ τῶν ἐντολῶν κατὰ τὴν πρακτικὴν ἀρετὴν ἀμέμπτως ὀπίσω κυρίου τοῦ θεοῦ πορευθέντας͵ τοὺς ἐξ ἀριστερῶν δὲ τοὺς τὴν φυσικὴν ἐν πνεύματι θεωρίαν μετὰ τῆς τῶν κριμάτων εὐσεβοῦς ἀναλήψεως κατορθώσαντας - φησὶ γὰρ περὶ τῆς σοφίας ἡ τῶν Παροιμιῶν βίβλος ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα -, τοὺς ἐκ δεξιῶν δὲ τοὺς καθαρὰν αἰσθητῆς φαντασίας δεξαμένους τὴν ἄϋλον γνῶσιν τῶν νοητῶν - ἐν γὰρ τῇ δεξιᾷ αὐτῆς͵ φησί͵ ἔτη ζωῆς -͵ τοὺς δὲ ἐμπρὸς τοὺς δι΄ ὑπερβάλλουσαν περὶ τὸ θεῖον κάλλος ἐρωτικὴν τῆς κατὰ νοῦν ἐφέσεως ζέσιν ἀξιωθέντας τῆς πρόσωπον πρὸς πρόσωπον ἀπολαύσεως. Εἰ δὲ καὶ ἄλλος ἐστὶ περὶ τούτου μείζων λόγος καὶ ὑψηλότερος͵ ὑμῖν καὶ τοῖς καθ΄ ὑμᾶς θείοις ἀνδράσιν ἐστὶ ληπτός.


Ἔλεος

ΟΥΔΕΝ οὔτε πρὸς δικαιοσύνην οὕτω ῥᾴδιόν ἐστιν͵ οὔτε πρὸς θέωσιν, ἵν΄ οὕτως εἴπω, τὴν πρὸς Θεὸν ἐγγύτητα καθέστηκεν ἐπιτήδειον͵ ὡς ἔλεος ἐκ ψυχῆς εἰς τοὺς δεομένους μεθ΄ ἡδονῆς καὶ χαρᾶς προσφερόμενος. Εἰ γὰρ Θεὸν ὁ Λόγος τὸν εὗ παθεῖν δεόμενον ἔδειξεν· Ἐφ΄ ὅσον γὰρ ἐποιήσατε͵ φησίν͵ ἑνὶ τούτων τῶν ἐλαχίστων͵ ἐμοὶ ἐποιήσατε. Θεὸς δὲ ὁ εἰπών͵ πολλῷ μᾶλλον τὸν εὖ ποιεῖν δυνάμενον καὶ ποιοῦντα͵ δείξει ἀληθῶς κατὰ χάριν καὶ μέθεξιν ὄντα Θεόν͵ ὡς τὴν αὐτοῦ τῆς εὐεργεσίας εὐμιμήτως ἀνειλημμένον ἐνέργειάν τε καὶ ἰδιότητα. Καὶ εἰ Θεὸς ὁ πτωχός͵ διὰ τὴν τοῦ δι΄ ἡμᾶς πτωχεύσαντος Θεοῦ συγκατάβασιν καὶ εἰς ἑαυτὸν ἑκάστου συμπαθῶς ἀναδεχομένου πάθη καὶ μέχρι τῆς συντελείας τοῦ αἰῶνος κατὰ τὴν ἀναλογίαν τοῦ ἐν ἑκάστῳ πάθους ἀεὶ δι΄ ἀγαθότητα πάσχοντος μυστικῶς͵ πλέον δηλονότι κατὰ τὸν εἰκότα λόγον ἔσται Θεός͵ ὁ κατὰ μίμησιν τοῦ Θεοῦ διὰ φιλανθρωπίαν τὰ τῶν παθόντων πάθη δι΄ ἑαυτοῦ θεοπρεπῶς ἐξιώμενος καὶ τὴν αὐτὴν τῷ Θεῷ κατὰ ἀναλογίαν τῆς σωστικῆς προνοίας κατὰ διάθεσιν ἔχων δεικνύμενος δύναμιν.


Ἔλεος

ΟΥΔΕΝ οὔτε πρὸς δικαιοσύνην οὕτω ῥᾴδιόν ἐστιν͵ οὔτε πρὸς θέωσιν, ἵν΄ οὕτως εἴπω, τὴν πρὸς Θεὸν ἐγγύτητα καθέστηκεν ἐπιτήδειον͵ ὡς ἔλεος ἐκ ψυχῆς εἰς τοὺς δεομένους μεθ΄ ἡδονῆς καὶ χαρᾶς προσφερόμενος. Εἰ γὰρ Θεὸν ὁ Λόγος τὸν εὗ παθεῖν δεόμενον ἔδειξεν· Ἐφ΄ ὅσον γὰρ ἐποιήσατε͵ φησίν͵ ἑνὶ τούτων τῶν ἐλαχίστων͵ ἐμοὶ ἐποιήσατε. Θεὸς δὲ ὁ εἰπών͵ πολλῷ μᾶλλον τὸν εὖ ποιεῖν δυνάμενον καὶ ποιοῦντα͵ δείξει ἀληθῶς κατὰ χάριν καὶ μέθεξιν ὄντα Θεόν͵ ὡς τὴν αὐτοῦ τῆς εὐεργεσίας εὐμιμήτως ἀνειλημμένον ἐνέργειάν τε καὶ ἰδιότητα. Καὶ εἰ Θεὸς ὁ πτωχός͵ διὰ τὴν τοῦ δι΄ ἡμᾶς πτωχεύσαντος Θεοῦ συγκατάβασιν καὶ εἰς ἑαυτὸν ἑκάστου συμπαθῶς ἀναδεχομένου πάθη καὶ μέχρι τῆς συντελείας τοῦ αἰῶνος κατὰ τὴν ἀναλογίαν τοῦ ἐν ἑκάστῳ πάθους ἀεὶ δι΄ ἀγαθότητα πάσχοντος μυστικῶς͵ πλέον δηλονότι κατὰ τὸν εἰκότα λόγον ἔσται Θεός͵ ὁ κατὰ μίμησιν τοῦ Θεοῦ διὰ φιλανθρωπίαν τὰ τῶν παθόντων πάθη δι΄ ἑαυτοῦ θεοπρεπῶς ἐξιώμενος καὶ τὴν αὐτὴν τῷ Θεῷ κατὰ ἀναλογίαν τῆς σωστικῆς προνοίας κατὰ διάθεσιν ἔχων δεικνύμενος δύναμιν.


Πληρότητα σύνεσης

ΦΥΣΙΚΟΝ μὲν τοῖς λογικοῖς πέφυκε κάλλος ὁ λόγος· λόγου δὲ κάλλος ἡ κατὰ τὸν λόγον ἀκριβὴς τῶν λογικῶν ἐστι σύνεσις· συνέσεως δὲ κάλλος ἐστὶν ἡ κατὰ τὴν ἀρετὴν σὺν λόγῳ τῶν λογικῶν γόνιμος ἕξις· ταύτης δὲ κάλλος τῆς ἕξεως ἡ περὶ τὴν ἀληθῆ γνῶσιν ἀπλανὴς θεωρία καθέστηκεν͵ ἧς τέλος ἐστὶν ἡ σοφία͵ συνέσεως ὑπάρχουσα σαφεστάτη συμπλήρωσις͵ οἷα δὴ λόγος τυγχάνουσα κατὰ φύσιν τετελεσμένος͵ ὅστις ἐστὶ νοῦς καθαρός͵ τῇ περὶ τὴν αἰτίαν ἑνώσει σχέσιν λαβὼν ὑπὲρ νόησιν· καθ΄ ἥν͵ ἀποπαύσας τὴν πολυποίκιλον πρὸς τὰ μετὰ τὴν αἰτίαν φυσικὴν αὐτοῦ κίνησίν τε καὶ σχέσιν͵ μόνης ἀγνώστως ἀντέχεται͵ κατὰ τὴν ἄφθεγκτον λῆξιν γεγενημένος͵ τῆς ὑπὲρ νόησιν παμμακαρίστου σιγῆς͵ ἣν δηλῶσαι παντελῶς οὐ δύναται λόγος ἢ νόησις͵ ἀλλὰ μόνη κατὰ τὴν μέθεξιν ἡ πεῖρα τῶν ἀξιωθέντων τῆς ὑπὲρ νόησιν ἀπολαύσεως͵ ἧς σημεῖόν ἐστιν εὔγνωστόν τε καὶ πᾶσι κατάδηλον ἡ κατὰ διάθεσιν πρὸς τὸν αἰῶνα τοῦτον παντελὴς ἀναισθησία τῆς ψυχῆς καὶ διάστασις. Ἐντεῦθεν͵ εἰδὼς μηδὲν λόγου κατὰ φύσιν εἶναι τοῖς λογικοῖς οἰκειότερον͵ μήτε μὴν τῆς περὶ αὐτὸν τριβῆς καὶ συνέσεως τοῖς φιλοθέοις πρὸς εὐδοξίαν ἁρμοδιώτερον φημὶ δὲ λόγον͵ οὐ τὸν ἐκ τέχνης ἐν προφορᾷ κατ΄ εὐγλωττίαν πρὸς ἀκοῆς ἡδονὴν κομψῶς γεγοητευμένον͵ ὃν ἀσκεῖσθαι καὶ μοχθηροὶ δύναιντ΄ ἂν ἄνδρες ἐπιτηδεύοντες͵ ἀλλ΄ ὃν ἡ φύσις οὐσιωδῶς καὶ δίχα μαθήσεως κατὰ διάθεσιν ἔχει κρυπτόμενον πρός τε τὴν ἄπταιστον τῶν ὄντων διάσκεψιν καὶ τῆς ἐν ὅλοις ἀληθείας διάληψιν͵ ὃν καὶ τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἅγιον͵ καλῶς ταῖς ἀρεταῖς διαπλασθέντα͵ πρὸς συμβίωσιν πέφυκεν ἄγεσθαι καὶ θεῖον ἄγαλμα τῆς καθ΄ ὁμοίωσιν ὡραιότητος αὐτοῦ κατασκευάζειν μηδενὶ τῶν προσόντων φυσικῶς τῇ θεότητι κατὰ τὴν χάριν λειπόμενον (ὄργανον γάρ ἐστιν ὅλην ἐπιστημόνως συλλεγόμενον τὴν νοητῶς ἐν τοῖς οὖσι ἀπαστράπτουσαν τῆς θείας ἀγαθότητος ἔμφασιν͵ δι΄ ἧς͵ ἐμβατεύων τῇ τῶν ὄντων μεγαλουργίᾳ͵ πρὸς τὴν γενέτην φέρει τε καὶ φέρεται τῶν ὄντων αἰτίαν τοὺς αὐτῷ διόλου ποιώσαντας τὴν ὅλην ὁρμὴν τῆς ἐνούσης αὐτοῖς κατὰ φύσιν ἐφέσεως͵ μηδενὶ τῶν μετὰ τὴν αἰτίαν παντελῶς κρατουμένους)͵ ὃν ἡμεῖς περιέποντες πάντων μὲν καθιστάμεθα τῶν πονηρῶν παθῶν πανδαμάτορες͵ μηδενὶ τῶν παρὰ φύσιν δουλούμενοι͵ πασῶν δὲ τῶν θείων ἀναδεικνύμεθα πράκτορες ἀρετῶν͵ παντὶ δηλονότι καλῷ τὸ κατὰ τὴν ὕλην αἶσχος τῆς ψυχῆς πρὸς κάλλος πνευματικὸν ἀποξέοντες.


Ἡ σύνεση τῶν δαιμόνων

ΟΥΔΕΙΣ τῶν πονηρῶν δαιμόνων, τοῦ ἐναρέτου ποτέ κωλύει τό πρόθυμον, ἀλλά καί μᾶλλον τάς ἐλλείψεις δολερῶς περικόψας τῶν ἀρετῶν, τάς ἐπιτάσεις ὑπαγορεύει, τοῖς ἀγωνισταῖς συμπροθυμούμενος· ἵνα πρός ἑαυτόν ὅλην ποιήσηται τοῦ ἀσκουμένου τήν ἔννοιαν, παραπολέσασαν τό ἴσον τῆς μεσότητος στάθμισιν, καί λάθῃ πρός ἄλλο παρά τό δοκοῦν ὁδεύουσα καταγώγιον.

Οἱ δαίμονες οὔτε σωφροσύνην μισοῦσιν, οὔτε νηστείαν βδελύσσονται· οὐ χρημάτων διάδοσιν, οὐ φιλοξενίαν, οὐ ψαλμῳδίαν, οὐ σχολήν ἀναγνώσεως, οὐχ ἡσυχίαν, οὐ τῶν μαθημάτων τά ὑψηλότατα, οὐ χαμευνίαν, οὐκ ἀγρυπνίαν, οὐ τά λοιπά πάντα, δι᾿ὧν ὁ κατά Θεόν χαρακτηρίζεται βίος, ἕως πρός αὐτούς νένευκεν ὁ σκοπός καί ἡ αἰτία τῶν γινομένων.

Τούς μέν ἄλλους δαίμονας, τάχιον ἴσως ὁ ἀσκητής καταλαβόμενος, ῥᾳδίως τήν ἐξ αὐτῶν βλάβην διαδιδράσκει, τούς δέ δοκοῦντας συνεργεῖν τῷ δρόμῳ τῆς ἀρετῆς, καί οἷον συνοικοδομεῖν βουλομένους τόν ναόν Κυρίῳ, τίς ἄν τῶν ἄγαν ὑψηλῶν καταλάβοι νοῦς, χωρίς τοῦ διά πάντων χωροῦντος ἐνεργοῦ λόγου καί ζῶντος καί διικνουμένου ἄχρι μερισμοῦ ψυχῆς καί πνεύματος, τουτέστι, διαγινώσκοντος τίνα τῶν ἔργων ἤ νοημάτων εἰσί ψυχικά, τουτέστιν εἶδη φυσικά τῆς ἀρετῆς ἤ κινήματα, καί τίνα τυγχάνει πνευματικά, τουτέστιν, ὑπέρ φύσιν καί Θεόν χαρακτηρίζοντα, τῇ φύσει δέ κατά χάριν διδόμενα· ἁρμῶν τε καί μυελῶν, τήν πρός τούς πνευματικούς λόγους τῶν κατ᾿ ἀρετήν τρόπων, ἁρμόδιον ἤ ἀναρμόδιον διόλου σύννευσιν ἐπισταμένου, κρίνοντός τε τάς ἐνθυμήσεις καί τάς ἐννοίας τῶν καρδιῶν, τουτέστι, τάς ἐπί τοῖς εἰρημένοις ἀφανεῖς κατά τό βάθος σχέσεις, ᾧ οὐκ ἔστι κτίσις ἀφανής, ἐν ἡμῖν τοῖς λανθάνειν δοκοῦσι· πάντα δέ γυμνά καί τετραχηλισμένα, οὐ μόνον τά γεγενημένα τε καί νενοημένα, ἀλλ᾿ ἤδη καί τά γεννησόμενα παρ᾿ ἡμῶν καί νοηθησόμενα.


Αὐτὸ ποὺ δὲν εἶναι τελείως κακό

ΤΟ γοῦν ἐλλεῖπον ὀλίγον τοῦ ἀγαθοῦ οὐ κακόν· δύναται γάρ καί τέλειον εἶναι ὡς πρός τήν ἑαυτοῦ φύσιν· ἔστι μέν γάρ τι ὡς πρός μέν τό ἀγαθόν ἐλλιπές, ὡς δέ πρός τήν ἑαυτοῦ φύσιν τέλειον, ὅ δή ἀγαθόν μέν ἐστι, κακόν δέ οὐδαμῶς· καίτοι τε ἐλλείψεως μετέχον ὡς πρός τό πρῶτον ἀγαθόν. Τό δέ μή παντελῶς ἄμοιρον τοῦ ἀγαθοῦ, ἀλλά κατά τό πλέον ἐγγίζον τῷ κακῷ, οὐ πάντῃ κακόν· ὥσπερ καί τό ἔλλατον ἐγγίζον τῷ ἀγαθῷ, ἔχει τι τοῦ ἀγαθοῦ, καί οὐσιοῦται ἐξ αὐτοῦ, καί τήν ἑαυτοῦ στέρησιν οὐσιοῖ ἐν τῷ ὅλως μάχεσθαι ἐκ τοῦ ἀγαθοῦ· εἰ γάρ ἀκράτως καί παντελῶς ἀπουσία εἴη τοῦ ἀγαθοῦ, δῆλον ὡς οὔτε καθ' ὅλου ἀγαθόν, οὔτε μικτόν ἀγαθόν, οὔτε αὐτόκακον· ἔνθα γάρ οὐκ ἔστι τό ἀγαθόν, οὐδ' ἐστί τι ἐν τῇ φύσει. Πῶς οὖν ἔσται τό κακόν μή ὑπό τινος οὐσιούμενον; Ἄνελε γάρ τά σώματα καί τό φῶς καί οὐκ ἔσται σκιά. Οὐκοῦν οὐκ ὄν τό κακόν ἁπλῶς, ἀλλ' ὡς ἐν ὑποκειμένῳ, τό δέ ἀγαθόν καί δίχα τοῦ ὑποκειμένου καί φύσιν ἔχει καί σῴζεται, καί αὐτό καθ' ἑαυτό ἀγαθόν, τό δέ κακόν δίχα τοῦ ὑποκειμένου τοῦ ὑπό τοῦ ἀγαθοῦ φυλαττομένου· πάντα γάρ ἐξ αὐτοῦ οὔτε ἐστίν, οὔτε φαίνεται, οὔτε φθείρεται· πῶς γάρ, μή ὄντος ὑποκειμένου τινός; ἀλλά παντελῶς ἀνύπαρκτον καί οὐδαμῇ οὐδαμῶς ὄν. (...) Φύσις ἐστί καθ' ἕξιν θεία τέχνη εἰς γένεσιν προϊοῦσα, ἧς θείας τέχνης τά ἀποτελέσματα φυτά τε καί ζῶα καί καρποί καί τῶν στοιχείων εἰς ἄλληλα μεταβολαί, ἀρχή κινήσεως οὖσα καί στάσεως. Ὥσπερ οὖν ἐπί τῶν κηροπλαστῶν καί τῶν τάς πλαστικάς μετιόντων τέχνας δεῖ εἶναί τι ἐν αὐτοῖς μένον, τουτέστι λόγον καί νοῦν, οἵ διά χειρῶν ποιοῦσι τά ἑαυτῶν ἔργα, οὕτω καί ἐπί τῆς φύσεως τῶν ὅλων, ἔστι τι ἐν αὐτοῖς μένον, τουτέστι ἡ δύναμις, οὐ διά χειρῶν ἐργαζομένη, ἀλλά βούλησις καί διανόησις οὖσα Θεοῦ, προϊοῦσα οἷον τέχνη εἰς γένεσιν τῶν φυομένων· οὐ γάρ δεῖται ἡ φύσις τινῶν μενόντων, ἑτέρων δέ ὡς κινουμένων· ἡ γάρ ὕλη ἐστίν ἡ εἰς γένεσιν κινουμένη, τό δέ κινοῦν αὐτήν ὁ ἀκίνητός ἐστι λόγος ὁ ἐν τῷ ὅλῳ, ὅς ἐστιν ἡ θεία τέχνη, ἥν ἔφημεν φύσιν, εἶδος οὖσα, οὐ μήν ἐξ ὕλης καί εἴδους· τί γάρ αὐτή ὕλης δεῖ, θερμῆς ἤ ψυχρᾶς; ἡ γάρ δεδημιουργημένη ὕλη τοῦτο φέρει ἐν ἑαυτῇ· οὐ γάρ δεῖ πῦρ προσελθεῖν, ἵνα πῦρ ἡ ὕλη γένηται, ἀλλά λόγον· ὅ καί σημεῖόν ἐστι οὐ μικρόν τοῦ καί ἐν τοῖς ζώοις καί τοῖς φυτοῖς, τούς λόγους εἶναι τούς ποιητικούς κατά τήν φύσιν εἶναι λόγον τόν μένοντα· λόγους δέ τούς κατά τάς μορφάς τῶν ὁρωμένων τῆς φύσεως εἶναι γεννήματα, ἤτοι τοῦ κατ' αὐτήν ἀκινήτου καί μένοντος λόγου.

Πῶς οὖν ἐν τῇ καθόλου φύσει τό κακόν, τῶν ἐν τοῖς δημιουργήμασι λόγων φυσικῶν ὄντων, καί ἐν οὐδενί ἐναντιουμένων τῇ ὅλῃ φύσει ἐξ ἀγαθοῦ οὔσῃ; Εἰ τοίνυν ἀποδέδεικται τήν καθόλου φύσιν ἐκ τἀγαθοῦ εἶναι, τούς δέ καθ' ἕκαστον ἐν τοῖς δημιουργήμασι λόγους μή ἐναντιοῦσθαι τῇ καθόλου φύσει, πρόδηλον ὡς οὐδέ ἐν φύσει τό κακόν· τοῦτο δέ τῷ καλῷ ἐναντίον· οὐκοῦν οὐκ ἔστι τό κακόν, οὐδέ ἐν τῷ καθόλου. Τά δέ ἐν τοῖς κατ' εἶδος τῆς δημιουργίας ἐναντία, εἴτε ἐν κράσεσιν, εἴτε ἐν ζώοις καί λοιποῖς, οὐχ ἑαυτοῖς εἰσι παρά φύσιν, ἀλλά τοῖς ἄλλοις· ἐν οἷς δέ παρά φύσιν πλημμελῶς φέρονται, τοῦ κατά φύσιν ἐστίν ἀσθένεια, οὐ μήν τοῦτο κακόν· κακία δέ τάξεως μᾶλλόν ἐστι. (...) Καί τά λεγόμενα κακά οἶδεν ὁ Θεός ἔσθ' ὅτε ὡς ἀγαθά. Κακά δέ (...) οἷον πολέμους, νόσους παιδευτικάς, θανάτους καί τά τοιαῦτα· νομίζονται γάρ ἡμῖν κακά, εἰσί δέ δυνάμεις ἀγαθοποιοῦ αἰτίας· καί γάρ διά τῶν εἰρημένων μετάνοια καί ἐπίγνωσις Θεοῦ καί εὐσεβείας τοῖς πλείοσιν ἐγένετο πρόφασις· καί ἐν τοῖς προφήταις ἡ κακία παιδεία λέγεται. (...)

Διά τί γάρ μή ἐποίησεν ἡμᾶς ὁ Θεός οὕτως, ἵνα, κἄν θέλωμεν, μή ἁμαρτάνωμεν; Τοῦτο γάρ οὐδέν ἕτερόν ἐστιν, ἤ λέγειν· Διά τί μή ἀνόητα καί ἄλογα ἡμᾶς ἐποίησε; τό γάρ ἐξ ἀνάγκης ἡμᾶς ἄγεσθαι ἐπ' ἀρετήν οὔτε αὐτοκράτοράς τινας ἡμᾶς ἐδείκνυ τῶν καθ' ἑαυτούς, οὔτε τήν νοεράν ψυχήν· ἄνελε γάρ ἡμῶν τό αὐτεξούσιον καί οὔτε εἰκών Θεοῦ ἐσόμεθα, οὔτε ψυχή λογική καί νοερά, καί τῷ ὄντι φθαρήσεται ἡ φύσις, οὐκ οὖσα ὅπερ ἔδει αὐτήν εἶναι.


Ὅλα γίνονται γιὰ νὰ μᾶς βοηθήσουν

ΜΗΔ' ἐρεῖς· τί τὸ αἴτιον γέγονεν ὅτι ὑπῆρχον αἱ παρῳχηκυῖαι ἡμέραι κρείττους τῶν παρουσῶν; διὰ τὴν τότε ἴσως ἄνεσιν καὶ τρυφήν͵ διότι οὐ συνετή σου ἡ ἐρώτησις αὕτη. Ὁ γὰρ μετὰ γνώσεως τὰς ἀρετὰς μετερχόμενος ἡμερῶν οὐκ οἶδε διαφοράν͵ ἀκριβῶς εἰδὼς ὅτι πάντα πρὸς τὸ συμφέρον ἡμῖν οἰκονομεῖται παρὰ θεοῦ καὶ διὰ τοῦτο ἐν μὲν εὐπραγίαις ἐγκρατείᾳ͵ ἐν δὲ δυσπραγίαις ὑπομονῇ εὐχαρίστῳ συζῶν.


Ὁ κόσμος τῆς διάνοιας

ΩΣΠΕΡ ὁ αἰσθητός κόσμος στοιχειωτικός ἐστι κατά φύσιν τῶν πέντε αἰσθήσεων ὑποπίπτων αὐταῖς καί πρός τήν ἑαυτοῦ κατάληψιν ὁδηγῶν, οὕτω καί ὁ κατά διάνοιαν κόσμος τῶν ἀρετῶν, ταῖς τῆς ψυχῆς ὑποπίπτων δυνάμεσι στοιχειοῖ αὐτάς πρός τό πνεῦμα, ἑνοειδεῖς ἐργαζόμενος τῷ περί αὐτό μόνον αὐτάς κινεῖσθαι καί ταῖς αὐτοῦ ἀντιλήψεσιν ἐπερείδεσθαι. Καί αὐτάς δέ τάς αἰσθήσεις τοῦ σώματος κατά τόν αὐταῖς ἐμπρέποντα θειότερον λόγον στοιχειωτικάς εἶναί φασι τῶν τῆς ψυχῆς δυνάμεων, στοιχειούσας αὐτάς ἡρέμα πρός ἐνέργειαν, ταῖς δή ἑαυτῶν ἀντιλήψεσι τῶν ἐν τοῖς οὖσι λόγων, δι᾿ ὧν ὡς διά γραμμάτων τινῶν τοῖς ὀξυωποῦσι πρός τήν ἀλήθειαν ὁ Θεός Λόγος ἀναγινώσκεται. Ὅθεν καί παραδειγματικάς τῶν ψυχικῶν δυνάμεων εἰκόνας τάς αἰσθήσεις ἐκάλεσαν, ὡς ἑκάστης αἰσθήσεως μετά τοῦ αὐτῆς ὀργάνου, ἤγουν αἰσθητηρίου, προηγουμένως ἐκάστῃ δυνάμει τῆς ψυχῆς ἀναλόγως μυστικωτέρῳ τινί λόγῳ κατά φύσιν νενεμημένης. Καί φασιν εἶναι τῆς μέν νοερᾶς δυνάμεως ἤτοι τοῦ νοῦ, τήν ὁπτικήν αἴσθησιν, τῆς δέ λογικῆς, ἤτοι τοῦ λόγου τήν ἀκουστικήν, τῆς δέ θυμικῆς τήν ὀσφραντικήν, τῆς ἐπιθυμητικῆς δέ τήν γευστικήν, τῆς δέ ζωτικῆς τήν ἁπτικήν, καί ἁπλῶς ἵνα σαφέστερον εἴπω, τοῦ μέν νοῦ ἐστιν εἰκών ἡ ὄψις, ἤγουν ὁ ὀφθαλμός, τοῦ δέ λόγου ἐστίν ἡ ἀκοή, ἤγουν τό οὖς, τοῦ δέ θυμοῦ ἐστιν ἡ ὄσφρησις, ἤγουν ἡ ῥίς, τῆς δέ ἐπιθυμίας ἐστίν ἡ γεῦσις, καί τῆς ζωῆς ἡ ἀφή· αἷς ἡ ψυχή κατά τόν νόμον τοῦ τά πάντα σοφῶς δημιουργήσαντος Θεοῦ κατά φύσιν ἐποχουμένη διά τῶν αὐτῆς δυνάμεων, καί πρός τά αἰσθητά ποικίλως διαβιβαζομένη, εἰ μέν καλῶς χρήσαιτο ταῖς αἰσθήσεσι διά τῶν οἰκείων δυνάμεων τούς παντοδαπούς τῶν ὄντων λόγους ἀναλεγομένη, καί δυνηθῇ μεταβιβάσαι πρός ἑαυτήν σοφῶς πᾶν τό ὁρώμενον, ἐν ᾧ κέκρυπται Θεός σιωπῇ κηρυττόμενος, κάλλιστον καί αὐτή κατά προαίρεσιν ἐν τῇ διανοίᾳ καί πνευματικόν κόσμον ἐδημιούργησε, τάς γενικάς τέσσαρας ἀρετάς στοιχείων δίκην ἀλλήλαις συνθεῖσα πρός σύμπηξιν τοῦ ἐξ αὐτῶν νοητῶς κατά πνεῦμα συμπληρουμένου κόσμου, κατά συμπλοκήν μέντοι τῆς πρός τάς αἰσθήσεις τῶν αὐτῆς δυνάμεων ἐνεργείας ἑκάστην ἀρετήν ὑποστήσασα· οἷον τήν μέν φρόνησιν ἐκ τῆς κατά συμπλοκήν τῆς τε νοερᾶς καί λογικῆς δυνάμεως πρός τήν ὀπτικήν τε καί ἀκουστικήν αἴσθησιν, περί τά αὐτῶν αἰσθητά, γνωστικῆς τε καί ἐπιστημονικῆς ἐνεργείας, τήν δέ ἀνδρείαν ἐκ τῆς κατά συμπλοκήν τοῦ θυμικοῦ πρός τήν ὄσφρησιν, ἤγουν τόν μυκτῆρα, ἐν ᾧ τό θυμικόν, ὥς φασιν, αὐλίζεται πνεῦμα, περί τό συμφυές αἰσθητόν ἄκρας κατά τήν ἐνέργειαν ὁμαλότητος, τήν δέ σωφροσύνην ἐκ τῆς κατά συμπλοκήν τῆς κατ᾿ ἐπιθυμίαν δυνάμεως πρός τήν γευστικήν αἴσθησιν περί τό οἰκεῖον αἰσθητόν μεμετρημένης χρήσεως, τήν δέ δικαιοσύνην ἐκ τῆς ἐν ὅλοις διά τῆς ἁπτικῆς καί περί ὅλα σχεδόν τά αἰσθητά τῆς ζωτικῆς δυνάμεως κατά τήν ἐνέργειαν ἴσης καί εὐτάκτου καί ἁρμονικῆς διανεμήσεως.

Ἐκ δέ τούτων αὖθις τῶν γενικῶν τεσσάρων ἀρετῶν δύο γενικωτέρας κατά σύνθεσιν ἀρετάς ποιεῖν ἐκδιδάσκεται, τήν σοφίαν φημί καί τήν πραότητα, τήν μέν σοφίαν, ὡς πέρας οὖσαν τῶν γνωστῶν, τῶν δέ πρακτῶν, τήν πραότητα· οἶον ἐκ μέν τῆς φρονήσεως καί τῆς δικαιοσύνης ποιεῖ τήν σοφίαν, ὡς γνώσεως τῆς κατά τήν φρόνησιν καί τῆς κατά τήν δικαιοσύνην ἐπιστήμης ὑπάρχουσαν συνεκτικήν αἰτίαν καί διά τοῦτο πέρας τῶν γνωστῶν, ὡς εἶπον, τυγχάνουσαν· ἐκ δέ τῆς ἀνδρείας καί τῆς σωφροσύνης τήν πραότητα, μηδέν ἄλλο τυγχάνουσαν ἤ θυμοῦ καί ἐπιθυμίας παντελῆ πρός τά παρά φύσιν ἀκινησίαν, ἥν τινες ἐκάλεσαν ἀπάθειαν, καί διά τοῦτο τῶν πρακτῶν τέλος ὑπάρχουσαν. Ταύτας δέ πάλιν εἰς τήν τῶν πασῶν γενικωτάτην ἀρετήν, φημί δέ τήν ἀγάπην, συνάγει, ἐκστατικήν οὖσαν τῶν ἐξ αὐτῆς καί προσαγωγικήν τῶν δι᾿ αὐτῆς καί ἑνοποιητικήν τῶν εἰς αὐτήν ἀρξαμένων τε καί κινηθέντων καί ληξάντων, καί διαφερόντως ἐπί πᾶσι θεοποιητικήν.

Οὕτω μέν οὖν ἡ ψυχή κινουμένη τε σοφῶς καί ἐνεργοῦσα καθ᾿ ὅν καί ἔστι καί γεγένηται θεοτελῆ λόγον τῶν μέν αἰσθητῶν χρησίμως διά τῶν αἰσθήσεων ἀντιλαμβάνεται, τούς ἐν αὐτοῖς πνευματική λόγους οἰκειουμένη, τάς δέ αἰσθήσεις αὐτάς, λογισθείσας ἤδη τῇ τοῦ λόγου περιουσίᾳ, ὥσπερ ὀχήματα λογικά προσίεται τῶν αὐτῆς δυνάμεων, αὐτάς δέ τάς δυνάμεις ταῖς ἀρεταῖς συνάπτει καί ἑαυτήν διά τῶν ἀρετῶν τοῖς ἐν αὐταῖς θειοτέροις λόγοις, οἱ δέ θειότεροι τῶν ἀρετῶν λόγοι τῷ ἐν αὐτοῖς ἀφανῶς κεκρυμμένῳ πνευματικῷ νῷ, ὁ δέ πνευματικός νοῦς τῶν ἐν ἀρεταῖς θειοτέρων λόγων, πᾶσαν τῆς ψυχῆς ἥν ἔχει πρός τά παρόντα φυσικήν τε καί προαιρετικήν σχέσιν διωθούμενος, ἁπλῆν ὅλην ὅλῳ δίδωσι τῷ Θεῷ, ὁ δέ Θεός ταύτην δι᾿ ὅλου περιλαβών μετά τοῦ συμπεφυκότος αὐτῇ σώματος ἀναλόγως αὐτά ἐξομοιοῖ ἑαυτῷ, ὥστε δι᾿ αὐτῆς ὅλης ἀπεριγράφως ὅλον φαίνεσθαι δύνασθαι, τόν μηδαμῶς τινι τῶν ὄντων καθ᾿ ὁτιοῦν ἐξ αὐτοῦ φαίνεσθαι φύσιν ἔχοντα. Καί τοῦτο τυχόν ἐστιν ὅπερ νοήσας ὁ μακάριος οὖτος καί μέγας διδάσκαλος ἐν τῷ εἰς Καισάριον τόν ἀδελφόν Ἐπιταφίῳ ἀναστάσεως ἔφη, “Μικρόν δέ ὕστερον καί τό συγγενές σαρκίον ἀπολαβοῦσα (περί τῆς ψυχῆς δηλονότι φάσκων) ᾧ τά ἐκεῖθεν συνεφιλοσόφησε, παρά τῆς καί δούσης καί πιστευθείσης γῆς, τρόπον ὅν οἶδεν ὁ ταῦτα συνδήσας καί διαλύσας Θεός, τούτῳ συγκληρονομεῖ τῆς ἐκεῖθεν δόξης, καί καθάπερ τῶν μοχθηρῶν αὐτοῦ μετέσχε διά τήν συμφυΐαν, οὕτω καί τῶν τερπνῶν ἑαυτῆς μεταδίδωσιν, ὅλον εἰς ἑαυτήν ἀναλώσασα καί γενομένη σύν τούτῳ ἕν καί πνεῦμα καί νοῦς καί Θεός, καταποθέντος ὑπό τῆς ζωῆς τοῦ θνητοῦ τε καί ῥέοντος”.

Ὡς γάρ κατεπόθη διά τήν ἁμαρτίαν ἡ σάρξ ὑπό τῆς φθορᾶς, ὑπό δέ τῆς σαρκός ἡ ψυχή γνωσθεῖσα ταῖς ἐνεργείαις, ὑπό δέ τῆς ψυχῆς διά τῆς παντελοῦς ἀγνωσίας ἡ ἐπίγνωσις τοῦ Θεοῦ, ὡς μηδέ εἰ ἔστι Θεός γινώσκεσθαι, οὕτω δή πάντως τῷ καιρῷ τῆς ἀναστάσεως κατά τήν καλῶς γενησομένην ἀντιστροφήν ἐν Πνεύματι ἁγίω διά τήν χάριν τοῦ σαρκωθέντος Θεοῦ καταποθήσεται ἡ σάρξ ὑπό τῆς ψυχῆς ἐν πνεύματι, ἡ δέ ψυχή ὑπό τοῦ Θεοῦ, τῆς ὄντως οὔσης ζωῆς, ὡς αὐτόν μονώτατον διά πάντων ὅλον ὅλη προφαινόμενον ἔχουσα καί ἁπλῶς εἰπεῖν, ἀντιστρόφως τοῖς παροῦσι, περί ἅ νῦν ἐσμέν τε καί διεξαγόμεθα πάντα κατά τό μέλλον δείξει τά ἡμέτερα ἡ θεοπρεπής τῆς ἀναστάσεως χάρις, ἵνα ὥσπερ διά τήν ἁμαρτίαν ἐνταῦθα κατέπιεν ὁ θάνατος ἰσχύσας, οὕτω καταποθήσεται δικαίως ἀσθενήσας ἐκεῖ διά τήν χάριν.

Ταῦτα μέν εἰ καλῶς, ὡς εἴρηται, χρήσαιτο ταῖς αὐτῆς δυνάμεσι, καί κατά τόν σκοπόν τοῦ Θεοῦ, τόν αἰσθητόν κόσμον διά τῶν ἐν αὐτῷ πνευματικῶν λόγων ἡ ψυχή σοφῶς διοδεύσασα πρός Θεόν ἔλθῃ μετά συνέσεως· εἰ δέ κακῶς χρήσαιτο, παρά τόν δέοντα λόγον τόν παρόντα διαθρήσασα κόσμον, οὐκ ἄδηλόν πῶς εἰς πάθη ἀτιμίας ἐκπίπτουσα, καί τῆς θείας δόξης εἰκότως κατά τό μέλλον ἀποριφήσεται, φοβεράν ἐπ᾿ αἰῶσιν ἀπείροις λαβοῦσα κατάκρισιν τήν πρός τόν Θεόν σχετικήν ἀλλοτρίωσιν, ἐφ᾿ ᾗ τρεχομένη οὐκ ἔχει λέγειν ὡς οὐ δικαίως, τήν ὑποστήσασαν τό μή ὄν διάθεσις κατήγορον ἔχουσα, ἥν ἀγνοῆσαι οὐδέποτε δύναται.


Τὰ ἀόρατα τοῦ Θεοῦ

ΟΙ ΤΩΝ ΟΝΤΩΝ λόγοι προκαταρτισθέντες τῶν αἰώνων ἐν τῷ θεῷ͵ καθὼς οἶδεν αὐτός͵ ἀόρατοι ὄντες͵ οὓς καὶ ἀγαθὰ θελήματα καλεῖν τοῖς θείοις ἐστὶν ἔθος ἀνδράσιν͵ ἀπὸ τῶν ποιημάτων νοούμενοι καθορῶνται. Πάντα γὰρ τὰ ποιήματα τοῦ θεοῦ κατὰ φύσιν μετὰ τῆς δεούσης ἐπιστήμης γνωστικῶς ὑφ΄ ἡμῶν θεωρούμενα τοὺς καθ΄ οὓς γεγένηνται λόγους κρυφίως ἡμῖν ἀπαγγέλλουσι καὶ τὸ ἐφ΄ ἑκάστῳ ποιήματι θεῖον σκοπὸν ἑαυτοῖς συνεκφαίνουσιν͵ καθ΄ ὃ καὶ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ͵ καὶ τὸ στερέωμα τὴν τῶν χειρῶν ἀναγγέλλει ποίησιν. Ἀΐδιος δὲ δύναμίς ἐστι καὶ θειότης ἡ συνεκτικὴ τῶν ὄντων πρόνοια καὶ ἡ κατ΄ αὐτὴν ἐκθεωτικὴ τῶν προνοουμένων ἐνέργεια. ῍Η τάχα τὰ ἀόρατα τοῦ θεοῦ εἰσιν οὐκ ἄλλό τι παρὰ τὴν ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειότητα͵ ἐχούσας διαπρυσίους κήρυκας τὰς τῶν γεγονότων ὑπερφυεῖς μεγαλοπρεπείας. Ὡς γὰρ ἐκ τῶν ὄντων τὸν κυρίως ὄντα θεὸν ὅτι ἔστι πιστεύομεν͵ οὕτως ἐκ τῆς τῶν ὄντων οὐσιώδους κατ΄ εἶδος διαφορᾶς τὴν κατ΄ οὐσίαν ἔμφυτον αὐτοῦ σοφίαν ὑφεστῶσαν καὶ τῶν ὄντων συνεκτικὴν διδασκόμεθα· καὶ πάλιν͵ ἐκ τῆς οὐσιώδους κατ΄ εἶδος τῶν ὄντων κινήσεως τὴν κατ΄ οὐσίαν ἔμφυτον αὐτοῦ ζωὴν ὑφεστῶσαν καὶ τῶν ὄντων συμπληρωτικὴν μανθάνομεν͵ ἐκ τῆς κατὰ τὴν κτίσιν σοφῆς θεωρίας τὸν περὶ τῆς ἁγίας τριάδος͵ Πατρὸς λέγω καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος͵ λόγον λαμβάνοντες· Θεοῦ γὰρ ἀΐδιός ἐστιν͵ ὡς ὁμοούσιος͵ δύναμις ὁ Λόγος͵ καὶ θειότης ἀΐδιος τὸ ὁμοούσιον ἅγιον Πνεῦμα. Κατάκριτοι τοιγαροῦν οἱ μὴ συνδιδαχθέντες ἐκ τῆς τῶν ὄντων θεωρίας τὴν αἰτίαν τῶν ὄντων καὶ τὰ κατὰ φύσιν τῆς αἰτίας ἴδια͵ τὴν δύναμιν λέγω καὶ τὴν θειότητα. Βοᾷ τοίνυν ἡ κτίσις διὰ τῶν ἐν αὐτῇ ποιημάτων καὶ οἷον ἀπαγγέλλει τοῖς νοερῶς δυναμένοις ἀκούειν τὴν ἰδίαν αἰτίαν τριαδικῶς ὑμνουμένην͵ λέγω δὲ τὸν Θεὸν καὶ Πατέρα͵ καὶ τὴν ἄφραστον αὐτοῦ δύναμιν καὶ τὴν θειότητα͵ ἤγουν τὸν μονογενῆ Λόγον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ταῦτα γάρ εἰσι τὰ ἀόρατα τοῦ Θεοῦ τὰ ἀπὸ τῆς κτίσεως τοῦ κόσμου νοήσει καθορώμενα.


Σύμβολο υἱοθεσίας

Η ΠΑΝΑΓΙΑ τε καὶ σεπτὴ τοῦ μεγάλου καὶ μακαρίου Θεοῦ καὶ Πατρὸς ἐπίκλησις τῆς δοθησομένης ἐνυποστάτου τε καὶ ἐνυπάρκτου κατὰ δωρεὰν καὶ χάριν τοῦ ἁγίου Πνεύματος υἱοθεσίας ἐστὶ σύμβολον͵ καθ΄ ἣν πάσης ὑπερνικωμένης τε καὶ καλυπτομένης ἀνθρωπίνης ἰδιότητος τῇ ἐπιφοιτήσει τῆς χάριτος υἱοὶ Θεοῦ χρηματίσουσί τε καὶ ἔσονται πάντες οἱ ἅγιοι͵ ὅσοι δι΄ ἀρετῶν ἀπ΄ ἐντεῦθεν ἤδη τῷ θείῳ τῆς ἀγαθότητος κάλλει ἑαυτοὺς λαμπρῶς τε καὶ ἐπιδόξως ἐφαίδρυναν.


Ἔλαμψε τὸ πρόσωπό του ὅπως ὁ ἥλιος

ΚΑΙ ΕΓΕΝΕΤΟ μεθ΄ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ΄ ἰδίαν καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος͵ τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς (Ματθ. 17.1-2).

Τὸ μεθ΄ ἡμέρας ἓξ σημαίνει ὅτι ἐπειδὴ ἐν ἓξ ἡμέραις ὁ θεὸς τὴν φαινομένην κτίσιν εἰς τὸ εἶναι παρήγαγεν͵ οἵτινες τῇ περιουσίᾳ τῶν ἀρετῶν καὶ τῆς γνώσεως τὰ φαινόμενα πάντα διέβησαν͵ οὗτοι τῷ Λόγῳ συναναβαίνουσιν ἐν τῷ τῆς θεολογίας ὄρει. Ἀλλ΄ ἐπειδὴ ὁ Λουκᾶς ὀκτὼ ἡμερῶν ἐμνημόνευσεν καὶ δοκεῖ ἐναντιότητα τῶν εὐαγγελιστῶν δεικνύειν͵ τὸ ἄπορον ἐν τούτοις οἶμαι τὴν ἐπίλυσιν δέχεσθαι καὶ συντρέχειν τὴν ἱστορίαν ἁρμοδίως τῇ θεωρίᾳ· ὥσπερ γὰρ κατὰ τὴν ἱστορίαν ὁ τὰς ἓξ ἡμέρας εἰπὼν τὰς ἐν τῷ μέσῳ εἶπεν͵ ὁ δὲ τὰς ὀκτὼ εἰπὼν καὶ τὴν ἀρχὴν ἐν ᾗ εἶπεν ὁ Κύριος καὶ τὸ τέλος ἐν ᾗ ἡ μεταμόρφωσις γέγονεν ἐσήμανεν͵ οὕτως καὶ κατὰ τὴν θεωρίαν· ἐπειδὴ γὰρ ὁ ἄνθρωπος διὰ τῆς παραβάσεως εἰς τὸ παρὰ φύσιν ἐξωλίσθησεν͵ δεῖ τὸν θέλοντα συναναβῆναι τῷ Λόγῳ εἰς τὸ τῆς θεολογίας ὄρος πρῶτον μὲν καθάπερ μίαν ἡμέραν περᾶσαι τὰ παρὰ φύσιν καὶ καθάπερ ἓξ ἡμέρας περᾶσαι τὴν φύσιν καὶ γενέσθαι ἐν τῇ ὑπὲρ φύσιν͵ ἥτις ἐστὶν ὀγδόη· ὑπερθετικὴ γὰρ τοῦ χρόνου αὕτη καὶ τὴν μέλλουσαν χαρακτηρίζει κατάστασιν. Διατί δὲ παραλαμβάνει Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μόνους κατ΄ ἰδίαν; Ὡς ἀεὶ τοῦ Λόγου τὴν ὀχλώδη καὶ ταραχῆς ἀνάμεστον ἐκνεύοντος κατάστασιν͵ καὶ ἐπειδὴ ὁ Πέτρος κατὰ τὸ πρῶτον τοῦ Σίμωνος ὄνομα ὑπακοὴ ἑρμηνεύεται͵ κατὰ δὲ τὸ Πέτρος δηλοῖ τὴν ἀτρεψίαν͵ σημαίνεται δὲ διὰ τούτων ἡ κατὰ τῶν τῆς ὑπακοῆς τῶν ἐντολῶν ἄτρεπτος καὶ ἀμετακίνητος εἰς θεὸν πίστις͵ ὁ δὲ Ἰάκωβος ἑρμηνεύεται πτερνιστής͵ δηλοῦται δὲ διὰ τούτου ἡ ἐλπίς - εἰ μὴ γάρ τις ἐλπίσῃ τῶν παρερχομένων τούτων καὶ φθαρτῶν ἀντιλαμβάνειν τὰ ἀπαρόδευτα καὶ ἄφθαρτα͵ οὐκ ἂν τὸν τὴν ἀπάτην ἀεὶ ἐν τοῖς αἰσθητοῖς ἔχοντα διάβολον πτερνίσαι δύναται -͵ ὁ δὲ Ιωάννης ἑρμηνεύεται περιστερά͵ δηλοῦται δὲ διὰ τούτου ἡ ἀγάπη͵ ἐπειδὴ ἡ πραότης οὐδὲν ἕτερόν ἐστιν ἢ θυμοῦ καὶ ἐπιθυμίας εἰς τὰ παρὰ φύσιν ἀκινησία͵ ὁ δὲ μήτε δι΄ ἐπιθυμιῶν μήτε δι΄ ἀποτυχίαν ὧν ἐπιθυμεῖ εἰς θυμὸν ἐρχόμενος προδήλως πάντας ἀγαπᾷ͵ τοῖς οὖν κτησαμένοις πίστιν͵ ἐλπίδα τε καὶ ἀγάπην συναναβαίνει ὁ Λόγος εἰς τὸ τῆς θεολογίας ὄρος καὶ μεταμορφοῦται ἔμπροσθεν αὐτῶν͵ οὐκέτι τῷ Θεὸς λέγεσθαι καὶ ἅγιος καὶ βασιλεὺς καὶ τὰ τοιαῦτα καταφασκόμενος͵ ἀλλὰ κατὰ τὸ ὑπέρθεος καὶ ὑπεράγιος καὶ πάντα τὰ καθ΄ ὑπεροχὴν λεγόμενα ἀποφασκόμενος. Πρόσωπον δὲ τοῦ Λόγου ἐστίν͵ ὅπερ ἔλαμψεν ὥσπερ ἥλιος͵ ἡ χαρακτηριστικὴ τῆς οὐσίας αὐτοῦ κρυφιότης͵ ᾗπερ ἐνατενίσαι τῇ τῶν λογισμῶν ἑρμηνείᾳ ἀδύνατον͵ ὥσπερ οὐδὲ τῇ λαμπρότητι τοῦ ἡλίου͵ κἂν εἰ πάνυ τις τὴν ὀπτικὴν δύναμίν ἐστιν κεκαθαρμένος. Ἀλλ΄ ἐπειδὴ ἱμάτιον ἐμνήσθη ἡ γραφή͵ χρὴ κατὰ τὸν εἱρμὸν τῆς ἀκολουθίας καὶ τοῦ σώματος μνείαν ποιήσασθαι. Σῶμα οὖν τοῦ Λόγου ἐστὶν ἡ τῶν ἀρετῶν οὐσία͵ οἷον͵ ἡ ἀγαθότης͵ ἡ πραότης καὶ τὰ τοιαῦτα· ἱμάτια δὲ τοῦ Λόγου εἰσὶν τὰ τῆς γραφῆς ῥήματα καὶ ἡ προβεβλημένη καὶ ἐκ Θεοῦ τὸ εἶναι λαβοῦσα κοσμουργία͵ ἅπερ λευκὰ βλέπουσιν οἱ τὸ μὲν γράμμα τῆς θείας γραφῆς ἀποξέοντες τῆς ἐπικειμένης παχύτητος καὶ τῇ τοῦ Πνεύματος θεωρίᾳ τὸ λαμπρὸν τῶν νοημάτων ἐποπτεύοντες κάλλος καὶ οἱ τὴν αἰσθητὴν κτίσιν τῇ περιαιρέσει τῆς κατ΄ αἴσθησιν ἀπάτης λαμπρῶς ἐποπτεύοντες καὶ ἐκ μεγέθους καλλονῆς τὸν ταύτης δημιουργὸν ἀναλόγως συλλογιζόμενοι.


Εἶχαν τὴ χάρη τοῦ Πνεύματος

ΤΑΣ ΜΕΝ ζητητικάς τε καὶ ἐρευνητικὰς τῶν θείων δυνάμεις οὐσιωδῶς ἔχει καταβεβλημένας αὐτῇ παρὰ τοῦ κτίσαντος κατ΄ αὐτὴν τὴν εἰς τὸ εἶναι πάροδον ἡ τῶν ἀνθρώπων φύσις͵ τὰς δὲ τῶν θείων ἀποκαλύψεις κατὰ χάριν ἡ τοῦ παναγίου Πνεύματος ἐπιφοιτῶσα ποιεῖται δύναμις. Ἐπειδὴ δὲ κατ΄ ἀρχὰς διὰ τῆς ἁμαρτίας τῇ φύσει τῶν ὁρατῶν ταύτας ὁ πονηρὸς προσήλωσε τὰς δυνάμεις καὶ οὐκ ἦν ὁ συνιῶν ἢ ἐκζητῶν τὸν θεόν͵ πάντων τῶν μετειληφότων τῆς φύσεως τὴν νοεράν τε καὶ λογικὴν δύναμιν ἐχόντων περιγεγραμμένην τῇ ἐπιφανείᾳ τῶν αἰσθητῶν καὶ μηδεμίαν κεκτημένων ἔννοιαν τῶν ὑπὲρ αἴσθησιν͵ εἰκότως ἡ τοῦ παναγίου Πνεύματος χάρις τοῖς μὴ κατὰ πρόθεσιν ἐνδιαθέτως ὑπὸ τὴν ἀπάτην γενομένοις͵ τῶν ὑλικῶν ἀφηλώσασα͵ τὴν προσηλωμένην ἀποκατέστησε δύναμιν· ἣν καθαρὰν ἀπολαβόντες διὰ τῆς χάριτος͵ πρῶτον ἐζήτησαν καὶ ἠρεύνησαν͵ καὶ οὕτως ἐξεζήτησαν καὶ ἐξηρεύνησαν͵ διὰ τῆς αὐτῆς δηλαδὴ τοῦ πνεύματος χάριτος. ... Ὁ γὰρ ἀπαθῶς τὰ θεῖα ζητῶν πάντως λήψεται τὸ ζητούμενον· ὁ δὲ μετά τινος πάθους αἰτῶν ὡς κακῶς ζητῶν ἀποτεύξεται τοῦ ζητουμένου· φησὶ γάρ· αἰτεῖσθε καὶ οὐ λαμβάνετε͵ διότι κακῶς αἰτεῖσθε. Οὐκοῦν οὔτε ἡ χάρις τοῦ παναγίου πνεύματος ἐνεργεῖ σοφίαν ἐν τοῖς ἁγίοις χωρὶς τοῦ ταύτην δεχομένου νοός͵ οὔτε γνῶσιν χωρὶς τῆς δεκτικῆς τοῦ λόγου δυνάμεως͵ οὔτε πίστιν ἄνευ τῆς κατὰ νοῦν καὶ λόγον τῶν μελλόντων καὶ πᾶσι τέως ἀδήλων πληροφορίας͵ οὔτε ἰαμάτων χαρίσματα δίχα τῆς κατὰ φύσιν φιλανθρωπίας͵ οὔτε τι ἕτερον τῶν λοιπῶν χαρισμάτων χωρὶς τῆς ἑκάστου δεκτικῆς ἕξεώς τε καὶ δυνάμεως. ... Καὶ δῆλον ἐντεῦθεν ὅτι πάντες οἱ ἅγιοι καὶ ἐδέχοντο ὑπὸ τοῦ Πνεύματος ἀποκαλύψεις καὶ ἐζήτουν ἀποκαλυφθῆναι τῶν ἀποκαλυφθέντων τοὺς λόγους καὶ ὅτι τοῦ Πνεύματος ἡ χάρις οὐδαμῶς τῆς φύσεως καταργεῖ τὴν δύναμιν͵ ἀλλὰ μᾶλλον καταργηθεῖσαν τῇ χρήσει τῶν παρὰ φύσιν τρόπων ἐνεργὸν ἐποίει πάλιν͵ τῇ χρήσει τῶν κατὰ φύσιν πρὸς τὴν τῶν θείων κατανόησιν ἄγουσα. Ζητεῖ γὰρ ἐν ἡμῖν τὴν τῶν ὄντων γνῶσιν τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐρευνᾷ͵ ἀλλ΄ οὐχ ἑαυτῷ ζητεῖ τὸ ζητούμενον͵ ὅτι θεὸς καὶ πάσης ἐπέκεινα γνώσεως͵ ἀλλ΄ ἡμῖν τοῖς δεομένοις τῆς γνώσεως͵ ὥσπερ ἀμέλει καὶ ὁ Λόγος γίνεται σὰρξ οὐχ ἑαυτῷ͵ ἀλλ΄ ἡμῖν τὸ διὰ τῆς σαρκώσεως ἐξανύων μυστήριον.

Ὡς γὰρ χωρὶς σαρκὸς νοερῶς ἐψυχωμένης οὐκ ἐνήργει θεοπρεπῶς τὰ κατὰ φύσιν τῆς σαρκὸς ὁ Λόγος͵ οὕτως οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς ἁγίοις ἐνεργεῖ τὰς γνώσεις τῶν μυστηρίων χωρὶς τῆς κατὰ φύσιν ζητούσης τε καὶ ἐρευνώσης τὴν γνῶσιν δυνάμεως. Εἴτε οὖν ἐζήτουν ἢ ἐξεζήτουν͵ εἴτε ἠρεύνων ἢ ἐξηρεύνων οἱ ἅγιοι͵ τὴν χάριν εἶχον τοῦ Πνεύματος κινοῦσαν αὐτῶν τὴν νοερὰν καὶ λογικὴν δύναμιν πρὸς ζήτησιν καὶ ἔρευναν τῆς τῶν ψυχῶν σωτηρίας καὶ χωρὶς τοῦ Πνεύματος οὐδὲν παντελῶς ἐθεώρουν πνευματικόν͵ ὅτι μηδὲ πέφυκεν ὁ ἀνθρώπινος νοῦς ἄνευ θείου φωτὸς τῶν θείων καὶ νοητῶν ἀντιλαμβάνεσθαι. Ὡς γὰρ οὐκ ἔστι χωρὶς ἡλιακοῦ φωτὸς ὀφθαλμὸν ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν͵ οὕτω δίχα πνευματικοῦ φωτὸς νοῦς ἀνθρώπινος οὔποτ΄ ἂν δέξαιτο θεωρίαν πνευματικήν· τὸ μὲν γὰρ φωτίζει κατὰ φύσιν τὴν αἴσθησιν πρὸς τὴν τῶν σωμάτων ἀντίληψιν͵ τὸ δὲ πρὸς τὴν θεωρίαν τὸν νοῦν καταυγάζει πρὸς κατανόησιν τῶν ὑπὲρ αἴσθησιν. Σωτηρία δὲ τῶν ψυχῶν κυρίως ἐστὶ τὸ τέλος τῆς πίστεως· τέλος δὲ πίστεώς ἐστιν ἡ τοῦ πιστευθέντος ἀληθὴς ἀποκάλυψις· ἀληθὴς δὲ τοῦ πιστευθέντος ἐστὶν ἀποκάλυψις ἡ κατὰ ἀναλογίαν τῆς ἐν ἑκάστῳ πίστεως ἄρρητος τοῦ πεπιστευμένου περιχώρησις· περιχώρησις δὲ τοῦ πεπιστευμένου καθέστηκεν ἡ πρὸς τὴν ἀρχὴν κατὰ τὸ τέλος τῶν πεπιστευκότων ἐπάνοδος· ἡ δὲ πρὸς τὴν οἰκείαν ἀρχὴν κατὰ τὸ τέλος τῶν πεπιστευκότων ἐπάνοδός ἐστιν ἡ τῆς ἐφέσεως πλήρωσις· ἐφέσεως δὲ πλήρωσίς ἐστιν ἡ περὶ τὸ ἐφετὸν τῶν ἐφιεμένων ἀεικίνητος στάσις· ἀεικίνητος δὲ στάσις ἐστὶν ἡ τοῦ ἐφετοῦ διηνεκής τε καὶ ἀδιάστατος ἀπόλαυσις· ἀπόλαυσις δὲ διηνεκὴς καὶ ἀδιάστατος ἡ τῶν ὑπὲρ φύσιν θείων καθέστηκε μέθεξις· μέθεξις δὲ τῶν ὑπὲρ φύσιν θείων ἐστὶν ἡ πρὸς τὸ μετεχόμενον τῶν μετεχόντων ὁμοίωσις· ἡ δὲ πρὸς τὸ μετεχόμενον τῶν μετεχόντων ὁμοίωσίς ἐστιν ἡ κατ΄ ἐνέργειαν πρὸς αὐτὸ τὸ μετεχόμενον τῶν μετεχόντων δι΄ ὁμοιότητος ἐνδεχομένη ταυτότης· ἡ δὲ τῶν μετεχόντων ἐνδεχομένη κατ΄ ἐνέργειαν δι΄ ὁμοιότητος πρὸς τὸ μετεχόμενον ταυτότης ἐστὶν ἡ θέωσις τῶν ἀξιουμένων θεώσεως· ἡ δὲ θέωσίς ἐστι καθ΄ ὑπογραφῆς λόγον πάντων τῶν χρόνων καὶ τῶν αἰώνων καὶ τῶν ἐν χρόνῳ καὶ αἰῶνι περιοχὴ καὶ πέρας·

περιοχὴ δὲ καὶ πέρας τῶν χρόνων καὶ τῶν αἰώνων ἐστὶ καὶ πάντων τῶν ἐν αὐτοῖς ἡ τῆς ἀκραιφνοῦς καὶ κυρίως ἀρχῆς πρὸς τὸ κυρίως τέλος καὶ ἀκραιφνὲς ἐν τοῖς σῳζομένοις ἀδιάστατος ἑνότης· ἀδιάστατος δὲ τῆς ἀκραιφνοῦς ἀρχῆς τε καὶ τέλους ἑνότης ἐν τοῖς σῳζομένοις ἐστὶν ἡ κρείττων τῶν οὐσιωδῶς ἀρχῇ τε καὶ τέλει μεμετρημένων τῶν κατὰ φύσιν ἔκβασις· ἔκβασις δὲ τῶν κατ΄ ἀρχὴν καὶ τέλος περιγεγραμμένων ἐστὶν ἡ ἄμεσος καὶ ἄπειρος καὶ ἐπ΄ ἄπειρον ἐν τοῖς ἀξιωθεῖσι τῆς κατὰ τὸ κρεῖττον νοουμένης τῶν κατὰ φύσιν ἐκβάσεως ἐνέργεια τοῦ θεοῦ πανσθενὴς καὶ ὑπερδύναμος· ἄμεσος δὲ καὶ ἄπειρος καὶ ἐπ΄ ἄπειρον ἐνέργεια τοῦ θεοῦ πανσθενής ἐστι καὶ ὑπερδύναμος ἡ κατὰ τὴν ἄφθεγκτον καὶ ὑπὲρ νόησιν ἕνωσιν ἄρρητός τε καὶ ὑπεράρρητος ἡδονὴ καὶ χαρὰ τῶν ἐνεργουμένων͵ ἧς οὐκ ἔστι νοῦν ἢ λόγον παντάπασιν ἢ νόησιν ἢ ῥῆσιν ἐν τῇ φύσει τῶν ὄντων εὑρεῖν. Οὐκ ἔχει γὰρ ἡ φύσις τῶν ὑπὲρ φύσιν τοὺς λόγους͵ ὥσπερ οὐδὲ τῶν παρὰ φύσιν τοὺς νόμους· ὑπὲρ φύσιν δὲ λέγω τὴν θείαν καὶ ἀνεννόητον ἡδονήν͵ ἣν ποιεῖν πέφυκεν ὁ Θεὸς φύσει κατὰ τὴν χάριν τοῖς ἀξίοις ἑνούμενος͵ παρὰ φύσιν δὲ τὴν κατὰ στέρησιν ταύτης συνισταμένην ἀνεκλάλητον ὀδύνην͵ ἣν ποιεῖν εἴωθεν ὁ Θεός͵ φύσει παρὰ τὴν χάριν τοῖς ἀναξίοις ἑνούμενος. Κατὰ γὰρ τὴν ὑποκειμένην ἑκάστῳ ποιότητα τῆς διαθέσεως ὁ Θεός͵ τοῖς πᾶσιν ἑνούμενος ὡς οἶδεν αὐτός͵ τὴν αἴσθησιν ἑκάστῳ παρέχεται καθώς ἐστιν ἕκαστος ὑφ΄ ἑαυτοῦ διαπεπλασμένος πρὸς ὑποδοχὴν τοῦ πάντως πᾶσιν ἑνωθησομένου κατὰ τὸ πέρας τῶν αἰώνων. Σωτηρίαν δὲ ψυχῶν͵ ὡς οἶμαι͵ τυχὸν ὁ τῶν ἀποστόλων ἀκρότατος ἔφη Πέτρος͵ ὡς πίστεως τέλος͵ τῶν ὑπὲρ φύσιν τὴν μέθεξιν· περὶ ἧς σωτηρίας͵ διὰ Πνεύματος ἁγίου δηλαδή͵ σαφῶς ἐξεζήτησαν προφῆται καὶ ἐξηρεύνησαν εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ͵ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας.

Οὐκοῦν τοὺς ἐκζητοῦντας ἐν Πνεύματι τὴν τῶν ψυχῶν σωτηρίαν καὶ ἐξερευνῶντας τοὺς ταύτης πνευματικοὺς τῆς σωτηρίας λόγους τε καὶ τρόπους ὁδηγεῖ πρὸς κατανόησιν τὸ Πνεῦμα τὸ ἅγιον͵ οὐκ ἐῶν ἀκίνητον ἐν αὐτοῖς μένειν καὶ ἀνενέργητον τὴν δι΄ ἧς ἐκζητεῖν τὰ θεῖα πεφύκασι δύναμιν͵ πρῶτον μὲν αὐτοὺς διδάσκον ζητῆσαι τὴν κατὰ τὴν ἁμαρτίαν τῆς προαιρέσεως ἢ τὴν κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας νέκρωσιν καὶ τὴν κατὰ τὴν ἀρετὴν τῆς προαιρέσεως ἢ τὴν κατὰ τὴν προαίρεσιν τῆς ἀρετῆς ἀναβίωσιν͵ ἐρευνῆσαι δὲ τῆς κατὰ τὴν ἁμαρτίαν τῆς προαιρέσεως ἢ τῆς κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας νεκρώσεως τοὺς τρόπους͵ ὡσαύτως δὲ καὶ τῆς κατὰ τὴν ἀρετὴν τῆς προαιρέσεως ἢ τῆς ἀρετῆς κατὰ τὴν προαίρεσιν ἀναστάσεως τοὺς λόγους· δι΄ ὧν͵ τρόπων τέ φημι καὶ λόγων͵ ἡ κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας ἢ ἡ κατὰ τὴν ἁμαρτίαν τῆς προαιρέσεως νέκρωσις καὶ ἡ κατὰ τὴν προαίρεσιν τῆς ἀρετῆς ἢ τῆς προαιρέσεως κατὰ τὴν ἀρετὴν ἀνάστασις γίνεσθαι πέφυκεν͵ ἔχουσα προδήλως κατὰ τὸν αἰῶνα τοῦτον͵ ὃν καιρὸν προσηγόρευσεν ὁ λόγος͵ τὰ εἰς Χριστόν͵ ἤγουν ὑπὲρ Χριστοῦ͵ περὶ φύσιν παθήματα͵ ἅπερ αὐτοῖς προεμαρτύρετο τὸ Πνεῦμα τὸ ἅγιον͵ ἵνα γένωνται σύμφυτοι τοῦ θανάτου τοῦ Χριστοῦ κατὰ τὴν νέκρωσιν τῆς ἁμαρτίας καὶ τῆς ἀναστάσεως κατὰ τὴν ἔγερσιν τῆς ἀρετῆς. Δεῖ γὰρ ὡς ἀληθῶς τὸν σωθησόμενον μὴ μόνον τῇ προαιρέσει νεκρῶσαι τὴν ἁμαρτίαν͵ ἀλλὰ καὶ αὐτὴν τὴν προαίρεσιν τῇ ἁμαρτίᾳ͵ καὶ μὴ μόνον ἀναστῆσαι τῇ ἀρετῇ τὴν προαίρεσιν͵ ἀλλὰ καὶ αὐτὴν τῇ προαιρέσει τὴν ἀρετήν͵ ἵνα νεκρὰ νεκρᾶς ὅλης ὅλη διαιρεθεῖσα τῆς ἁμαρτίας μὴ αἰσθάνηται καὶ ζῶσα ζώσης ὅλης ὅλη τῆς ἀρετῆς ἐπαισθάνηται καθ΄ ἕνωσιν ἀδιάσπαστον ἡ προαίρεσις. Ταῦτα μὲν τυχὸν πρῶτον ζητήσαντες καὶ ἐρευνήσαντες οἱ ἅγιοι διὰ πνεύματος ἁγίου τὴν πρακτικὴν κατώρθωσαν φιλοσοφίαν· μεθ΄ ἥν͵ οἷα δὴ καθαροὶ γεγονότες καὶ παντὸς ἐλεύθεροι μολυσμοῦ͵ πρὸς τὸ τέλος τῶν ὄντων ὑπὸ τοῦ αὐτοῦ Πνεύματος τὸ νοερὸν ἐκίνησαν ὄμμα τῆς ψυχῆς͵ ἐκζητοῦντες μετὰ τὴν προαιρετικὴν ἀνάστασιν καὶ τὴν τῆς φύσεως ἀφθαρσίαν καὶ ἐξερευνῶντες τούς τε τρόπους καὶ τοὺς λόγους τῆς κατ΄ αὐτὴν θεοπρεποῦς ἀθανασίας.

Οὐ γὰρ ἐζήτουν ἔτι τὴν ἀνάστασιν τῆς προαιρέσεως͵ ἣν ἤδη κατὰ τὴν πρακτικὴν λαβόντες εἶχον παρὰ τοῦ Πνεύματος͵ οὐδὲ τοὺς κατ΄ αὐτὴν ἠρεύνων τρόπους͵ οὓς φθάσαντες κατώρθωσαν διὰ τῆς χάριτος͵ ἀλλ΄ ἣν οὐκ εἶχον τῆς φύσεως ἐξεζήτουν ἀφθαρσίαν καὶ τοὺς τρόπους καὶ τοὺς λόγους τῆς κατ΄ αὐτὴν ἐξηρεύνων θεώσεως͵ πρὸς ἣν ἠπείγοντο τῆς κατ΄ αὐτὴν ἐν Χριστῷ δόξης ἐπιθυμοῦντες͵ ἵνα͵ ὥσπερ συνέπαθον αὐτῷ κατὰ τὸν αἰῶνα τοῦτον͵ ὅν͵ ὡς ἔφην͵ καιρὸν ὠνόμασεν ὁ λόγος͵ οὕτως καὶ συνδοξασθῶσι κατὰ τὸν αἰῶνα τὸν μέλλοντα͵ κληρονόμοι μὲν ὑπὲρ φύσιν θεοῦ κατὰ τὴν χάριν͵ συγκληρονόμοι δὲ Χριστοῦ͵ κατ΄ οἰκονομίαν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως τὴν ὅλην οἰκειουμένου φύσιν͵ γινόμενοι. Θεὸς γὰρ ὑπάρχων φύσει καὶ ἄνθρωπος ὁ Χριστὸς ὑφ΄ ἡμῶν ὡς θεὸς ὑπὲρ φύσιν χάριτι κληρονομεῖται κατὰ τὴν ἄρρητον μέθεξιν καὶ δι΄ ἡμᾶς ἐν εἴδει τῷ καθ΄ ἡμᾶς ὡς ἄνθρωπος ἡμᾶς οἰκειούμενος͵ ἑαυτὸν κληρονομεῖ σὺν ἡμῖν κατὰ τὴν ἀνεννόητον συγκατάβασιν· ὃν τῷ Πνεύματι μυστικῶς οἱ ἅγιοι προθεωρήσαντες ἐδιδάχθησαν ὡς χρὴ τῆς κατὰ τὸ μέλλον φανησομένης διὰ τὴν ἀρετὴν ἐν Χριστῷ δόξης τὰ εἰς αὐτὸν ὑπὲρ ἀρετῆς κατὰ τὸ παρὸν προκαθηγεῖσθαι παθήματα· ἐρευνῶντες γάρ͵ φησίν͵ εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας. Οὐκοῦν καὶ ἐξεζήτουν καὶ ἐξηρεύνων οὐ μόνον τὴν ἀφθαρσίαν τῆς φύσεως καὶ τοὺς λόγους τῆς κατ΄ αὐτὴν ἐκθεώσεως͵ ἀλλὰ δὴ καὶ τὸν καιρὸν καθ΄ ὃν ἡ διὰ παθημάτων ὑπὲρ αὐτῆς δοκιμασία γενήσεται͵ φανερὰν ποιουμένη τῶν τε κατ΄ ἀλήθειαν αὐτῆς ἐφιεμένων τὴν διάθεσιν καὶ τῶν καθ΄ ὑπόκρισιν ἐρᾶν αὐτῆς νομιζομένων τὴν πρόθεσιν͵ καὶ τὸν ἄλλον καιρόν͵ ἤγουν αἰῶνα͵ καθ΄ ὃν παροῦσα φανήσεται κατ΄ ἐνέργειαν͵ πάντας ἀναλόγως͵ καθὼς ἕκαστός ἐστιν αὐτῆς δεκτικός͵ μεταποιοῦσα πρὸς τὴν θείαν ὁμοίωσιν· ἣν δόξαν τυχὸν τοῖς ὑπὲρ ἀρετῆς μεθεπομένην πόνοις προεῖπεν ὁ λόγος. Ταῦτα μὲν ἐρεῖ τις ἀπολογούμενος πρὸς τὸν λέγοντα τί δήποτε μὴ ζήτησιν καὶ ἐρεύνησιν͵ ἀλλ΄ ἐκζήτησιν ἐνταῦθα καὶ ἐξερεύνησιν εἶπεν ἡ γραφή͵ καὶ τὸν πρόχειρον νοῦν ἐμφαντικῶς προδεικνύμενος.

Ἐγὼ δὲ καὶ ἄλλον οἶδα παρά τινος σοφοῦ λόγον ἀκούσας. Ἕλεγε γὰρ ἐκεῖνος͵ μυστικώτερον τὸν περὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῆς τε ζητήσεως καὶ τῆς ἐκζητήσεως λόγον ποιούμενος͵ πρὸς μὲν τὴν ἀρχὴν τετάχθαι φυσικῶς τὴν ζήτησιν͵ πρὸς δὲ τὸ τέλος τὴν ἐκζήτησιν· οὐ γάρ τις φυσικῶς ἐκζητεῖ τὴν ἀρχήν͵ ὥσπερ οὐδὲ ζητεῖ φυσικῶς τὸ τέλος͵ ἀλλὰ τὴν μὲν ἀρχὴν ζητεῖ͵ τὸ δὲ τέλος ἐκζητεῖ. Ἀφ΄ οὗ γάρ͵ ἔφασκεν͵ ἅμα τῷ εἶναι διὰ τῆς παρακοῆς τὴν οἰκείαν ἀρχὴν ὀπίσω ποιήσας ὁ ἄνθρωπος ζητεῖν οὐκ ἠδύνατο τὸ κατόπιν αὐτοῦ γεγενημένον καὶ ἐπειδὴ φυσικῶς ἡ ἀρχὴ περιγράφει τῶν ὑπ΄ αὐτῆς γεγενημένων τὴν κίνησιν͵ εἰκότως προσηγορεύθη καὶ τέλος͵ εἰς ὅπερ͵ ὡς αἰτίαν τῆς τῶν κινουμένων κινήσεως͵ δέχεται πέρας ὁ δρόμος. Ἐκζητῶν οὖν τὸ ἑαυτοῦ τέλος ὁ ἄνθρωπος εἰς τὴν ἀρχὴν καταντᾷ͵ φυσικῶς ἐν τῷ τέλει τυγχάνουσαν· ἧς ἀπολιπὼν τὴν ζήτησιν͵ τὴν αὐτῆς͵ ὡς τέλους φύσει͵ μετῆλθεν ἐκζήτησιν. Οὐ γὰρ ἦν αὐτῆς διαφυγεῖν τὴν περιγραφήν͵ πανταχόθεν αὐτὸν περιϊσταμένην καὶ τὴν αὐτοῦ περιορίζουσαν κίνησιν. Οὐκ ἦν οὖν ζητῆσαι τὴν ἀρχήν͵ ὡς ἔφην͵ ὀπίσω γεγενημένην͵ ἀλλ΄ ἐκζητῆσαι τὸ τέλος ἐμπρὸς ὑπάρχον͵ ἵνα γνῷ διὰ τοῦ τέλους τὴν ἀπολειφθεῖσαν ἀρχήν͵ ἐπειδὴ μὴ ἔγνω τὸ τέλος ἐκ τῆς ἀρχῆς. Καὶ τοῦτο τυχὸν ὁ σοφὸς μυσταγωγῶν Σολομών φησιν· τί τὸ γεγενημένον͵ αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον͵ αὐτὸ τὸ ποιηθησόμενον͵ ὡσανεὶ σαφῶς τὴν ἀρχὴν ἐκ τοῦ τέλους δεικνύς. Οὐκέτι γὰρ μετὰ τὴν παράβασιν δείκνυται τὸ τέλος ἐκ τῆς ἀρχῆς͵ ἀλλ΄ ἡ ἀρχὴ ἐκ τοῦ τέλους͵ οὐδὲ ζητεῖ τις τοὺς τῆς ἀρχῆς λόγους͵ ἀλλ΄ ἐκζητεῖ τοὺς πρὸς τὸ τέλος τοὺς κινουμένους ἀπάγοντας. Εἰ δέ͵ ὅτι πολλαχοῦ τῆς γραφῆς ἡ ζήτησις εἴρηται͵ ὡς τὸ ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν͵ καὶ ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ͵ βεβαίαν οὐχ ἡγεῖται ταύτην ἔννοιαν͵ αὐτόθεν ἔχει νουνεχῶς ἐπισκήπτων τῶν λεχθέντων τὴν πίστωσιν. Εἰπὼν γὰρ ὁ λόγος ζήτησον εἰρήνην καὶ δίωξον αὐτὴν ἐν τῷ τέλει τὴν ἀρχὴν διῶξαι παρενεγύησε καὶ τὴν βασιλείαν͵ ἀρχὴν οὖσαν διὰ τῆς δικαιοσύνης͵ ὡς τέλους τῆς βασιλείας͵ ἐκζητῆσαι παρεκελεύσατο. Βασιλεία γὰρ θεοῦ πρὸ πάσης ἐστὶ δικαιοσύνης͵ μᾶλλον δὲ κυριώτερον εἰπεῖν αὐτοδικαιοσύνη͵ πρὸς ἥν͵ ὡς τέλος͵ ἐπείγεται πᾶσα σπουδαίου κίνησις.

Εἰ γὰρ δικαιοσύνη ἐστὶν ἡ τοῦ ἴσου κατ΄ ἀξίαν ἑκάστῳ διανέμησις͵ βασιλεία δὲ ἔννομός ἐστιν ἐπιστασία͵ ἄρα ταὐτὸν τῇ βασιλείᾳ ἡ δικαιοσύνη͵ δι΄ ἦς͵ ὡς τέλους͵ ὁδεύειν τοῖς βουλομένοις ἐστὶν εὐμαρές͵ ὡς πρὸς ἀρχὴν τὴν βασιλείαν· δικαιοσύνη γάρ ἐστι βασιλεία ἐνεργουμένη καὶ βασιλεία ἐστὶ δικαιοσύνη δι΄ ἔργων κεκυρωμένη· τὸ γὰρ ἐννόμως ἐπιστατεῖν τοῖς οὖσι διανέμειν ἐστὶν ἑκάστῳ τὰ πρὸς ἀξίαν καὶ τὸ διανέμειν ἑκάστῳ τὰ πρὸς ἀξίαν ἔννομός ἐστι τῶν ὄντων ἐπιστασία. Οὐκοῦν οὐδὲν τῆς κατὰ νοῦν τῆς ἁγίας γραφῆς ὁμαλότητος ἡ κατὰ τὴν λέξιν διαφορὰ παρεσάλευσεν͵ παρὰ τοῖς σοφοῖς δηλαδὴ τῶν θείων νοήμοσιν. Εἰ δὲ καὶ καθ΄ ἕτερον βούλοιτό τις ἐκδέχεσθαι τρόπον τήν τε ζήτησιν καὶ ἐρεύνησιν͵ καὶ τὴν ἐκζήτησιν καὶ τὴν ἐξερεύνησιν͵ εὑρήσει τὴν μὲν ζήτησιν καὶ τὴν ἐκζήτησιν περὶ τὸν νοῦν κινουμένας͵ τὴν δὲ ἐρεύνησιν καὶ τὴν ἐξερεύνησιν περὶ τὸν λόγον. Ζητεῖ γὰρ φυσικῶς ὁ νοῦς͵ ἐρευνᾷ δὲ κατὰ φύσιν ὁ λόγος. Ζήτησις γάρ ἐστιν͵ ἵν΄ ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω͵ ἁπλῆ τοῦ νοὸς πρός τι γνωστὸν μετ΄ ἐφέσεως κίνησις· ἐρεύνησις δέ ἐστιν ἁπλῆ τοῦ λόγου περί τι γνωστὸν μετά τινος ἐννοίας διάκρισις· ἐκζήτησις δέ ἐστιν ἡ κατ΄ ἐπιστήμην τοῦ νοὸς γνωστικὴ πρός τι γνωστὸν μετὰ ποιᾶς͵ ἤγουν τοιᾶσδε͵ ἐφέσεως κίνησις· ἐξερεύνησις δέ ἐστιν ἡ τοῦ λόγου κατ΄ ἐνέργειαν περί τι γνωστὸν μετὰ ποιᾶς͵ ἤγουν τοιᾶσδε͵ ἐννοίας διάκρισις· οὕστινας ὅρους ἐπὶ τὰ θεῖα μεταφέροντες͵ φαμὲν ὅτι ζήτησίς ἐστιν ἡ τοῦ νοῦ πρώτη τε καὶ ἁπλῆ πρὸς τὴν ἰδίαν αἰτίαν μετ΄ ἐφέσεως κίνησις͵ ἐρεύνησις δέ ἐστιν ἡ πρώτη τε καὶ ἁπλῆ τοῦ λόγου περὶ τὴν ἰδίαν αἰτίαν μετά τινος ἐννοίας διάκρισις͵ ἐκζήτησις δὲ πάλιν ἐστὶν ἡ τοῦ νοῦ κατ΄ ἐπιστήμην γνωστικὴ πρὸς τὴν ἰδίαν αἰτίαν μετά τινος ζεούσης ἐφέσεως κίνησις͵ ἐξερεύνησις δέ ἐστιν ἡ τοῦ λόγου κατ΄ ἐνέργειαν τῶν ἀρετῶν περὶ τὴν ἰδίαν αἰτίαν μετά τινος ἔμφρονος καὶ σοφῆς ἐννοίας γινομένη διάκρισις. Οὐκοῦν καὶ οἱ ἅγιοι προφῆται͵ περὶ τῆς σωτηρίας τῶν ψυχῶν ἐκζητήσαντές τε καὶ ἐξερευνήσαντες͵ διάπυρον εἶχον καὶ ζέουσαν μετ΄ ἐπιστήμης καὶ γνώσεως πρὸς τὸν θεὸν τὴν τοῦ νοῦ κατ΄ ἔφεσιν κίνησιν καὶ ἔμφρονα καὶ σοφὴν τὴν τοῦ λόγου κατὰ τὴν ἐνέργειαν τῶν θείων διάκρισιν· οὓς οἱ μιμούμενοι μετὰ γνώσεως καὶ ἐπιστήμης τὴν τῶν ψυχῶν ἐκζητοῦσι σωτηρίαν καὶ μετὰ φρονήσεως καὶ σοφίας ἐξερευνῶντες μετέρχονται τὴν ἐν τοῖς θείοις ἔργοις διάκρισιν.


Τὸ ἀπόλυτο Ἕνα

ΟΥΚ ἀπολύτως ἑνί παντί τά πάντα συνέστηκεν, ἀλλ ' ἐκείνῳ μόνῳ τῷ ἑνί, καθ' ὅ ἕν, ὁ Θεός καί εἷς καί ἕν ὀνομάζεται· τούτῳ γάρ μόνῳ τῷ ἑνί τά ὄντα ἐστίν· αὐτό γάρ τό ὄνομα τό ἕν ὁ λέγων κατά ἀπόφασιν τοῦ πολλαπλοῦ τοῦτο σημαίνει· τό μέντοι ἕν αὐτοαρχή καί πρῶτόν ἐστι τῷ πρός τί πως ἔχειν· τῶν γάρ ἐξ αὐτοῦ πολλῶν ἔννοιαν εἰσάγει. Ταῦτα δέ οὐκ ἐπιτήδεια ἐπί Θεοῦ· τοιοῦτον δέ ὄν μόνον τό ἕν, παντελῶς ἀπαθές καί ἀδιαίρετον καί αὐταρκέστατόν ἐστι· κατά γάρ τήν αὐτοῦ φύσιν ἑτέρῳ συμπλέκεσθαι οὐ πέφυκεν, ὥσπερ τό ἐν ἀριθμοῖς ἕν· ἀπωθεῖται γάρ τό πλῆθος καί πᾶσαν σύνθεσιν καί διαίρεσιν αὐτό τό κυρίως ἕν, καί πρό παντός ἑνός. Τοῦτο γάρ οὔτε μικρόν, οὔτε μέτριον καλεῖται εἰ δέ δεῖ καί τολμῆσαι, οὔτε καλόν, οὔτε ἀγαθόν· ταῦτα γάρ πάθη πως, οἷόν εἰσι καί σχέσεις καί συμβεβηκότα. Αὐτό δέ τό ἕν καί ὑπέρ πάντα νοεῖται, τά δέ πάθη, ὡς τό μικρόν καί μέτριον, καί σύν ἄλλῳ νοοῦνται, καί οὔτε ἁπλᾶ διά τοῦτο, οὔτε στοιχειώδη. Τό ἕν οὖν, ὡς εἴρηται, ὅπερ ἁπλοῦν καί ἀπαθές, μή ἔχον τά λεχθέντα, οὔτε ὡς γένος θετέον τῶν ὄντων· τά δέ γένη πάντως διαιρεῖται εἰς τά εἴδη, ἀλλ’ οὔτε στιγμήν ἤ μονάδα κυρίως· σχέσιν γάρ ἔχει ταῦτα πρός τά ἐφεξῆς. Τό δέ ἐστιν ἁπλούστατον, καί οὔτε μίαν διαφοράν ἔχον· οὔτε γάρ κίνησίν τινα καί στάσιν, οἷον ἠρεμίαν ἔχει, ἀλλ’ οὔτε ὄν θετέον αὐτό τό ἕν, ἀλλά ἀρχήν ὄντος καί σπέρμα. Τῷ δέ ὄντι πλῆθος ἐξ ἀνάγκῃς παρέπεται, τῷ πλήθει τό ὄν προσγίνεται, ὅπερ οὐκ ἔστιν ἐπί Θεοῦ. Τό γάρ ὄν οὐσία ἐστίν, ἀπό τοῦ εἶναι. Ὁ δέ Θεός καί ὑπερούσιος, καί ὑπέρ τό ὄν, καί ἑνικῶς ἀντί τοῦ ἐξαιρέτως καί ἀμιμήτως ὑπέρ τό ὄν· ὁ γάρ Θεός τά πάντα ἐστί καί ὑπέρ πάντα.


Ἔρωτας

ΤΟ θεῖον οἱ θεολόγοι, ποτέ μέν ἔρωτα, ποτέ δέ ἀγάπην, ποτέ δέ ἐραστόν καί ἀγαπητόν καλοῦσιν. Ὅθεν, ὡς μέν ἔρως ὑπάρχον καί ἀγάπη, κινεῖται· ὡς δέ ἐραστόν καί ἀγαπητόν, κινεῖ πρός ἑαυτό πάντα τά ἔρωτος καί ἀγάπης δεκτικά. Καί τρανότερον αὖθις φάναι, κινεῖται μέν ὡς σχέσιν ἐμποιοῦν ἐνδιάθετον ἔρωτος καί ἀγάπης τοῖς τούτων δεκτικοῖς· κινεῖ δέ, ὡς ἑλκτικόν φύσει, τῆς τῶν ἐπ᾿ αὐτό κινουμένων ἐφέσεως. Καί πάλιν κινεῖ καί κινεῖται, ὡς διψῶν τό διψᾶσθαι, καί ἐρῶν τό ἐρᾶσθαι, καί ἀγαπῶν τό ἀγαπᾶσθαι.

Ἔστι δέ καί ἐκστατικός ὁ θεῖος ἔρως, οὐκ ἐῶν ἑαυτῶν εἶναι τούς ἐραστάς, ἀλλά τῶν ἐρωμένων. Καί δηλοῦσι τά μέν ὑπέρτερα, τῆς προνοίας τῶν καταδεεστέρων γινόμενα· καί τά ὁμόστοιχα, τῆς ἀλλήλων συνοχῆς· καί τά ὑφειμένα, τῆς πρός τά πρῶτα θειοτέρας ἐπιστροφῆς. Διό καί Παῦλος ὁ μέγας ἐν κατοχῇ τοῦ θείου γεγονώς ἔρωτος, καί τῆς ἐκστατικῆς αὐτοῦ δυνάμεως μετειληφώς, ἐνθέῳ στόματι, Ζῷ ἐγώ,φησίν, οὐκέτι, ζῇ δέ ἐν ἐμοί Χριστός· ὡς ἀληθής ἐραστής καί ἐξεστηκώς, ὡς αὐτός φησί, τῷ Θεῷ, καί οὐ τήν ἑαυτοῦ ζῶν, ἀλλά τήν τοῦ ἐραστοῦ ζωήν, ὡς σφόδρα ἀγαπητήν.

Τολμητέον καί τοῦτο ὑπέρ ἀληθείας εἰπεῖν· ὅτι καί αὐτός ὁ πάντων αἴτιος, τῷ καλῷ καί ἀγαθῷ τῶν πάντων ἔρωτι, δι᾿ ὑπερβολήν τῆς ἐρωτικῆς ἀγαθότητος, ἔξω ἑαυτοῦ γίνεται, ταῖς εἰς τά ὄντα πάντα προνοίαις, καί οἷον ἀγαθότητι καί ἀγαπήσει καί ἔρωτι θέλγεται· καί ἐκ τοῦ ὑπέρ πάντα, καί πάντων ἐξῃρημένου, πρός τό ἐν πᾶσι κατάγεται κατ᾿ ἐκστατικήν ὑπερούσιον δύναμιν, ἀνεκφοίτητος ἑαυτοῦ. Διό καί ζηλωτήν αὐτόν οἱ τά θεῖα δεινοί προσαγορεύουσιν, ὡς πολύν τόν εἰς τά ὄντα ἀγαθόν ἔρωτα, καί ὡς πρός ζῆλον ἐγερτικόν τῆς ἐφέσεως αὐτοῦ τῆς ἐρωτικῆς, καί ὡς ζηλωτήν αὐτόν ἀποδεικνύντα, ᾧ καί τά ἐφιέμενα ζηλωτά, καί ὡς τῶν προνοουμένων ὄντων αὐτῷ ζηλωτῶν.

Τῆς ἀγάπης καί τοῦ ἔρωτος, αὐτόν, δηλαδή τόν Θεόν, προβολέα φασί δέ γεννήτορα. Αὐτός γάρ ταῦτα ἐν ἑαυτῷ ὄντα, προήγαγεν εἰς τά ἐκτός, τουτέστι περί τά κτίσματα· καί κατά τοῦτο εἴρηται, Ὁ Θεός ἀγάπη ἐστί· Καί πάλιν, Γλυκασμός καί ἐπιθυμία, ὅ ἐστιν ἔρως· τό δέ ἀγαπητόν καί ὄντως ἐραστόν, αὐτός ἐστι. Τῷ μέν οὖν τόν ἀγαπητικόν ἔρωτα ἐξ αὐτοῦ προχεῖσθαι, αὐτός κινεῖσθαι λέγεται ὁ τούτου γεννήτωρ· τῷ δέ αὐτόν εἶναι τό ἀληθές ἐραστόν καί ἀγαπητόν καί ἐφετόν καί αἰρετόν, κινεῖ τά πρός τοῦτο ὁρῶντα· καί οἷς ἡ τοῦ ἐφίεσθαι δύναμις, ἀναλόγως αὐτοῖς.

Προαγωγικόν καί κινητικόν πρός ἐρωτικήν συνάφειαν τήν ἐν πνεύματι, τόν Θεόν εἶναί μοι νόει, τουτέστι μεσίτην ταύτης, καί πρός αὐτήν συναρμοστήν, τοῦ ἐρᾶσθαι αὐτόν ὑπό τῶν αὐτοῦ ποιημάτων καί ἀγαπᾶσθαι. Κινητικόν δέ φησιν, ὡς κινοῦντα ἕκαστα κατά τόν οἰκεῖον λόγον πρός αὐτόν ἐπιστρέφεσθαι. Τό δέ τῆς προαγωγίας ὄνομα, εἰ καί παρά τοῖς ἔξωθεν πρᾶγμα σημαίνει οὐκ εὐαγές, ἀλλ᾿ ἐνταῦθα τήν πρόξενον τῆς ἐν Θεῷ ἑνώσεώς φησι μεσιτείαν.

Ἡ ἐρωτική κίνησις τοῦ ἀγαθοῦ προϋπάρχουσα ἐν τῷ ἀγαθῷ, ἁπλῆ καί ἀκίνητος οὖσα, καί ἐκ τοῦ ἀγαθοῦ προϊοῦσα, αὖθις ἐπί τό αὐτό ἐπιστρέφει, ἀτελεύτητος καί ἄναρχος οὖσα· ὅπερ δηλοῖ τήν ἡμῶν ἀεικίνητον ἔφεσιν πρός τό θεῖον καί ἕνωσιν. Ἡ γάρ πρός Θεόν ἀγαπητική ἕνωσις, πάσης ἐξῄρηται καί ὑπέρκειται ἑνώσεως.

Τόν ἔρωτα εἴτε θεῖον εἴτε ἀγγελικόν, εἴτε νοερόν εἴτε ψυχικόν, εἴτε φυσικόν εἴποιμεν, ἑνωτικήν τινα καί συγκρατικήν ἐννοήσωμεν δύναμιν· τά μέν ὑπέρτερα κινοῦσαν ἐπί πρόνοιαν τῶν καταδεεστέρων· τά δέ ὁμόστοιχα πάλιν, εἰς κοινωνικήν ἀλληλουχίαν· καί ἐπ᾿ ἐσχάτων, τά ὑφειμένα πρός τήν τῶν κρειττόνων καί ὑπερκειμένων ἐπιστροφήν.


Ἅγιο Πνεῦμα

ΕΚ τῶν ὄντων, τόν τῶν ὄντων γινώσκομεν αἴτιον· καί ἐκ τῆς διαφορᾶς τῶν ὄντων, τήν ἐνυπόστατον τοῦ ὄντος διδασκόμεθα σοφίαν· καί ἐκ τῆς τῶν ὄντων φυσικῆς κινήσεως τήν ἐνυπόστατον τοῦ ὄντος μανθάνομεν ζωήν, τήν τῶν ὄντων ζωοποιόν δύναμιν, τό Πνεῦμα τό ἅγιον.

Τό Πνεῦμα τό ἅγιον οὐδενός ἄπεστι τῶν ὄντων, καί μάλιστα τῶν λόγου καθ᾿ ὁτιοῦν μετειληφότων. Συνεκτικόν γάρ ὑπάρχει τῆς ἑκάστου γνώσεως, ὅτι Θεός καί Θεοῦ Πνεῦμα κατά δύναμιν προνοητικῶς διά πάντων χωροῦν καί τόν ἐν ἑκάστῳ λόγον κατά φύσιν ἀνακινοῦν καί δι᾿ αὐτοῦ πρός συναίσθησιν τῶν πλημμελῶς παρά τόν θεσμόν τῆς φύσεως πεπραγμένων ἄγον τόν αἰσθανόμενον· καί τήν προαίρεσιν εὔεικτον ἔχοντα, πρός ὑποδοχήν τῶν ἐκ φύσεως ὀρθῶν λογισμῶν. Διό καί πολλούς εὑρίσκομεν καί τῶν ἄγαν βαρβάρων καί νομάδων ἀνθρώπων, καλοκαγαθίας μεταποιουμένους καί τούς ἀνέκαθεν κρατήσαντες ἐν αὐτοῖς θηριώδεις ἀθετοῦντας νόμους.

Ἔστι μέν ἐν πᾶσιν ἁπλῶς τό Πνεῦμα τό ἅγιον, καθό πάντων ἐστί συνεκτικόν καί προνοητικόν καί τῶν φυσικῶν σπερμάτων ἀνακινητικόν. Προσδιωρισμένως δέ καί ἐν πᾶσι τοῖς ἐν νόμῳ, καθότι τῆς τῶν ἐντολῶν ἐστιν ὑποδεικτικόν παραβάσεως καί τῆς κατά Χριστόν προαγορευθείσης ἐπαγγελίας φωτιστικόν· ἐν δέ πᾶσι τοῖς κατά Χριστόν πρός τοῖς εἰρημένοις καί ὡς υἱοθετικόν. Ὡς δέ σοφίας ποιητικόν ἐν οὐδενί τῶν εἰρημένων ἐστίν ἁπλῶς, πλήν τῶν συνιέντων καί ἑαυτούς διά τῆς ἐνθέου πολιτείας ἀξίους ποιησαμένων τῆς αὐτοῦ θεωτικῆς ἐνοικήσεως. Πᾶς γάρ μή ποιῶν τά θεῖα θελήματα, κἄν πιστός ᾗ, ἀσύνετον ἔχει τήν καρδίαν, ὡς πονηρῶν λογισμῶν ἐργαστήριον, καί τό σῶμα κατάχρεων ἁμαρτίαις, ὡς διαπαντός μολυσμοῖς παθῶν ἐνεχόμενον.


Γνώση

Ο ΘΕΟΣ πάντα τῇ ἀπείρῳ δυνάμει ποιήσας καὶ εἰς τὸ εἶναι παραγαγὼν συνέχει καὶ συνάγει καὶ περιγράφει καὶ ἀλλήλοις καὶ ἑαυτῷ προνοητικῶς ἐνδιασφίγγει τά τε νοητὰ καὶ τὰ αἰσθητά͵ καὶ περὶ ἑαυτὸν ὡς αἰτίαν καὶ ἀρχὴν καὶ τέλος πάντα περικρατῶν τὰ κατὰ τὴν φύσιν ἀλλήλων διεστηκότα͵ κατὰ μίαν τὴν πρὸς αὐτὸν ὡς ἀρχὴν σχέσεως δύναμιν ἀλλήλοις συννενευκότα ποιεῖ͵ καθ΄ ἣν εἰς ταυτότητα κινήσεώς τε καὶ ὑπάρξεως ἀδιάφθορον καὶ ἀσύγχυτον ἄγει τὰ πάντα πρὸς οὐδὲν οὐδενὸς τῶν ὄντων προηγουμένως κατὰ φύσεως διαφορὰν ἢ κινήσεως στασιάζοντός τε καὶ διαιρουμένου͵ πάντων πᾶσι κατὰ τὴν μίαν τῆς μόνης ἀρχῆς καὶ αἰτίας ἀδιάλυτον σχέσιν τε καὶ φρουρὰν ἀφύρτως συμπεφυκότων͵ τὴν πάσας τε καὶ ἐπὶ πᾶσι κατὰ τὴν ἑκάστου τῶν ὄντων φύσιν θεωρουμένας ἰδικὰς σχέσεις καταργοῦσάν τε καὶ ἐπικαλύπτουσαν͵ οὐ τῷ φθείρειν αὐτὰς καὶ ἀναιρεῖν καὶ μὴ εἶναι ποιεῖν͵ ἀλλὰ τῷ νικᾷν καὶ ὑπερφαίνεσθαι͵ ὥσπερ ὁλότης μερῶν ἢ καὶ αὐτῆς αἰτία τῆς ὁλότητος ἐπιφαινομένη͵ καθ΄ ἣν ἥ τε ὁλότης αὐτὴ καὶ τὰ τῆς ὁλότητος μέρη φαίνεσθαί τε καὶ εἶναι πέφυκεν ὡς ὅλην ἔχοντα τὴν αἰτίαν ἑαυτῶν ὑπερλάμπουσαν καὶ ὥσπερ ἥλιος ὑπερφανεὶς ἀστέρων καὶ φύσιν καὶ δύναμιν͵ οὕτω τὴν αὐτῶν ὡς αἰτιατῶν αἰτίαν καλύπτουσαν ὕπαρξιν. Πέφυκε γὰρ ὥσπερ ἐκ τῆς ὁλότητος τὰ μέρη͵ οὕτω δὲ κἀκ τῆς αἰτίας τὰ αἰτιατὰ καὶ εἶναι κυρίως καὶ γνωρίζεσθαι καὶ τὴν ἑαυτῶν σχολάζουσαν ἔχειν ἰδιότητα͵ ἡνίκα τῆς πρὸς τὴν αἰτίαν ἀναφορᾶς περιληφθέντα ποιωθῇ δι΄ ὅλου· κατὰ τὴν μίαν͵ ὡς εἴρεται͵ τῆς πρὸς αὐτὴν σχέσεως δύναμιν. Πάντα γὰρ ἐν πᾶσιν ὤν͵ ὁ ἀπείροις μέτροις ὑπὲρ πάντα Θεός͵ μονώτατος τοῖς καθαροῖς τὴν διάνοιαν ὁραθήσεται· ἡνίκα ὁ νοῦς τοὺς τῶν ὄντων θεωρητικῶς ἀναλεγόμενος λόγους εἰς αὐτὸν καταλήξει τὸν Θεόν͵ ὡς αἰτίαν καὶ ἀρχὴν καὶ τέλος τῆς τῶν ὅλων παραγωγῆς καὶ γενέσεως καὶ πυθμένα τῆς πάντων περιοχῆς ἀδιάστατον.


Κίνηση καὶ κατάπαυση

ΤΟΥΤΟΙΣ τινές ἐντυγχάνοντες τοῖς λόγοις, μηδένα, ὡς ἔοικεν, ὑπέρ τοῦ πονεῖν τῆς ζητήσεως ἔνεκεν τοῦ ἀληθοῦς μισθόν ἐκδεχόμενοι, πρός τό εὔκολον καί πολλάς ἔχον ἤδη ἐκ τῶν Ἑλληνικῶν δογμάτων τάς ἀφορμάς καταφεύγουσι, φάσκοντες τήν τέ ποτε οὖσαν κατά τό δόξαν αὐτοῖς τῶν λογικῶν ἑνάδα καθ᾿ ἥν συμφυεῖς ὄντες Θεῷ τήν ἐν αὐτῷ μόνην ἔχομεν καί ἵδρυσιν, προσέτι γε καί τήν γενομένην κίνησιν, ἐξ ἧς σκεδασθέντα διαφόρως τά λογικά πρός γένεσιν τοῦ σωματικοῦ τούτου κόσμου τόν Θεόν ἰδεῖν παρεσκεύασαν, χάριν τοῦ ἐνδῆσαι αὐτά σώμασιν ἐπί τιμωρίᾳ τῶν προημαρτημένων, διά τούτων αἰνίττεσθαι τῶν λόγων νομίζοντες τόν διδάσκαλον. Ἀλλ᾿ ἠγνόησαν ὡς ἀδύνατα ὑποτίθενται καί τῶν ἀμηχάνων καταστοχάζονται, καθώς προϊών μετά τοῦ εἰκότος ὁ ἀληθής ἀποδείξει λόγος.

Εἰ γάρ τό θεῖον ἀκίνητον, ὡς πάντων πληρωτικόν, πᾶν δέ τό ἐκ μή ὄντων τό εἶναι λαβόν καί κινητόν, ὡς πρός τινα πάντως φερόμενον αἰτίαν, οὔπω δέ οὐδέν κινούμενον ἔστη, ὡς τῆς κατ᾿ ἔφεσιν κινήσεως τήν δύναμιν μήπω τῷ ἐσχάτῳ προσαναπαῦσαν ὀρεκτῷ (οὐδέν γάρ ἱστᾷν ἄλλο τό φερόμενον κατά φύσιν πέφυκεν ἤ ἐκεῖνο δεικνύμενον), οὐδέν ἄρα κινούμενον ἔστη, ὡς τοῦ ἐσχάτου μήπω τυχόν ὀρεκτοῦ· ἐπεί μηδ᾿ ἐκεῖνό πω φανέν τῶν περί αὐτό φερομένων τήν κίνησιν ἔστησεν. Εἰ δέ τοῦτό ποτε γεγενῆσθαι ἐξ ἐπιτάγματος κελεύουσι, καί τῆς ἐν ἐσχάτῳ καί μόνῳ ὀρεκτῷ ἱδρύσεώς τε καί μονῆς παρακινηθέντα τά λογικά τόν σκεδασμόν ἔλαβεν, ἵνα μή λέγων ἐρεσχελῶ, τίς ἡ ἀπόδειξις, τάς αὐτάς ἐπί τοῖς αὐτοῖς ἐπ᾿ ἄπειρον ἕξειν τά λογικά μετεμπτώσεις ἐξ ἀνάγκης εἰκότως ὑποθήσονται. Οὗτινος γάρ διά τῆς πείρας καταφρονεῖν ἅπαξ δεδύνηνται, καί εἰς ἀεί δυνήσεσθαι οὐδείς ὁ κωλύσων ἔστι λόγος. Τοῦ δέ οὕτω φέρεσθαι τά λογικά καί μηδεμίαν ἔχειν ἤ ἐλπίζειν βάσιν ἀμετάθετον τῆς ἐν τῷ καλῷ παγιότητος, τί ἄλλο γένοιτ' ἄν ἐλεεινότερον;

Εἰ δέ δύνασθαι μέν φαῖεν, μή βούλεσθαι δέ, διά τήν γενομένην πεῖραν τοῦ ἐναντίου, καί οὕτως οὐ δι᾿ ἑαυτό, ὡς καλόν, ἀλλά διά τό ἐναντίον τό καλόν αὐτοῖς ἔσται ἐξ ἀνάγκης στεργόμενον, ὡς οὐ φύσει ἤ κυρίων ὄν ἐραστόν. Πᾶν γάρ ὅ μή δι᾿ ἑαυτό ἀγαθόν ἐστι καί ἐραστόν καί πάσης ἐλκτικόν κινήσεως οὐ κυρίως καλόν. Καί διά τοῦτο οὐδέ καθεκτικόν εἰκότως τῆς τῶν ἐπ᾿ αὐτῷ ἡδομένων ἐφέσεως, ἀλλά καί χάριν λοιπόν ὁμολογήσαιεν ἄν τῷ κακῷ οἱ τοῦτο περιέποντες τό φρόνημα, ὡς δι᾿ αὐτοῦ τό δέον διδαχθέντες καί τήν ἐν τῷ καλῷ πῆξιν πῶς ἔχειν μεταμαθόντες καί γένεσιν αὐτό ἀναγκαίως εἴποιεν ἄν, εἴπερ ἑαυτοῖς στοιχεῖν διέγνωσαν, καί τῆς φύσεως αὐτῆς χρησιμωτέραν, ὡς τοῦ συμφέροντος κατ᾿ αὐτούς οὖσαν διδακτικήν, καί τοῦ πάντων τιμιωτέρου κτήματος, τῆς ἀγάπης λέγω, γεννητικήν, καθ᾿ ἥν πέφυκε πάντα τά ἐκ Θεοῦ γινόμενα εἰς Θεόν συνάγεσθαι μονίμως τε καί ἀπαρατρέπτως.

Καί πάλιν, τῶν ἐκ Θεοῦ γενομένων νοητῶν τε καί αἰσθητῶν ἡ γένεσις τῆς κινήσεως προεπινοεῖται. Οὐ γάρ οἷόν τε πρό γενέσεως εἶναι κίνησιν. Τῶν γάρ γενομένων ἡ κίνησις, ἥτε νοητῶν, νοητή, ἤ τε αἰσθητῶν, αἰσθητή. Οὐδέν γάρ τῶν γενομένων ἐστί τό παράπαν τῷ καθ᾿ αὑτό λόγῳ ἀκίνητον, οὐδ᾿αὐτῶν τῶν ἀψύχων καί αἰσθητῶν, ὡς τοῖς ἐπιμελεστέροις τῶν ὄντων θεάμοσιν ἔδοξε. Κινεῖσθαι γάρ πάντα ἔφασαν, ἤ κατ᾿ εὐθεῖαν, ἤ κατά κύκλον, ἤ ἐλικοειδῶς. Πᾶσα γάρ κίνησις τῷ ἁπλῷ καί τῷ συνθέτῳ περιέχεται τρόπῳ. Εἰ τοίνυν προεπονοεῖται τῶν ὧν ἐστι κινήσεως ἡ γένεσις, ἐπιθεωρεῖται δή τῆς ὧν ἐστι γενέσεως ἡ κίνησις, ὡς μετ᾿ αὐτήν κατεπίνοιαν οὖσα. Ταύτην δέ τήν κίνησιν δύναμιν καλοῦσιν φυσικήν, πρός τό κατ᾿ αὐτήν τέλος ἐπειγομένην, ἤ πάθος, ἤτοι κίνησιν, ἐξ ἑτέρου πρός ἕτερον γινομένην, τέλος ἔχουσαν τό ἀπαθές, ἤ ἐνέργειαν δραστικήν, τέλος ἔχουσαν τό αὐτοτελές. Οὐδέν δέ τῶν γενητῶν ἑαυτοῦ τέλος ἐστίν, ἐπειδή οὔτε αὐταίτιον, ἐπεί καί ἀγένητον καί ἄναρχον καί ἀκίνητον, ὡς πρός μηδέν πῶς ἔχον κινηθῆναι. Ἐκβαίνει γάρ τῶν ὄντων τήν φύσιν, ὡς οὐδενός ἕνεκεν ὄν, εἴπερ ἀληθής ὁ περί αὐτοῦ ὁρισμός, κἄν ἀλλότριος ᾗ ὁ λέγων. Τέλος ἐστίν οὗ ἕνεκεν τά πάντα, αὐτό δέ οὐδενός ἕνεκεν. Οὐδέ αὐτοτελές, ἐπεί καί ἀνενέργητον, ὡς πλῆρες, καί ὡσαύτως καί μηδαμόθεν τό εἶναι ἔχον. Τό αὐτοτελές γάρ πως καί ἀναίτιον. Οὐδ᾿ ἀπαθές, ἐπεί καί μόνον καί ἄπειρον καί ἐπερίγραφον. Οὐ γάρ πάσχειν πέφυκε καθόλου τό ἀπαθές, τῷ μητ᾿ ἐρᾷν ἄλλου, ἤ κινεῖσθαι πρός ἄλλο τι κατ᾿ ἔφεσιν.

Οὐδέν ἄρα τῶν γενητῶν κινούμενον ἔστη, ὡς τῆς πρώτης καί μόνης αἰτίας, ἐξ ἧς τό εἶναι τοῖς οὖσι περίεστι, μήπω τυχόν, ἤ τοῦ ἐσχάτου ἐντός γενόμενον ὀρεκτοῦ, ἵν' ἐκ προγεγενημένης ἑνάδος ὁ τῶν λογικῶν σκεδασμός ἑαυτῷ τήν τῶν σωμάτων γένεσιν ἀκολούθως συνεισκομίσας νομισθῇ. Καί μαρτυροῦσι Μωϋσῆς καί Δαβίδ καί Παῦλος οἱ ἅγιοι, καί ὁ τούτων Δεσπότης Χριστός, ὁ μέν, Μή γεύσασθαι τοῦ ξύλου τῆς ζωῆς τόν προπάτορα ἱστορήσας, καί ἄλλοθι εἰπών Οὐ γάρ ἥκατε ἕως τοῦ νῦν εἰς τήν κατάπαυσιν καί εἰς τήν κληρονομίαν, ἥν Κύριος ὁ Θεός ἡμῶν δίδωσιν ὑμῖν. Ὁ δέ, Χορτασθήσομαι βοῶν ἐν τῷ ὀφθῆναί μοι τήν δόξαν σου· καί, Ἐδίψησεν ἡ ψυχή μου πρός τόν Θεόν τόν ἰσχυρόν τόν ζῶντα, πότε ἥξω καί ὀφθήσομαι τῷ προσώπῳ τόν Θεόν. Ὁ δέ Φιλιππησίοις μέν γράφων, Εἴ πως καταντήσω εἰς τήν ἐξανάστασιν τῶν νεκρῶν, οὐχ ὅτι ἤδη ἔλαβον ἤ τετελείωμαι, διώκω δέ εἴ γε καταλάβω, ἐφ᾿ ᾧ καί κατελήφθην ὑπό Ἰησοῦ Χριστοῦ. Ἑβραίοις δέ, Ὁ γάρ εἰσελθών εἰς τήν κατάπαυσιν αὐτοῦ καί αὐτός κατέπαυσεν ἀπό τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπό τῶν ἰδίων, ὁ Θεός· Καί πάλιν ἐν τῇ αὐτῇ Ἐπιστολῇ μηδένα κομίσασθαι τάς ἐπαγγελίας διαβεβαιούμενος. Ὁ δέ, Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες και πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς.

Οὔπω οὖν οὐδαμῶς οὐδέν τῶν γενητῶν τήν φυσικήν δύναμιν πρός τό κατ᾿ αὐτήν τέλος κινουμένην ἔστησεν, οὐδέ τῆς ἐνεργείας ἐπαύσατο τῷ κατ᾿ αὐτήν τέλει προσερεῖσαν αὐτήν, οὐδέ τοῦ κατά κίνησιν πάθους τόν καρπόν ἐδρέψατο, τό ἀπαθές, φημί, καί ἀκίνητον. Μόνου γάρ Θεοῦ τό τέλος εἶναι καί τό τέλειον καί τό ἀπαθές, ὡς ἀκινήτου καί πλήρους καί ἀπαθοῦς, τῶν γενητῶν δέ τό πρός τέλος ἄναρχον κινηθῆναι καί ἀπόσῳ τέλει παῦσαι τήν ἐνέργειαν, καί παθεῖν, ἀλλ᾿ οὐκ εἶναι ἤ γενέσθαι κατ᾿ οὐσίαν τό ἄποιον· πᾶν γάρ γενητόν καί κτιστόν οὐκ ἄσχετον δηλονότι. Εὐγνωμόνως δέ τοῦ πάθους ἀκουστέον· οὐ γάρ τό κατά τροπήν ἤ φθοράν δυνάμεως ἐνταῦθα δηλοῦται πάθος, ἀλλά τό φύσει συνυπάρχον τοῖς οὖσι. Πάντα γάρ ὅσα γέγονε πάσχει τί κινεῖσθαι, ὡς μή ὄντα αὐτοκίνησις ἤ αὐτοδύναμις.

Εἰ τοίνυν γενητά ὑπάρχει τά λογικά καί κινεῖται πάντως, ὡς ἐξ ἀρχῆς κατά φύσιν διά τό εἶναι πρός τέλος κατά γνώμην διά τό εὖ εἶναι κινούμενα. Τέλος γάρ τῆς τῶν κινουμένων κινήσεως αὐτό τό ἐν τῷ ἀεί εὖ εἶναί ἐστιν, ὥσπερ καί ἀρχή αὐτό τό εἶναι ὅπερ ἐστίν ὁ Θεός, ὁ καί τοῦ εἶναι δοτήρ καί τοῦ εὖ εἶναι χαριστικός, ὡς ἀρχή καί τέλος· ἐξ αὐτοῦ γάρ καί τό ἁπλῶς κινεῖσθαι ἡμᾶς, ὡς ἀρχῆς, καί τό πῶς κινεῖσθαι πρός αὐτόν ὡς τέλος ἐστίν. Εἰ δέ κινεῖται ἀναλόγως ἑαυτῷ νοερῶς τό νοερόν, καί νοεῖ πάντως· εἰ δέ νοεῖ, καί ἐρᾷ πάντως τοῦ νοηθέντος· εἰ δ᾿ ἐρᾷ, καί πάσχει πάντως τήν πρός αὐτό ὡς ἐραστόν ἔκστασιν· εἰ δέ πάσχει, δηλονότι καί ἐπείγεται· εἰ δέ ἐπείγεται, καί ἐπιτείνει πάντως τό σφοδρόν τῆς κινήσεως· εἰ δέ ἐπιτείνει σφοδρῶς τήν κίνησιν, οὐχ ἵσταται μέχρις ἄν γένηται ὅλον ἐν τῷ ἐραστῷ ὅλῳ καί ὑφ᾿ ὅλου περιληφθῇ, ἐκουσίως ὄλον κατά προαίρεσιν τήν σωτήριον περιγραφήν δεχόμενον, ἵν᾿ ὅλον ὅλῳ ποιωθῇ τῷ περιγραφόντι, ὡς μηδ' ὅλως λοιπόν βούλεσθαι ἐξ ἑαυτοῦ αὐτό ἐκεῖνο ὅλον γνωρίζεσθαι δύνασθαι τό περιγραφόμενον, ἀλλ᾿ ἐκ τοῦ περιγράφοντος· ὡς ἀήρ δι᾿ ὅλου πεφωτισμένος φωτί, καί πυρί σίδηρος, ὅλος ὅλῳ πεπυρακτωμένος, ἤ εἴ τι ἄλλο τῶν τοιούτων ἐστίν.

Ἐξ ὧν στοχαστικῶς τήν ἐσομένην, ἀλλ᾿ οὐ τήν γεγενημένην καί παραφθαρεῖσαν, τοῖς ἀξίοις τῆς ἀγαθότητος μετουσίαν κατ᾿ εἰκασίαν μόνον λαμβάνομεν, ἐπειδή καί ὑπέρ ταῦτα πάντα τά ἐλπιζόμενά ἐστιν, ὡς ὄψεως ὄντα κατά τό γεγραμμένον, καί ἀκοῆς καί διανοίας ἐπέκεινα. Καί τοῦτό ἐστιν ἴσως ἡ ὑποταγή ἥν ὁ θεῖος Ἀπόστολός φησι τῷ Πατρί τόν Υἱόν ὑποτάσσειν, τούς ἑκουσίως δεχομένους τό ὑποτάσσεσθαι, μεθ᾿ ἥν, ὁ ἔσχατος ἐχθρός καταργεῖται ὁ θάνατος, ὡς τοῦ ἐφ᾿ ἡμῖν, ἤγουν τοῦ αὐτεξουσίου, δι᾿οὗ πρός ἡμᾶς ποιούμενος τήν εἴσοδον ἐπεκύρου καθ᾿ ἡμῶν τό τῆς φθορᾶς κράτος, ἑκουσίως καθ᾿ ὅλου ἐκχωρηθέντος Θεῷ καί καλῶς βασιλεύοντος τό βασιλεύεσθαι, τῷ ἀργεῖν τοῦ τι ἐθέλειν παρ᾿ ὅ θέλει Θεός· ὥσπερ φησίν αὐτόν ἐν ἑαυτῷ τυπῶν τό ἡμέτερον ὁ Σωτήρ πρός τόν Πατέρα· Πλήν οὐχ ὡς ἐγώ θέλω, ἀλλ᾿ ὡς σύ. Καί μετ᾿ αὐτόν ὁ θεσπέσιος Παῦλος, ὥσπερ ἑαυτόν ἀρνησάμενος καί ἰδίαν ἔχειν ἔτι ζωήν μή εἰδώς· Ζῶ γάρ οὐκ ἔτι ἐγώ· ζῇ γάρ ἐν ἐμοί Χριστός.

Μή ταραττέτω δέ ὑμᾶς τό λεγόμενον. Οὐ γάρ ἀναίρεσιν τοῦ αὐτεξουσίου γένεσθαί φημι, ἀλλά θέσιν μᾶλλον τήν κατά φύσιν παγίαν τε καί ἀμετάθετον, ἤγουν ἐκχώρησιν γνωμικήν, ἵν᾿ ὅθεν ἡμῖν ὑπάρχει τό εἶναι καί τό κινεῖσθαι λαβεῖν ποθήσωμεν, ὡς τῆς εἰκόνος ἐνελθούσης πρός τό ἀρχέτυπον, καί σφραγίδος δίκην ἐκτυπώματι καλῶς ἡρμοσμένης τῷ ἀρχετύπῳ, καί ἄλλοθι φέρεσθαι μήτ᾿ ἐχούσης λοιπόν μήτε δυναμένης, ἤ σαφέστερον εἰπεῖν καί ἀληθέστερον, μήτε βούλεσθαι δυναμένης, ὡς τῆς θείας ἐπειλημμένης ἐνεργείας, μᾶλλον δέ Θεός τῇ θεώσει γεγενημένης, καί πλέον ἡδομένης τῇ ἐκστάσει τῶν φυσικῶς ἐπ᾿ αὐτῆς καί ὄντων καί νοουμένων, διά τήν ἐκνικήσασαν αὐτήν χάριν τοῦ Πνεύματος, καί μόνον ἔχουσαν ἐνεργοῦντα τόν Θεόν δείξασαν, ὥστε εἶναι μίαν καί μόνην διά πάντων ἐνέργειαν, τοῦ Θεοῦ καί τῶν ἀξίων Θεοῦ, μᾶλλον δέ μόνου Θεοῦ, ὡς ὅλον ὅλοις τοῖς ἀξίοις ἀγαθοπρεπῶς περιχωρήσαντος. Ἀνάγκη γάρ πᾶσα τῆς κατ᾿ ἔφεσιν τά πάντα περί τι ἄλλο παύσασθαι ἐξουσιαστικῆς κινήσεως, τοῦ ἐσχάτου φανέντος ὀρεκτοῦ καί μετεχομένου, καί ἀναλόγως τῇ τῶν μετεχόντων δυνάμει ἀχωρήτως, ἵν᾿ οὔτως εἴπω, χωρουμένου· πρός ὅ πᾶσα σπεύδει πολιτεία τοῦ ὑψηλοῦ καί διάνοια, “καί εἰς ὅ πᾶσα ἔφεσις ἵσταται, καί ὑπέρ ὅ οὐδαμῶς φέρεται· οὔτε γάρ ἔχει, καί πρός ὅ τείνει πᾶσα σπουδαίου κίνησις, καί οὗ γενομένοις πάσης θεωρίας ἀνάπαυσις”, φησίν ὁ μακάριος οὗτος διδάσκαλος. Οὔτε γάρ ἔστι τι ἐκτός Θεοῦ τότε δεικνύμενον, ἤ Θεῷ ἀντισηκοῦσθαι δοκοῦν, ἵνα τινός ἔφεσιν πρός αὐτό ῥέψαι δελεάσῃ, πάντων περιληφθέντων αὐτῷ νοητῶν τε καί αἰσθητῶν κατά τήν ἄφραστον αὐτοῦ ἔκφανσιν καί παρουσίαν, ὡς οὐδ᾿ ἐν ἡμέρᾳ τά ἀστρῷα φῶτα καί αὐτά καλυπτόμενα, καί οὐδ᾿ ὅτι εἰσίν ὄσον αἰσθήσει γνωριζόμενα.

Ἐπί Θεοῦ δέ καί πλέον, ὅσον ἀκτίστου καί κτιστῶν ἄπειρον τό μέσον ἐστί καί διάφορον. Τότε γάρ καί τήν κατ᾿ οὐσίαν ὕπαρξιν τῶν ὄντων κατά τό τί καί πῶς καί ἐπί τίνι εἶναι, ὡς οἶμαι, μανθάνοντες πρός τι ἐφετῶς ἔστι κατά γνῶσιν οὐ κινηθησόμεθα, τῆς ἑκάστου καί ἐφ᾿ ἑκάστου τῶν μετά Θεόν γνώσεως ἡμῖν περατωθείσης, καί τῆς ἀπείρου καί θείας καί ἀπεριλήπτου ἀπολαυστικῶς ἡμῖν ἀναλόγως ὑποκειμένης τε μόνης καί μετεχομένης. Καί τοῦτό ἐστι τό πάνυ φιλοσοφούμενον κατά τοῦτον τόν θεοφόρον διδάσκαλον, “ἐπιγνώσεσθαι ἡμᾶς ποτε ὅσον ἐγνώσμεθα, ἐπειδάν τό θεοειδές τοῦτο καί θεῖον φάσκοντος τόν ἡμέτερον νοῦν τε καί λόγον τῷ οἰκείῳ προσμίξωμεν, καί ἡ εἰκών ἀνέλθῃ πρός τό ἀρχέτυπον, οὗ νῦν ἔχει τήν ἔφεσιν” ... Τί γάρ θεώσεως τοῖς ἀξίοις ἐρασμιώτερον, καθ᾿ ἥν ὁ Θεός θεοῖς γενομένοις ἑνούμενος τό πᾶν ἑαυτοῦ ποιεῖται δι᾿ ἀγαθότητα; Διό καί ἡδονήν καί πεῖσιν καί χαράν καλῶς ὠνόμασαν τήν τοιαύτην κατάστασιν, τήν τῇ θείᾳ κατανοήσει καί τῇ ἑπομένῃ αὐτῇ τῆς εὐφροσύνης ἀπολαύσει, ἡδονήν μέν, ὡς τέλος οὖσαν τῶν κατά φύσιν ἐνεργειῶν (οὕτω γάρ τήν ἡδονήν ὁρίζονται), πεῖσιν δέ ὡς ἐκστατικήν δύναμιν, πρός τό ποιοῦν τό πάσχον ἐνάγουσαν, κατά τήν ἀποδοθεῖσαν τοῦ ἀέρος πρός τό φῶς καί τοῦ πυρός πρός τόν σίδηρον παραδειγματικήν αἰτίαν, καί πείθουσαν φυσικῶς καί ἀληθῶς μή ἄλλο τι εἶναι παρά τοῦτο τῶν ὄντων κεφάλαιον, ᾗ τό ἀπαθές δεόντως ἀκολουθεῖ, χαράν δέ ὡς μηδέν ἔχουσαν ἀντικείμενον μήτε παρελθόν μήτε μέλλον. Τήν χαράν γάρ φασι μήτε λύπην ἐπίστασθαι παρελθοῦσαν, μήτε τόν ἐκ φόβου κόρον ἐπιδέχεσθαι προσδοκώμενον, ὥσπερ ἡ ἡδονή.

Ὅθεν καί ὡς ἐνδεικτικήν προσηγορίαν τῆς μελλούσης ἀληθείας ὑπάρχουσαν τήν χαράν ἐκύρωσαν πανταχοῦ οἵ τε θεόπνευστοι λόγοι καί οἱ ἐξ αὐτῶν τά θεῖα σοφισθέντες μυστήρια Πατέρες ἡμῶν. Εἰ τοίνυν ὡς ἐν ἐπιδρομῇ, κατ᾿ ἐμέ φάναι τόν μικρόν, φυσικῶς τε καί Γραφικῶς καί Πατρικῶς δέδεικται, ὡς οὐδέν τῶν γενητῶν πώποτε κινούμενον ἔστη, οὐδέ τῆς ἐπ᾿ αὐτό κατά τόν θεῖον σκοπόν ἐπελάβετο λήξεως, πρός δέ τούτοις καί ὡς ἀμήχανον τῆς ἐν τῷ Θεῷ μονιμότητος τῶν ἀξιουμένων παρεγκλιθῆναι τό βάσιμον. Πῶς γάρ ἐστι δυνατόν, ἵνα τοῖς εἰρημένοις μικράν τινα πρός βεβαίωσιν τήν ἐκ λογισμῶν δῶμεν βοήθειαν, τούς ἅπαξ ἐν τῷ Θεῷ ὑπαρκτικῶς γενομένους τόν ὑβριστήν κατά τήν ἔφεσιν ὑποδέξασθαι κόρον, παντός κόρου κατά τόν ἴδιον λόγον τε καί ὅρον ὀρέξεως τυγχάνοντος σβεστικοῦ, καί κατά δύο συνισταμένου τρόπους. Ἤ γάρ τά ὑποκείμενα ὡς μικρά περιγράφουσα ἡ ὄρεξις σβέννυται, ἤ ἀτιμάζουσα ὡς αἰσχρά τε καί εἰδεχθῆ βδελύσσεται, ὑφ᾿ ὧν ὁ κόρος γίνεσθαι πέφυκεν. Ὁ δέ Θεός φύσει ὑπάρχων ἄπειρός τε καί τίμιος ἐπιτείνειν μᾶλλον τῶν ἀπαλαυόντων αὐτοῦ διά τῆς μετοχῆς πρός τό ἀόριστον τήν ὄρεξιν πέφυκεν.


Σύμφωνα μὲ τὴν πίστη καθενός

Ο ΓΝΩΣΕΩΣ ἐφιέμενος, ἀμετακινήτους τάς βάσεις τῆς ψυχῆς ἐρεισάτω παρά τῷ Κυρίῳ, καθά φησιν ὁ Θεός τῷ Μωϋσῇ· Σύ δέ αὐτοῦ στῆθι μετ᾿ ἐμοῦ. Ἰστέον δέ, ὅτι καί ἐν αὐτοῖς τοῖς ἱσταμένοις παρά τῷ Κυρίῳ ἐστί διαφορά· εἴπερ ἐκεῖνο μή παρέργως ἀναγινώσκεται τοῖς φιλομαθέσι, τό, Εἰσί τινες τῶν ὧδε ἑστώτων, οἵτινες οὐ μή γεύσωνται θανάτου, ἕως ἄν ἴδωσι τήν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. Οὐ γάρ πᾶσιν ἀεί μετά δόξης ὁ Κύριος ἐπιφαίνεται τοῖς παρ᾿ αὐτῷ ἱσταμένοις, ἀλλά τοῖς μέν εἰσαγομένοις, ἐν δούλου μορφῇ παραγίνεται· τοῖς δέ δυνάμενοις ἀκολουθῆσαι αὐτῷ ἐπί τό ὑψηλόν ἀναβαίνοντι τῆς αὐτοῦ μεταμορφώσεως ὄρος, ἐν μορφῇ Θεοῦ ἐπιφαίνεται· ἐν ᾗ ὑπῆρχε, πρό τοῦ τόν κόσμον εἶναι. Δυνατόν οὖν ἐστι, μή κατά τό αὐτό τόν αὐτόν πᾶσι τοῖς παρ᾿ αὐτῷ τυγχάνουσιν ἐπιφαίνεσθαι Κύριον· ἀλλά τοῖς μέν οὕτως, τοῖς δέ ἑτέρως, κατά τό μέτρον τῆς ἐν ἑκάστῳ πίστεως δηλονότι ποικίλλων τήν θεωρίαν.


Βάπτισμα

ΟΙ ΜΕΝ δι᾿ ὕδατος ἀναγεννῶνται καί Πνεύματος· οἱ δέ, ἐν Πνεύματι ἁγίῳ καί πυρί τό βάπτισμα δέχονται. Τά τέσσαρα δέ ταῦτα, τό ὕδωρ τέ φημι καί τό πνεῦμα καί τό πῦρ καί τό Πνεῦμα τὸ ἅγιον, τό ἕν καί τό αὐτό Πνεῦμα νοῶ τοῦ Θεοῦ. Τοῖς μέν γάρ ὕδωρ ἐστί τό Πνεῦμα τό ἅγιον, ὡς ῥυπτικόν τῶν ἐκτός περί τό σῶμα μολυσμῶν· τοῖς δέ πνεῦμα μόνον, ὡς ἐνεργητικόν τῶν κατ᾿ ἀρετήν ἀγαθῶν· τοῖς δέ πῦρ, ὡς καθαρτικόν τῶν ἐντός κατά τό βάθος περί ψυχήν κηλίδων· τοῖς δέ κατά τόν μέγαν Δανιήλ, Πνεῦμα ἅγιον, ὡς σοφίας καί γνώσεως χορηγόν. Ἐκ γάρ τῆς διαφόρου περί τό ὑποκείμενον ἐνεργείας, διαφόρους λαμβάνει τό ἕν καί αὐτό Πνεῦμα τάς προσηγορίας.


Ἀπ' ὅλη τὴν ψυχή σου

ΕΠΙΚΟΥΦΙΣΩΜΕΝ συμπαθῶς τοῦ πένητος τήν συμφοράν, καί μετριωτέραν αὐτῷ καταστῆσαι τήν ἔνδειαν μή ἀμελήσωμεν. Τῶν γυμνῶν περιστεῖλαι τήν γύμνωσιν, τό δοθέν ἡμῖν αἰδούμενοι τῆς ἀφθαρσίας ἔνδυμα μή ἀναβαλώμεθα. Τοῖς ἐν κακώσει φρουρᾶς τρυχομένοις καί ἀσθενείᾳ σώματος, καί βάρει ξενητείας πιεζομένοις συναλγήσωμεν, καί τά δυσχερῆς τῶν ἄλλων οἰκειοῦσθαι σπουδάσωμεν, ἵνα τόν τάς ἀσθενείας ἡμῶν ἀναλαβόντα καί τάς νόσους βαστάσαντα, περί τό ὁμόφυλον μιμησάμενοι καί τήν αὐτοῦ δι᾿ ἡμᾶς φιλάνθρωπον κένωσιν τοῖς ἔργοις τιμήσαντες, τῆς αὐτοῦ καί ἡμεῖς ἄξιοι γενέσθαι δυνηθῶμεν ἐπόπται δόξης καί μέτοχοι· μή δόξης ἕνεκεν τῆς παρά τῶν ἀνθρώπων ταῦτα ἐπιτηδεύοντες, ἧς μετά τήν παροῦσαν ζωήν ὑφέστηκε πρός ἀποδοχῆς λόγον, οὐδέν, ἀλλ᾿ ὅλου Θεοῦ τῇ ἀληθείᾳ γενόμενοι καί ὡς αὐτόν πάντα πᾶσι καί ὄντα καί γινόμενον διά τῆς εἰς ἀλλήλους φιλανθρωπίας θεραπεύοντες, πάντα καί λέγωμεν καί πράττωμεν, δι᾿ ὧν αὐτῷ εὐαρεστήσομεν. Οὕτω γάρ ταῖς κατά μέρους εἰς ἀρετήν προκοπαῖς καί τήν θείαν ποτέ μετελθεῖν δεόντως φιλοσοφίαν σύν Θεῷ φᾶναι δυνησόμεθα καί πρός τόν ἄνω βίον μεθαρμοσθῆναι, πάντων καταφρονήσαντες τῶν ἐπί γῆς, κρεῖττον καί τιμιώτερον τήν ἐσχάτης ἔχειν παρά Θεῷ μᾶλλον ἡγούμενοι τάξιν ἤ παρά τῷ κάτω βασιλεῖ τά πρῶτα φέρειν τῶν ἐπί γῆς, καθ᾿ ἥν ἑαυτοῖς προσλαβεῖν ἀρχόμενοι καί καθ᾿ ἡσυχίαν ἡρέμα τά τῆς ψυχῆς αἰσθητήρια ἐμφρόνως ὁρᾷν τήν κτίσιν ἐθίσαντες, κέρδος μέγιστον ἀπενεγκώμεθα τό καλῶς ὁδηγηθῆναι διά τῆς τῶν ὁρατῶν ταραχῆς καί ἀστασίας ἐπί τά ἑστῶτα καί μή κινούμενα· ἀλλά μή ἐναπομένειν αὐτοῖς καί ἐνεσχεθῆναι ἀνέχεσθαι· ἐξ οὗ, τῶν μέν τό ἄτακτον μισήσαντες, τῶν δέ τό βάσιμον ποθήσαντες, ἀβύσσῳ ἄβυσσον ἐπικαλεσόμεθα, διά τῶν ἐν τοῖς ὁρατοῖς μεγαλουργιῶν τούς ἐν τοῖς νοητοῖς ὡς ἐφικτόν ἀνθρώποις κατανοοῦντες λόγους καί οὕτως ἀτεχνῶς δι᾿ ἀφθεγξίας τῷ ἀδύτῳ τῶν ἀδύτων παρακύψαντες, τό ἑαυτῶν εὐτελές ἐπιγνωσόμεθα διδασκόμενοι μυστικῶς διά τῶν λογίων τοῦ Πνεύματος, πῶς ὄντες γῆ καί σποδός θείας μεταποιούμεθα δόξης τῇ τοῦ εὐδοκήσαντος χάριτι καί τό τῇ φύσει εὐτελές καί ἀπόπτυστον πρός ποίαν μετασκευάζεται μακαριότητα καί οὕτω τοῖς τοῦ ἀπείρου καταπλαγέντες θεάμασι, τό ἰσχυρόν φυλακτήριον τῶν ἀρετῶν, λέγω δή τήν ταπείνωσιν, Θεοῦ δῶρον μέγιστον καί πρῶτον, τῆς ἀληθοῦς φιλοσοφίας καρπόν οὖσαν δρεψόμεθα, δι᾿ ἧς νεκροῦντες τῶν παθῶν τά αἴτια, φημί δή τάς αἰσθήσεις, μετά τῆς πρός αὐτάς τῶν αἰσθητῶν συγγενοῦς οἰκειότητος, κόσμου παντελῶς ἑαυτούς ἀποτέμνομεν, ὥστε ἀνεπιθολώτῳ ψυχῆς ὄμματι ἐπιβάλλειν δύνασθαι τοῖς νοητοῖς, ἐξ ὧν ἤ μεθ᾿ ἅ τήν ψυχήν ἤδη ἀληθῶς τῇ ταπεινώσει ποιωθεῖσαν καί λοιπόν ἱκανήν γενομένην θείας ἐμφάσεως δέξασθαι εἰκόνα, παραλαβοῦσα ἡ θεία ἀγάπη φίλους ἡμᾶς ἀντί δούλων ἐργάζεται, τό τοῦ νόμου κεφάλαιον, τό, Ἀγαπήσεις Κύριον τόν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καί ἐξ ὅλης τῆς ψυχῆς σου, καί τά ἑξῆς, χαριζομένη, ἐν τῷ μηδεμίαν τῶν ἐν ἡμῖν νοερῶν δυνάμεων πρός ἄλλο τι παντελῶς ἤ πρός Θεόν ἀῤῥενωπῶς συγχωρεῖν ἀνατείνεσθαι.


Ὁ Θεὸς εἶναι Νόηση

ΠΑΣΑ νόησις, πλήθους· ἢ τουλάχιστον, δυάδος πάντως ἔμφασιν ἔχει. Μέση γάρ ἐστι τινῶν ἀκροτήτων σχέσις, ἀλλήλοις συνάπτουσα τό τε νοοῦν καὶ τὸ νοούμενον. Οὐδέτερον δὲ διόλου τὴν ἁπλότητα πέφυκε σώζειν. Τό τε γὰρ νοοῦν, ὑποκείμενόν τί ἐστι, πάντως συνεπινοουμένην αὐτῷ τὴν τοῦ νοεῖν ἔχον δύναμιν. Καὶ τὸ νοούμενον ὑποκείμενόν τι πάντως ἐστίν, ἢ ἐν ὑποκειμένῳ· συνεπινοουμένην αὐτῷ τὴν τοῦ νοεῖσθαι δύναμιν ἔχον· ἢ προϋποκειμένην τήν, οὗ ἐστι δύναμις, οὐσίαν. Οὐ γάρ τι τῶν ὄντων τὸ σύνολον αὐτὸ καθ᾿ αὑτὸ ἁπλῆ τις οὐσία ἢ νόησίς ἐστιν, ἵνα καὶ μονὰς ἀδιαίρετος. Τὸν δὲ Θεόν, εἴτε οὐσίαν εἴπωμεν, οὐκ ἔχει φυσικῶς συνεπινοουμένην αὐτῷ τὴν τοῦ νοεῖσθαι δύναμιν, ἵνα μὴ σύνθετος· εἴτε νόησιν, οὐκ ἔχει φυσικῶς δεκτικὴν τῆς νοήσεως ὑποκειμένην οὐσίαν· ἀλλ᾿ αὐτὸς κατ᾿ οὐσίαν νόησίς ἐστιν ὁ Θεός· καὶ ὅλος νόησις καὶ μόνον· καὶ αὐτὸς κατὰ τὴν νόησιν οὐσία καὶ ὅλος οὐσία καὶ μόνον· καὶ ὑπὲρ οὐσίαν ὅλος καὶ ὑπέρ νόησιν ὅλος, διότι καὶ μονὰς ἀδιαίρετος καὶ ἀμερὴς καὶ ἁπλῆ. Ὁ τοίνυν καθ᾿ ὁτιοῦν νόησιν ἔχων, οὔπω τῆς δυάδος ἐξῆλθεν· ὁ δὲ ταύτην πάμπαν ἀπολιπών, γέγονε ποσῶς ἐν τῇ μονάδι, τὴν τοῦ νοεῖν ὑπεροχικῶς ἀποθέμενος δύναμιν.


Πῶς γνωρίζει ὁ Θεὸς τὰ ὄντα

ΕΡΩΤΗΘΕΝΤΕΣ ὑπό τινων τῶν ἔξω παίδευσιν γαύρων, πῶς γινώσκειν τά ὄντα τόν Θεόν δοξάζουσιν οἱ Χριστιανοί, ὑπειληφότων ἐκείνων, νοερῶς τά νοητά, καί αἰσθητικῶς τά αἰσθητά, γινώσκειν αὐτόν τά ὄντα ἀπεκρίναντο, μήτε αἰσθητικῶς τά αἰσθητά, μήτε νοερῶς τά νοητά. Οὐ γάρ εἶναι δυνατόν τόν ὑπέρ τά ὄντα κατά τά ὄντα τῶν ὄντων ἀντιλαμβάνεσθαι· ἀλλ᾿ ὡς ἴδια θελήματα γινώσκειν αὐτόν τά ὄντα φαμέν, προσθέντες καί τοῦ λόγου τό εὔλογον. Εἰ γάρ θελήματι τά πάντα πεποίηκε, καί οὐδείς ἀντερεῖ λόγος, γινώσκειν δέ τό ἴδιον θέλημα τόν Θεόν εὐσεβές τε λέγειν ἀεί καί δίκαιόν ἐστιν, ἕκαστον δέ τῶν γεγονότων θέλων πεποίηκεν, ἄρα ὡς ἴδια θελήματα ὁ Θεός τά ὄντα γινώσκει, ἐπειδή καί θέλων τά ὄντα πεποίηκεν. Ἐντεῦθεν δέ ὁρμώμενος ἔγωγε οἶμαι κατά τούτους εἰρῆσθαι τῇ Γραφῇ τούς λόγους, τό, Ἔγνων σε παρά πάντας, πρός Μωϋσῆν, καί περί τινων τό, Ἔγνω Κύριος τούς ὄντας αὐτοῦ, καί πάλιν πρός τινας τό, Οὐκ οἶδα ὑμᾶς· ὡς ἕκαστον δηλονότι ἤ κατά τό θέλημα καί τόν λόγον ἤ παρά τό θέλημα καί τόν λόγον τοῦ Θεοῦ προαιρετική κίνησις τῆς θείας ἀκοῦσαι φωνῆς παρεσκεύασε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

______________________________________ Αρχειοθήκη αναρτησεων ιστολογίου