Τρίτη 23 Οκτωβρίου 2012

Μέγας Βασίλειος

Ὁ κόσμος δημιουργήθηκε ἀχρόνως

ΔΙΑ τὸ ἀκαριαῖον καὶ ἄχρονον τῆς δημιουργίας εἴρηται τὸ Ἐν ἀρχῇ ἐποίησεν͵ ἐπειδὴ ἀμερές τι καὶ ἀδιάστατον ἡ ἀρχή. Ὡς γὰρ ἡ ἀρχὴ τῆς ὁδοῦ οὔπω ὁδὸς καὶ ἡ ἀρχὴ τῆς οἰκίας οὐκ οἰκία͵ οὕτω καὶ ἡ τοῦ χρόνου ἀρχὴ οὔπω χρόνος͵ ἀλλ΄ οὐδὲ μέρος αὐτοῦ τὸ ἐλάχιστον. Εἰ δὲ φιλονεικῶν τις χρόνον εἶναι λέγοι τὴν ἀρχήν͵ γινωσκέτω ὅτι διαιρήσει αὐτὴν εἰς τὰ τοῦ χρόνου μέρη. Ταῦτα δέ ἐστιν͵ ἀρχὴ καὶ μέσα καὶ τελευτή. Ἀρχὴν δὲ ἀρχῆς ἐπινοεῖν παντελῶς καταγέλαστον. Καὶ ὁ διχοτομῶν τὴν ἀρχὴν δύο ποιήσει ἀντὶ μιᾶς͵ μᾶλλον δὲ πολλὰς καὶ ἀπείρους͵ τοῦ διαιρεθέντος ἀεὶ εἰς ἕτερα τεμνομένου. Ἵνα τοίνυν διδαχθῶμεν ὁμοῦ τῇ βουλήσει τοῦ Θεοῦ ἀχρόνως συνυφεστάναι τὸν κόσμον͵ εἴρηται τὸ Ἐν ἀρχῇ ἐποίησεν.


Παράγει τὸ σχῆμα τοῦ κόσμου αὐτοῦ

ΜΗ ἄναρχα φαντάζου͵ ἄνθρωπε͵ τὰ ὁρώμενα͵ μηδὲ͵ ἐπειδὴ κυκλόσε περιτρέχει τὰ κατ΄ οὐρανὸν κινούμενα͵ ἡ δὲ τοῦ κύκλου ἀρχὴ τῇ προχείρῳ αἰσθήσει ἡμῶν οὐκ εὔληπτος͵ ἄναρχον εἶναι νομίσῃς τῶν κυκλοφορικῶν σωμάτων τὴν φύσιν. Οὐδὲ γὰρ ὁ κύκλος οὗτος͵ τὸ ἐπίπεδον λέγω σχῆμα τὸ ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον͵ ἐπειδὴ διαφεύγει τὴν ἡμετέραν αἴσθησιν καὶ οὔτε ὅθεν ἤρξατο ἐξευρεῖν δυνάμεθα͵ οὔτε εἰς ὃ κατέληξεν͵ ἤδη καὶ ἄναρχον αὐτὸν ὀφείλομεν ὑποτίθεσθαι. Ἀλλὰ κἂν τὴν αἴσθησιν διαφεύγῃ͵ τῇ γε ἀληθείᾳ πάντως ἀπό τινος ἤρξατο ὁ κέντρῳ καὶ διαστήματί τινι περιγράψας αὐτόν. Οὕτω καὶ σὺ μὴ ἐπειδὴ εἰς ἑαυτὰ συννεύει τὰ κύκλῳ κινούμενα͵ τὸ τῆς κινήσεως αὐτῶν ὁμαλὸν καὶ μηδενὶ μέσῳ διακοπτόμενον͵ τὴν τοῦ ἄναρχον τὸν κόσμον καὶ ἀτελεύτητον εἶναί σοι πλάνην ἐγκαταλίπῃ. Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Καὶ Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται. Προαναφώνησις τῶν περὶ συντελείας δογμάτων καὶ περὶ τῆς τοῦ κόσμου μεταποιήσεως τὰ νῦν ἐν βραχέσι κατὰ τὴν στοιχείωσιν τῆς θεοπνεύστου διδασκαλίας παραδιδόμενα. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεός. Τὰ ἀπὸ χρόνου ἀρξάμενα πᾶσα ἀνάγκη καὶ ἐν χρόνῳ συντελεσθῆναι. Εἰ ἀρχὴν ἔχει χρονικήν͵ μὴ ἀμφιβάλῃς περὶ τοῦ τέλους. Γεωμετρίαι γὰρ καὶ ἀριθμητικαὶ μέθοδοι καὶ αἱ περὶ τῶν στερεῶν πραγματεῖαι καὶ ἡ πολυθρύλλητος ἀστρονομία͵ ἡ πολυάσχολος ματαιότης͵ πρὸς ποῖον καταστρέφουσι τέλος; Εἴπερ οἱ περὶ ταῦτα ἐσπουδακότες συναΐδιον εἶναι τῷ κτίστῃ τῶν ὅλων Θεῷ καὶ τὸν ὁρώμενον τοῦτον κόσμον διενοήθησαν͵ πρὸς τὴν αὐτὴν δόξαν ἀγαγόντες τὸν περιγεγραμμένον καὶ σῶμα ἔχοντα ὑλικὸν τῇ ἀπεριλήπτῳ καὶ ἀοράτῳ φύσει͵ μηδὲ τοσοῦτον δυνηθέντες ἐννοηθῆναι͵ ὅτι οὗ τὰ μέρη φθοραῖς καὶ ἀλλοιώσεσιν ὑπόκειται͵ τούτου καὶ τὸ ὅλον ἀνάγκη ποτὲ τὰ αὐτὰ παθήματα τοῖς οἰκείοις μέρεσιν ὑποστῆναι. Ἀλλὰ τοσοῦτον Ἐματαιώθησαν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν͵ ὥστε οἱ μὲν συνυπάρχειν ἐξ ἀϊδίου τῷ Θεῷ τὸν οὐρανὸν ἀπεφήναντο, οἱ δὲ αὐτὸν εἶναι Θεὸν ἄναρχόν τε καὶ ἀτελεύτητον καὶ τῆς τῶν κατὰ μέρος οἰκονομίας αἴτιον.


Μὴ κουραστοῦμε νὰ ἀγωνιζόμαστε

ΤΙΣ δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς; Καὶ πε τασθήσομαι πρὸς ὑμᾶς καὶ καταπαύσω τὸν πόθον ὃν ἔχω ἐπὶ τῇ συντυχίᾳ τῆς ὑμετέρας ἀγάπης. Νυνὶ δὲ οὐχὶ πτερύγων ἐνδεῶς ἔχω μόνον͵ ἀλλὰ καὶ αὐτοῦ τοῦ σώματος πάλαι μέν μοι ὑπὸ μακρᾶς τῆς ἀρρωστίας πεπονηκότος͵ νῦν δὲ ὑπὸ τῶν συνεχῶν θλίψεων παντελῶς συντετριμμένου. Τίς γὰρ οὕτως ἀδαμάντινος τὴν ψυχήν͵ τίς οὕτω παντελῶς ἀσυμπαθὴς καὶ ἀνήμερος ὡς ἀκούων τοῦ πανταχόθεν ἡμᾶς προσβάλλοντος στεναγμοῦ͵ οἷον ἀπό τινος χοροῦ κατηφοῦς κοινόν τινα θρῆνον καὶ σύμφωνον προσηχοῦντος͵ μὴ οὐχὶ παθεῖν τὴν ψυχὴν καὶ κατακαμφθῆναι εἰς γῆν καὶ ταῖς ἀμηχάνοις ταύταις μερίμναις παντελῶς ἐκτακῆναι; Ἀλλὰ δυνατὸς ὁ Ἅγιος δοῦναί τινα λύσιν τῶν ἀμηχάνων καὶ χαρίσασθαι ἡμῖν τῶν μακρῶν πόνων ἀναπνοήν. Ὥστε καὶ ὑμᾶς τὴν αὐτὴν ἔχειν ἀξιῶ παράκλησιν καὶ τῇ ἐλπίδι τῆς παρακλήσεως χαίροντας ὑμᾶς τὸ παρὸν ἀλγεινὸν τῶν θλίψεων ὑπομένειν. Εἴτε γὰρ ἁμαρτημάτων ἀποτίννυμεν δίκας͵ ἱκαναὶ αἱ μάστιγες πρὸς παραίτησιν λοιπὸν τῆς ἐφ΄ ἡμῖν ὀργῆς τοῦ Θεοῦ· εἴτε εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας διὰ τῶν πειρασμῶν τούτων κεκλήμεθα͵ δίκαιος ὁ Ἀθλοθέτης μὴ ἐᾶσαι ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν͵ ἀλλ΄ ἐπὶ τοῖς προπεπονημένοις ἀποδοῦναι ἡμῖν τὸν τῆς ὑπομονῆς καὶ τῆς εἰς αὐτὸν ἐλπίδος στέφανον. Μὴ οὖν ἀποκάμωμεν ἐναθλοῦντες εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας μηδὲ δι΄ ἀνελπιστίας τὰ πονηθέντα ἡμῖν προώμεθα. Οὐ γὰρ μία πρᾶξις ἀνδρείας οὐδὲ βραχὺς πόνος τὸ τῆς ψυχῆς καρτερὸν διαδείκνυσιν͵ ἀλλ΄ ὁ δοκιμάζων ἡμῶν τὰς καρδίας διὰ μακρᾶς καὶ παρατεταμένης τῆς δοκιμασίας βούλεται ἡμᾶς τῆς δικαιοσύνης στεφανίτας ἀποδειχθῆναι. Μόνον ἀνένδοτον φυλασσέσθω τὸ φρόνημα ἡμῶν͵ ἄσειστον τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως διατηρείσθω͵ καὶ ἥξει ἐν τάχει ὁ ἀντιληψόμενος ἡμῶν· ἥξει καὶ οὐ χρονιεῖ. Προσδέχου γὰρ θλίψιν ἐπὶ θλίψει͵ ἐλπίδα ἐπ΄ ἐλπίδι͵ ἔτι μικρόν͵ ἔτι μικρόν. Οὕτως οἶδε ψυχαγωγεῖν τῇ ἐπαγγελίᾳ τοῦ μέλλοντος τοὺς ἑαυτοῦ τροφίμους τὸ Πνεῦμα τὸ Ἅγιον. Μετὰ γὰρ τὰς θλίψεις ἡ ἐλπίς͵ ἐκ τοῦ σύνεγγυς δὲ πάρεστι τὰ ἐλπιζόμενα. Κἂν γὰρ ὅλον τις εἴποι τὸν ἀνθρώπινον βίον͵ σμικρότατόν ἐστι διάστημα παντελῶς συγκρίσει ἐκείνου τοῦ ἀπεράντου αἰῶνος τοῦ ἐν ταῖς ἐλπίσιν ἀποκειμένου. ... Πλήν͵ εἴτε πρόσκαιρός ἐστιν ὁ πειρασμός͵ βαστάσατε αὐτὸν οἱ καλοὶ τοῦ Χριστοῦ ἀγωνισταί· εἴτε καὶ τῇ παντελεῖ φθορᾷ τὰ πράγματα παραδίδοται͵ μὴ ἀκηδιάσωμεν πρὸς τὰ παρόντα͵ ἀλλ΄ ἀναμείνωμεν τὴν ἐξ οὐρανῶν ἀποκάλυψιν καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰ γὰρ πᾶσα ἡ κτίσις λυθήσεται καὶ μεταποιηθήσεται τὸ σχῆμα τοῦ κόσμου τούτου͵ τί θαυμαστὸν καὶ ἡμᾶς͵ μέρος ὄντας τῆς κτίσεως͵ παθεῖν τὰ κοινὰ πάθη καὶ παραδοθῆναι θλίψεσιν ἃς κατὰ τὸ μέτρον τῆς δυνάμεως ἡμῶν ἐπάγει ἡμῖν ὁ δίκαιος Κριτὴς οὐκ ἐῶν ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα͵ ἀλλὰ διδοὺς σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν͵ τοῦ δυνηθῆναι ὑπενεγκεῖν; Ἀναμένουσιν ὑμᾶς͵ ἀδελφοί͵ οἱ τῶν μαρτύρων στέφανοι· ἕτοιμοί εἰσιν οἱ χοροὶ τῶν ὁμολογητῶν προτεῖναι ὑμῖν τὰς χεῖρας καὶ ὑποδέξασθαι ὑμᾶς εἰς τὸν ἴδιον ἀριθμόν. Μνήσθητε τῶν πάλαι ἁγίων, ὅτι οὐδεὶς τρυφῶν οὐδὲ κολακευόμενος τῶν στεφάνων τῆς ὑπομονῆς ἠξιώθη͵ ἀλλὰ πάντες διὰ μεγάλων θλίψεων πυρωθέντες τὸ δοκίμιον ἐπεδείξαντο. Οἱ μὲν γὰρ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον͵ ἄλλοι δὲ ἐπρίσθησαν͵ οἱ δὲ ἐν φόνῳ μαχαίρας ἀπέθανον. Ταῦτά ἐστι τὰ σεμνολογήματα τῶν ἁγίων. Μακάριος ὁ καταξιωθεὶς τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Μακαριώτερος δὲ ὁ πλεονάσας ἐν τοῖς παθήμασι͵ διότι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς.


Πότε εὐφραίνεται ὁ ἐχθρός

ΟΥΧΙ αἱ θλίψεις͵ αἱ δοκιμασίας ἕνεκεν προσαγόμεναι τοῖς ἁγίοις͵ εὐφροσύνην τοῖς ἐχθροῖς ἡμῶν τοῖς ἀοράτοις προξενοῦσιν· ἀλλ΄ ὅταν ἀπαγορεύσωμεν θλιβόμενοι καὶ στενοχωρηθῶσιν ἡμῶν οἱ λογισμοί͵ ἀπειρηκότων ἡμῶν πρὸς τὸ πυκνὸν τῶν κακώσεων͵ τότε εὐφραίνονται καὶ κροτοῦσι καὶ ἐπιχαίρουσιν. Οἷον ἐπὶ τοῦ Ἰώβ. Ἀπολωλέκει τὴν κτῆσιν· τέκνων ἐστέρητο· ἰχῶρας αὐτῷ καὶ σκώληκας ἡ σὰρξ ἀπέζεσεν· οὔπω τοῦτο εὐφροσύνη τῷ ἀντιπάλῳ. Εἰ δὲ ἐνδοὺς πρὸς τὰ ἐπίπονα εἰρήκει τι δύσφημον ῥῆμα κατὰ τὴν συμβουλὴν τῆς γυναικὸς͵ τότε ἂν εὐφράνθησαν οἱ ἐχθροὶ ἐπ΄ αὐτῷ. Τοῦτο καὶ ἐπὶ Παύλῳ πεινῶντι καὶ διψῶντι καὶ γυμνητεύοντι καὶ κολαφιζομένῳ καὶ κοπιῶντι καὶ ἀστατοῦντι· οὐκ εὐφραίνετο ὁ ἐχθρός· τὸ ἐναντίον μὲν οὖν͵ συνετρίβετο βλέπων οὕτω τὰ ἀγωνίσματα φέροντα͵ ὥστε λέγειν αὐτὸν καταφρονητικῶς· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;


Τί εἶναι τὸ ἀγαθό

ΠΟΛΛΑ ἐστιν͵ ἃ ὁ Θεὸς θέλει· τὰ μὲν ἐν μακροθυμίᾳ καὶ χρηστότητι͵ ἅπερ ἀγαθά ἐστί τε καὶ λέγεται, τὰ δὲ κατ΄ ὀργὴν διὰ τὰς ἁμαρτίας ἡμῶν͵ ἅπερ κακὰ ὀνομάζεται. Ἐγὼ γάρ εἰμι͵ φησίν͵ ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά. Κακὰ δὲ οὐχ ὑπὲρ ὧν κολαζόμεθα͵ ἀλλὰ δι΄ ὧν παιδευόμεθα. Τὰ δὲ παιδεύοντα͵ καὶ διὰ τῆς κακώσεως εἰς ἐπιστροφὴν ἄγοντα͵ γίνεται εἰς ἀγαθόν. Ὅσα μὲν οὖν μακροθυμῶν καὶ χρηστευόμενος θέλει ὁ Θεός͵ ταῦτα καὶ ἡμᾶς καὶ θέλειν καὶ μιμεῖσθαι ἀναγκαῖον. Γίνεσθε γάρ͵ φησίν͵ οἰκτίρμονες͵ καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν. Καὶ ὁ Ἀπόστολος δέ͵ Γίνεσθε͵ φησί͵ μιμηταὶ τοῦ Θεοῦ͵ ὡς τέκνα ἀγαπητά καὶ περιπατεῖτε ἐν ἀγάπῃ͵ καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. Ὅσα δὲ κατ΄ ὀργὴν διὰ τὰς ἁμαρτίας ἡμῶν ἐπάγει͵ ταῦτα κακὰ λεγόμενα͵ ὡς εἶπον͵ τῷ λόγῳ τῆς κακώσεως͵ οὐ πάντως καὶ ἡμῖν ἔξεστι ποιεῖν. Οὐ γὰρ ἐπειδὴ θέλημα Θεοῦ ἐστι͵ λιμῷ πολλάκις͵ ἢ λοιμῷ͵ ἢ πολέμῳ͵ ἢ ἄλλῳ τινὶ τοιούτῳ διαφθαρῆναι ἀνθρώπους͵ τῷ θελήματι τούτῳ ἐξυπηρετεῖσθαι ἡμᾶς χρή. Πρὸς γὰρ τὰ τοιαῦτα καὶ ὑπηρέταις κακοῖς ὁ Θεὸς κέχρηται͵ κατὰ τὸ εἰρημένον͵ ὅτι Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ͵ θυμὸν καὶ ὀργὴν͵ καὶ θλίψιν͵ ἀποστολὴν δι΄ ἀγγέλων πονηρῶν. Οὐκοῦν πρῶτον μὲν ζητεῖν δεῖ͵ τί τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ· εἶτα͵ ὅταν γνωρίσωμεν τὸ ἀγαθόν͵ ἐξετάζειν͵ εἰ τὸ ἀγαθὸν τοῦτο καὶ εὐάρεστον τῷ Θεῷ ἐστιν. Ἔστι γάρ τι ὃ τῷ μὲν ἰδίῳ λόγῳ καὶ θέλημα Θεοῦ ἐστι καὶ ἀγαθόν ἐστιν· ὅταν δὲ ἢ παρὰ πρόσωπον ἢ παρὰ καιρὸν γένηται͵ οὐκέτι καὶ εὐάρεστον Θεῷ ἐστιν. Οἷον͵ θέλημα Θεοῦ ἦν καὶ ἀγαθὸν ἦν τὸ θυμιᾷν Θεῷ͵ ἀλλ΄ οὐκ ἦν εὐάρεστον Θεῷ τοὺς περὶ Δαθὰν καὶ Ἀβειρὼν τοῦτο ποιεῖν. Καὶ πάλιν͵ θέλημα Θεοῦ ἐστι͵ καὶ ἀγαθόν ἐστι τὸ ἐλεημοσύνην ποιεῖν· ἀλλὰ τὸ ἕνεκεν τοῦ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων ποιεῖν͵ οὐκέτι καὶ εὐάρεστον Θεῷ ἐστι. Καὶ πάλιν͵ θέλημα Θεοῦ ἦν καὶ ἀγαθὸν ἦν τὸ τοὺς μαθητάς͵ ὃ πρὸς τὸ οὖς ἤκουσαν͵ κηρύξαι ἐπὶ τῶν δωμάτων· ἀλλὰ τὸ πρὸ καιροῦ τι εἰπεῖν οὐκέτι καὶ εὐάρεστον ἦν τῷ Θεῷ· Μηδενὶ γὰρ εἴπητε͵ φησί͵ τὸ ὅραμα τοῦτο͵ ἕως οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. Καὶ καθόλου πᾶν θέλημα Θεοῦ ἀγαθὸν τότε καὶ εὐάρεστόν ἐστιν͵ ὅταν πληρωθῇ ἐπ΄ αὐτῷ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· καί͵ Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω. Πάλιν δέ͵ ὅταν καὶ θέλημα Θεοῦ ᾖ τι, καὶ ἀγαθὸν ᾖ͵ καὶ εὐάρεστον ᾖ͵ οὐδ΄ οὕτως ἀμεριμνεῖν χρή͵ ἀλλ΄ ἀγωνιᾷν καὶ φροντίζειν͵ ὅπως τέλειον καὶ ἀνελλιπὲς τοῦτο ᾖ· ἐν μέτρῳ ποτὲ μὲν τοῦ γινομένου͵ εἰ κατὰ τὸ προστεταγμένον γίνεται͵ ποτὲ δὲ τῆς τοῦ ποιοῦντος δυνάμεως. Ἀγαπήσεις γάρ͵ φησί͵ Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ τὸν πλησίον σου ὡς ἑαυτόν· καθὼς καὶ ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ ἐδίδαξε. Καὶ πᾶσαν δὲ ἐντολήν͵ καθὼς γέγραπται· Μακάριος γὰρ͵ φησίν͵ ὁ δοῦλος͵ ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ͵ εὑρήσει ποιοῦντα οὕτως.


Ἡ αἰτία τοῦ κακοῦ

KΑΘΟΛΟΥ οἶμαι͵ ὅτι αὐτὸς καθ΄ ἑαυτὸν ὁ Σατανᾶς αἴτιος γενέσθαι τινὶ ἁμαρτίας οὐ δύναται· τοῖς δὲ ἐνυπάρχουσι ποτὲ μὲν φυσικοῖς κινήμασι͵ ποτὲ δὲ καὶ ἀπηγορευμένοις πάθεσι συγχρώμενος͵ δι΄ αὐτῶν καὶ ἐπὶ τὰ οἰκεῖα τῶν παθῶν ἀπάγειν ἐπιχειρεῖ τοὺς μὴ νήφοντας. Συγκέχρηται δὲ τοῖς μὲν φυσικοῖς͵ ὡς ἐπὶ τοῦ Κυρίου ποιῆσαι ἐπειράθη͵ ἡνίκα ᾔσθετο αὐτοῦ πεινάσαντος͵ εἰπών· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ͵ εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται· πάθεσι δὲ ἀπηγορευμένοις͵ ὡς ἐπὶ τοῦ Ἰούδα͵ ὃν ἐπειδὴ φιλαργυρίαν νοσοῦντα κατέμαθε͵ τούτῳ συγχρησάμενος τῷ πάθει καὶ εἰς τὸ τῆς προδοσίας πτῶμα τὸν φιλάργυρον διὰ τῶν τριάκοντα ἀργυρίων κατηκόντισεν. Ὅτι δὲ καὶ τὰ κακὰ ἐξ ἡμῶν αὐτῶν ἀναφύεται͵ δείκνυσι σαφῶς ὁ Κύριος· Ἐκ γὰρ τῆς καρδίας͵ φησίν͵ ἐξέρχονται οἱ διαλογισμοὶ οἱ πονηροί. Συμβαίνει δὲ τοῦτο τοῖς ἐξ ἀμελείας ἀγεώργητα καταλιποῦσι τὰ φυσικὰ τῶν ἀγαθῶν σπέρματα͵ ὡς κατὰ τὸ ἐν Παροιμίαις εἰρημένον· Ὥσπερ γεώργιον ἀνὴρ ἄφρων καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν. Ἐὰν ἀφῇς αὐτὸν χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος. Τῇ δὲ ἐκ τῆς τοιαύτης ἀμελείας κεχερσωμένῃ καὶ ἐκλελειμμένῃ ψυχῇ ἀκόλουθον ἐξ ἀνάγκης τὸ ἀκάνθας καὶ τριβόλους ἀνατέλλειν͵ καὶ πάσχειν ἐκεῖνο τὸ εἰρημένον· Ἔμεινα ἵνα ποιήσῃ σταφυλήν͵ ἐποίησε δὲ ἀκάνθας. Περὶ ἧς ψυχῆς προείρηται· Καὶ ἐφύτευσα ἄμπελον Σωρήχ͵ ὃ ἑρμηνεύεται ἐκλεκτή. Τὸ παραπλήσιον δὲ τούτῳ καὶ παρὰ τῷ Ἱερεμίᾳ εὕροι τις ἂν ἐκ προσώπου τοῦ Θεοῦ λέγοντι· Ἐγὼ ἐφύτευσα ἄμπελον καρποφόρον͵ πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν͵ ἡ ἄμπελος ἡ ἀλλοτρία;


Ποτὲ μὴ μᾶς πτοεῖ τὸ πλῆθος τοῦ ὄχλου

ΠΑΡΑΚΑΛΟΥΜΕΝ ὑμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν͵ ἀλλ΄ ἀνανεοῦσθαι τῇ πρὸς Θεὸν ἀγάπῃ καὶ καθ΄ ἡμέραν προστιθέναι τῇ σπουδῇ͵ εἰδότες ὅτι ἐν ὑμῖν ὀφείλει τὸ λείψανον τῆς εὐσεβείας σωθῆναι͵ ὃ ἐλθὼν ὁ Κύριος εὑρήσει ἐπὶ τῆς γῆς. Καὶ εἴτε ἀπεδιώχθησαν ἐπίσκοποι τῶν Ἐκκλησιῶν͵ τοῦτο ὑμᾶς μὴ σαλευέτω· εἴτε προδόται ἐξ αὐτῶν ἐφύησαν τῶν κληρικῶν͵ μηδὲ τοῦτο τὴν πεποίθησιν ὑμῶν τὴν εἰς Θεὸν σαθρούτω. Οὐ γὰρ τὰ ὀνόματά ἐστι τὰ σώζοντα ἡμᾶς͵ ἀλλ΄ αἱ προαιρέσεις καὶ ἡ ἀληθινὴ περὶ τὸν κτίσαντα ἡμᾶς ἀγάπη. Ἐνθυμήθητε ὅτι καὶ ἐν τῇ κατὰ τοῦ Κυρίου ἡμῶν ἐπιβουλῇ ἀρχιερεῖς μὲν καὶ γραμματεῖς καὶ πρεσβύτεροι τὸν δόλον συνεσκευάσαντο͵ ὀλίγοι δὲ τῶν ἐκ τοῦ λαοῦ εὑρίσκοντο οἱ γνησίως τὸν λόγον καταδεχόμενοι͵ καὶ ὅτι οὐ τὸ πλῆθός ἐστι τὸ σωζόμενον͵ ἀλλ΄ οἱ ἐκλεκτοὶ τοῦ Θεοῦ. Ὥστε μηδέποτε ὑμᾶς πτοείτω λαοῦ πολυοχλία͵ οἱ ὥσπερ ὕδωρ θαλάσσης ὑπὸ πνευμάτων μεταφερόμενοι. Ἐὰν γὰρ καὶ εἷς σωθῇ ὥσπερ Λὼτ ἐν Σοδόμοις͵ μένειν ὀφείλει ἐπὶ τῆς ὀρθῆς κρίσεως ἀμετακίνητον ἔχων τὴν ἐν Χριστῷ ἐλπίδα͵ διότι οὐκ ἐγκαταλείψει Κύριος τοὺς ὁσίους αὐτοῦ. Πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἐμοῦ· προσεύχεσθε γνησίως ὑπὲρ τῆς ψυχῆς μου τῆς ἐλεεινῆς.


Ὁ πιὸ μεγάλος ἀπ' ὅλους τοὺς ἀγῶνες

ΗΜΙΝ δὴ ἀγῶνα προκεῖσθαι πάντων ἀγώνων μέγιστον νομίζειν χρεών͵ ὑπὲρ οὗ πάντα ποιητέον ἡμῖν καὶ πονητέον εἰς δύναμιν ἐπὶ τὴν τούτου παρασκευήν͵ καὶ ποιηταῖς καὶ λογοποιοῖς καὶ ῥήτορσι καὶ πᾶσιν ἀνθρώποις ὁμιλητέον ὅθεν ἂν μέλλῃ πρὸς τὴν τῆς ψυχῆς ἐπιμέλειαν ὠφέλειά τις ἔσεσθαι. Ὥσπερ οὖν οἱ δευσοποιοί͵ παρασκευάσαντες πρότερον θεραπείαις τισὶν ὅ τι ποτ΄ ἂν ᾖ τὸ δεξόμενον τὴν βαφήν͵ οὕτω τὸ ἄνθος ἐπάγουσιν͵ ἄν τε ἁλουργόν͵ ἄν τέ τι ἕτερον ᾖ· τὸν αὐτὸν δὴ καὶ ἡμεῖς τρόπον͵ εἰ μέλλει ἀνέκπλυτος ἡμῖν ἡ τοῦ καλοῦ παραμένειν δόξα͵ τοῖς ἔξω δὴ τούτοις προτελεσθέντες͵ τηνικαῦτα τῶν ἱερῶν καὶ ἀπορρήτων ἐπακουσόμεθα παιδευμάτων· καὶ οἷον ἐν ὕδατι τὸν ἥλιον ὁρᾶν ἐθισθέντες οὕτως αὐτῷ προσβαλοῦμεν τῷ φωτὶ τὰς ὄψεις. Εἰ μὲν οὖν ἔστι τις οἰκειότης πρὸς ἀλλήλους τοῖς λόγοις͵ προὔργου ἂν ἡμῖν αὐτῶν ἡ γνῶσις γένοιτο· εἰ δὲ μή͵ ἀλλὰ τό γε παράλληλα θέντας καταμαθεῖν τὸ διάφορον οὐ μικρὸν εἰς βεβαίωσιν τοῦ βελτίονος. ... Λέγεται τοίνυν καὶ Μωϋσῆς ἐκεῖνος ὁ πάνυ͵ οὗ μέγιστόν ἐστιν ἐπὶ σοφίᾳ παρὰ πᾶσιν ἀνθρώποις ὄνομα͵ τοῖς Αἰγυπτίων μαθήμασιν ἐγγυμνασάμενος τὴν διάνοιαν͵ οὕτω προσελθεῖν τῇ θεωρίᾳ Τοῦ ὄντος. Παραπλησίως δὲ τούτῳ͵ κἀν τοῖς κάτω χρόνοις͵ τὸν σοφὸν Δανιὴλ ἐπὶ Βαβυλῶνός φασι τὴν Χαλδαίων σοφίαν καταμαθόντα͵ τότε τῶν θείων ἅψασθαι παιδευμάτων.


Ἡ ἀγάπη εἶναι ἀδίδακτη

ΑΔΙΔΑΚΤΟΣ ἡ πρὸς τὸν Θεὸν ἀγάπη. Οὔτε γὰρ φωτὶ χαίρειν καὶ ζωῆς ἀντιποιεῖσθαι παρ΄ ἄλλου μεμαθήκαμεν͵ οὔτε τὸ ἀγαπᾷν τοὺς τεκόντας ἢ θρεψαμένους ἕτερος ἐδίδαξεν. Οὕτως οὖν ἢ καὶ πολὺ μᾶλλον τοῦ θείου πόθου οὐκ ἔξωθέν ἐστιν ἡ μάθησις, ἀλλ΄ ὁμοῦ τῇ συστάσει τοῦ ζώου, τοῦ ἀνθρώπου φημὶ͵ σπερματικός τις λόγος ἡμῖν ἐγκαταβέβληται οἴκοθεν ἔχων τὰς ἀφορμὰς τῆς πρὸς τὸ ἀγαπᾷν οἰκειώσεως. Ὅνπερ τὸ διδασκαλεῖον τῶν ἐντολῶν τοῦ Θεοῦ παραλαβόν͵ γεωργεῖν μετ΄ ἐπιμελείας καὶ ἐκτρέφειν μετ΄ ἐπιστήμης καὶ εἰς τελείωσιν ἄγειν Θεοῦ χάριτι πέφυκεν. Διὸ καὶ ἡμεῖς͵ τὴν σπουδὴν ὑμῶν ὡς ἀναγκαίαν τῷ σκοπῷ ἀποδεξάμενοι͵ Θεοῦ διδόντος καὶ ὑμῶν ἐν ταῖς προσευχαῖς συναντιλαμβανομένων ἡμῖν͵ τὸν ἐγκεκρυμμένον ὑμῖν σπινθῆρα τοῦ θείου πόθου κατὰ τὴν ἐνδεδομένην ἡμῖν διὰ τοῦ Πνεύματος δύναμιν διεγεῖραι σπουδάσομεν. Εἰδέναι μέντοι χρή͵ ὅτι τοῦτο ἓν μὲν ἔστι τὸ κατόρθωμα, δυνάμει δὲ πάσης ἐνεργητικὸν καὶ περιεκτικόν ἐστιν ἐντολῆς. Ὁ γὰρ ἀγαπῶν με͵ φησὶν ὁ Κύριος͵ τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσει· καὶ πάλιν͵ ὅτι Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Καὶ οὐχὶ νῦν δι΄ ἀκριβείας ἐφοδεύειν τὸν λόγον ἐπιχειρήσομεν (οὕτω γὰρ ἂν λάθοιμεν πάντα τὸν περὶ ἐντολῶν λόγον ἐπικυκλοῦντες τῷ μέρει)͵ ἀλλ΄ ὅσον σύμμετρον ἡμῖν καὶ οἰκεῖον τῷ παρόντι σκοπῷ͵ ὑπομνήσομεν ὑμᾶς περὶ τῆς ὀφειλομένης τῷ Θεῷ παρ΄ ἡμῶν ἀγάπης͵ ἐκεῖνο πρότερον εἰπόντες͵ ὅτι πασῶν τῶν δοθεισῶν ἡμῖν ἐντολῶν παρὰ Θεοῦ͵ τούτων καὶ τὰς δυνάμεις παρ΄ αὐτοῦ προειλήφαμεν͵ ἵνα μήτε δυσχεραίνωμεν͵ ὥς τι καινότερον ἀπαιτούμενοι͵ μήτε ἐπαιρώμεθα͵ ὡς πλέον τι τοῦ δεδομένου συνεισφερόμενοι.

Καὶ διὰ τούτων τῶν δυνάμεων͵ ὀρθῶς μὲν καὶ προσηκόντως ἐνεργοῦντες͵ τὸν κατ΄ ἀρετὴν εὐσεβῶς συμπληροῦμεν βίον· παραφθείροντες δὲ αὐτῶν τὴν ἐνέργειαν͵ πρὸς τὴν κακίαν ὑποφερόμεθα. Καὶ ἔστιν οὗτος κακίας ὅρος͵ ἡ πονηρὰ καὶ παρ΄ ἐντολὴν τοῦ Κυρίου χρῆσις τῶν ἐπ΄ ἀγαθῷ παρὰ τοῦ Θεοῦ δεδομένων ἡμῖν, ὥσπερ οὖν τῆς παρὰ Θεοῦ ἐπιζητουμένης ἀρετῆς ἡ ἐξ ἀγαθοῦ τοῦ συνειδότος κατ΄ ἐντολὴν τοῦ Κυρίου χρῆσις αὐτῶν. Τούτου δὲ οὕτως ἔχοντος͵ τὸ αὐτὸ καὶ περὶ τῆς ἀγάπης ἐροῦμεν. Ἐντολὴν τοίνυν λαβόντες ἀγαπᾷν τὸν Θεὸν͵ τὴν ἀγαπητικὴν δύναμιν εὐθὺς τῇ πρώτῃ κατασκευῇ συγκαταβληθεῖσαν κεκτήμεθα· καὶ ἡ ἀπόδειξις οὐκ ἔξωθεν͵ ἀλλ΄ αὐτὸς ἄν τις τοῦτο παρ΄ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ καταμάθοι. Τῶν τε γὰρ καλῶν ἐσμεν ἐπιθυμητικοὶ φυσικῶς͵ εἰ καὶ ὅτι μάλιστα ἄλλῳ ἄλλο φαίνεται καλόν· καὶ στοργὴν πρὸς τὸ οἰκεῖον καὶ συγγενὲς ἔχομεν ἀδιδάκτως καὶ τοῖς εὐεργέταις ἑκουσίως πᾶσαν εὔνοιαν ἐκπληροῦμεν. Τί οὖν κάλλους θείου θαυμασιώτερον; Τίς ἔννοια τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας χαριεστέρα; Ποῖος πόθος ψυχῆς οὕτω δριμὺς καὶ ἀφόρητος͵ ὡς ὁ ἀπὸ Θεοῦ ἐγγινόμενος τῇ ἀπὸ πάσης κακίας κεκαθαρμένῃ ψυχῇ καὶ ἀπὸ ἀληθινῆς διαθέσεως λεγούσῃ͵ ὅτι Τετρωμένη ἀγάπης ἐγώ εἰμι; Ἄῤῥητοι παντελῶς καὶ ἀνεκδιήγητοι τοῦ θείου κάλλους αἱ ἀστραπαί· οὐ παρίστησι λόγος͵ οὐ δέχεται ἀκοή. Κἂν ἑωσφόρου αὐγὰς εἴπῃς͵ κἂν σελήνης λαμπρότητα͵ κἂν ἡλίου φῶς͵ πάντα ἄτιμα πρὸς εἰκασίαν τῆς δόξης͵ καὶ πλέον ἀπολειπόμενα πρὸς τὴν τοῦ ἀληθινοῦ φωτὸς σύγκρισιν͵ ἢ καθόσον βαθεῖα νὺξ καὶ στυγνὴ σκοτομήνη μεσημβρίας καθαρωτάτης. Τοῦτο τὸ κάλλος σαρκίνοις μὲν ὀφθαλμοῖς ἀθεώρητον͵ ψυχῇ δὲ μόνῃ καὶ διανοίᾳ καταληπτόν͵ εἴπου τινα περιέλαμψε τῶν ἁγίων καὶ ἀφόρητον τοῦ πόθου τὸ κέντρον αὐτοῖς ἐγκατέλιπεν͵ οἳ ἀλύοντες πρὸς τὴν ἐνταῦθα ζωὴν ἔλεγον· Οἵμοι͵ ὅτι ἡ παροικία μου ἐμακρύνθη. Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ τὸ Ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον· καὶ τὸ Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα· καὶ Νῦν ἀπολύεις τὸν δοῦλόν σου͵ Δέσποτα.

Ὡς δεσμωτήριον τὴν ζωὴν ταύτην βαρυνόμενοι͵ οὕτω δυσκάθεκτοι ἦσαν ταῖς ὁρμαῖς͵ ὧν ὁ θεῖος πόθος τῶν ψυχῶν ἥψατο. Οἵ γε͵ διὰ τὸ ἀκορέστως ἔχειν τῆς θεωρίας τοῦ θείου κάλλους͵ εὐχὴν ἐποιοῦντο πάσῃ τῇ αἰωνίᾳ ζωῇ συμπαρεκτείνεσθαι τὴν θεωρίαν τῆς τερπνότητος τοῦ Κυρίου. Οὕτω μὲν οὖν φυσικῶς ἐπιθυμητικοὶ τῶν καλῶν οἱ ἄνθρωποι. Κυρίως δὲ καλὸν καὶ ἀγαπητὸν τὸ ἀγαθόν. Ἀγαθὸς δὲ ὁ Θεός, ἀγαθοῦ δὲ πάντα ἐφίεται, Θεοῦ ἄρα πάντα ἐφίεται. Ὥστε τὸ ἐκ προαιρέσεως κατορθούμενον καὶ φυσικῶς ἡμῖν ἐνυπάρχει͵ τοῖς γε μὴ ἐκ πονηρίας τοὺς λογισμοὺς διαστραφεῖσιν. Ἀναγκαῖον οὖν ὄφλημα τὴν εἰς Θεὸν ἀγάπην ἀπαιτούμεθα͵ ὃ τῇ ἐλλειπούσῃ ψυχῇ πάντων κακῶν ἐστιν ἀφορητότατον. Θεοῦ γὰρ ἀλλοτρίωσις καὶ ἀποστροφὴ καὶ τῶν ἐν γεέννῃ προσδοκωμένων κολάσεων ἀφορητότερόν ἐστι καὶ βαρύτερον τῷ παθόντι͵ ὡς ὀφθαλμῷ φωτὸς στέρησις͵ κἂν μὴ ὀδύνη προσῇ͵ καὶ τῷ ζώῳ τοῦ ζῇν. Εἰ δὲ καὶ τοῖς γεννήσασι φυσικὴ στοργὴ παρὰ τῶν γεννηθέντων ὑπάρχει͵ καὶ δηλοῖ τοῦτό τε ἡ τῶν ἀλόγων σχέσις καὶ ἡ τῶν ἀνθρώπων παρὰ τὴν πρώτην ἡλικίαν πρὸς τὰς μητέρας διάθεσις͵ μὴ φανῶμεν ἀλογώτεροι τῶν νηπίων͵ μηδὲ τῶν θηρίων ἀγριώτεροι͵ ἀστόργως καὶ ἀλλοτρίως πρὸς τὸν ποιήσαντα ἡμᾶς διακείμενοι· ὃν εἰ καὶ μὴ ἐκ τῆς ἀγαθότητος ὁποῖός ἐστιν ἠπιστάμεθα͵ ἐξ αὐτοῦ μόνου τοῦ παρ΄ αὐτοῦ γεγενῆσθαι ἀγαπᾷν καὶ στέργειν ὑπερβαλλόντως ὀφείλομεν καὶ ἀποκρέμασθαι τῆς μνήμης αὐτοῦ διηνεκῶς͵ καθάπερ τῶν μητέρων τὰ νήπια. Κρείττων δὲ τῶν φυσικῶς ἀγαπωμένων ὁ εὐεργέτης. Καὶ τοῦτο οὐκ ἀνθρώπων ἴδιόν ἐστι μόνον͵ ἀλλὰ καὶ πάντων σχεδὸν ζώων πάθος͵ ἡ πρὸς τοὺς ἀγαθόν τι δεδωκότας οἰκείωσις. Ἔγνω͵ φησί͵ βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἀπείη δὲ λεχθῆναι περὶ ἡμῶν τὰ ἑξῆς· ὅτι Ἰσραὴλ δέ με οὐκ ἔγνω͵ καὶ ὁ λαός με οὐ συνῆκε.

Περὶ γὰρ κυνὸς καὶ πολλῶν ἄλλων τοιούτων͵ τί χρὴ καὶ λέγειν͵ ὅσην πρὸς τοὺς τρέφοντας τὴν εὔνοιαν ἐπιδείκνυνται; Εἰ δὲ τὴν πρὸς τοὺς εὐεργέτας εὔνοιαν καὶ τὸ φίλτρον φυσικῶς αἱρούμεθα͵ καὶ πάντα πόνον εἰς ἀντίδοσιν τῶν προγενομένων ἡμῖν ὑπομένομεν͵ τίς λόγος ἀξίως ἐφικέσθαι τῶν δωρεῶν τοῦ Θεοῦ δύναται; Αἵ, τοσαῦται μέν εἰσι τὸ πλῆθος͵ ὡς καὶ ἀριθμὸν διαφεύγειν, τηλικαῦται δὲ τὸ μέγεθος καὶ τοιαῦται͵ ὥστε ἐξαρκεῖν καὶ μίαν εἰς τὸ ὑπευθύνους ἡμᾶς εἰς πᾶσαν χάριν τῷ δεδωκότι ποιῆσαι. Τὰς μὲν οὖν ἄλλας παρήσω͵ αἵ͵ εἰ καὶ καθ΄ ἑαυτὰς ὑπερβάλλουσι μεγέθει καὶ χάριτι͵ ἀλλ΄ ὑπὸ τῶν μειζόνων͵ ὥσπερ ἀστέρες ἡλιακαῖς ἀκτῖσιν͵ ὑπερλαμπόμεναι͵ τὴν καθ΄ ἑαυτὰς χάριν ἀμυδροτέραν παρέχονται. Οὐ γὰρ σχολὴ καταλιπόντι τὰ ὑπερβάλλοντα͵ ἐκ τῶν ἐλαττόνων μετρεῖν τοῦ εὐεργέτου τὴν ἀγαθότητα. Σιωπάσθωσαν τοίνυν ἡλίου ἀνατολαὶ καὶ σελήνης περίοδοι͵ κράσεις ἀέρων͵ ὡρῶν ἐναλλαγαί͵ ὕδωρ ἀπὸ νεφῶν͵ καὶ ἀπὸ γῆς ἕτερον͵ αὐτὴ ἡ θάλασσα͵ ἡ γῆ σύμπασα͵ τὰ ἐκ γῆς φυόμενα͵ τὰ ἐν τοῖς ὕδασι διαιτώμενα͵ τὰ ἐν ἀέρι γένη͵ αἱ μυρίαι τῶν ζώων διαφοραί͵ πάντα τὰ πρὸς ὑπηρεσίαν τῆς ζωῆς ἡμῶν τεταγμένα. Ἀλλ΄ ἐκεῖνο οὐδὲ βουλομένοις παρελθεῖν δυνατὸν καὶ σιωπῆσαι μὲν τὴν χάριν τῷ γε νοῦν ὑγιᾶ καὶ λόγον ἔχοντι παντελῶς ἀμήχανον· εἰπεῖν δέ τι πρὸς ἀξίαν πλέον ἀδυνατώτερον͵ ὅτι κατ΄ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν ποιήσας τὸν ἄν θρωπον ὁ Θεὸς καὶ τῆς ἑαυτοῦ γνώσεως ἀξιώσας καὶ λόγῳ παρὰ πάντα τὰ ζῶα κατακοσμήσας καὶ τοῖς ἀμηχάνοις τοῦ παραδείσου κάλλεσιν ἐντρυφᾷν παρασχόμενος καὶ τῶν ἐπὶ γῆς ἁπάντων ἄρχοντα καταστήσας͵ εἶτα κατασοφισθέντα ὑπὸ τοῦ ὄφεως καὶ καταπεσόντα εἰς τὴν ἁμαρτίαν καὶ διὰ τῆς ἁμαρτίας εἰς τὸν θάνατον καὶ τὰ τούτου ἄξια͵ οὐ περιεῖδεν· ἀλλὰ τὰ μὲν πρῶτα νόμον ἔδωκεν εἰς βοήθειαν͵ ἀγγέλους ἐπέστησεν εἰς φυλακὴν καὶ ἐπιμέλειαν͵ προφήτας ἀπέστειλεν εἰς ἔλεγχον κακίας καὶ διδασκαλίαν ἀρετῆς͵ τὰς ὁρμὰς τῆς κακίας ταῖς ἀπειλαῖς ἐνέκοψε͵ τῶν ἀγαθῶν τὴν προθυμίαν ἐπαγγελίαις διήγειρε͵ τὸ πέρας ἑκατέρου πολλάκις ἐν διαφόροις προσώποις εἰς νουθεσίαν τῶν ἄλλων προλαβὼν ἐφανέρωσε͵ καὶ ἐπὶ τούτοις καὶ τοῖς τοιούτοις ἅπασιν ἐπιμένοντας τῇ ἀπειθείᾳ οὐκ ἀπεστράφη.

Οὐ γὰρ ἀφείθημεν ὑπὸ τῆς ἀγαθότητος τοῦ Δεσπότου͵ οὐδὲ ἐνεκόψαμεν αὐτοῦ τὴν εἰς ἡμᾶς ἀγάπην͵ ἀναισθησίᾳ τῶν τιμῶν τὸν εὐεργέτην παρυβρίσαντες, ἀλλὰ ἀνεκλήθημεν ἐκ τοῦ θανάτου͵ καὶ ἐζωοποιήθημεν πάλιν ὑπ΄ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐν ᾧ καὶ ὁ τρόπος τῆς εὐεργεσίας μεῖζον ἔχει τὸ θαῦμα· Ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων͵ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ͵ ἀλλ΄ ἑαυτὸν ἐκένωσε͵ μορφὴν δούλου λαβών. Καὶ τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε καὶ τὰς νόσους ἐβάστασε καὶ ὑπὲρ ἡμῶν ἐτραυματίσθη͵ ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν· καὶ τῆς κατάρας ἡμᾶς ἐξηγόρασε͵ γενόμενος ὑπὲρ ἡμῶν κατάρα͵ καὶ τὸν ἀτιμότατον ὑπέστη θάνατον͵ ἵνα ἡμᾶς εἰς τὴν ἔνδοξον ζωὴν ἐπαναγάγῃ. Καὶ οὐκ ἠρκέσθη μόνον νεκροὺς ὄντας ζωοποιῆσαι͵ ἀλλὰ καὶ θεότητος ἀξίωμα ἐχαρίσατο καὶ ἀναπαύσεις ἡτοίμασεν αἰωνίους͵ πᾶσαν ἔννοιαν ἀνθρωπίνην τῷ μεγέθει τῆς εὐφροσύνης ὑπερβαινούσας. Τί οὖν ἀνταποδῶμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; Ὁ δὲ οὕτως ἐστὶν ἀγαθὸς͵ ὥστε οὔτε ἀντίδοσιν ἀπαιτεῖ͵ ἀλλ΄ ἀρκεῖται μόνον ἀγαπώμενος ἐφ΄ οἷς ἔδωκεν. Ὧν ἁπάντων ὅταν εἰς ἔννοιαν ἔλθω (ἵνα τὸ ἐμὸν πάθος ἐξείπω)͵ εἰς φρίκην τινὰ καὶ ἔκστασιν φοβερὰν καταπίπτω͵ μήποτε ἐξ ἀπροσεξίας τοῦ νοῦ͵ ἢ τῆς περὶ τὰ μάταια ἀσχολίας͵ τῆς ἀγάπης τοῦ Θεοῦ ἐκπεσὼν ὄνειδος γένωμαι τῷ Χριστῷ. Ὁ γὰρ νῦν ἀπατῶν ἡμᾶς καὶ διὰ τῶν κοσμικῶν δελεασμάτων λήθην ἐμποιεῖν ἡμῖν τοῦ εὐεργέτου μηχανῇ πάσῃ σπουδάζων͵ ἐπ΄ ὀλέθρῳ τῶν ψυχῶν ἡμῶν ἐναλλόμενος ἡμῖν καὶ ἐπεμβαίνων͵ εἰς ὀνειδισμὸν τότε προσοίσει τῷ Κυρίῳ τὴν ἡμετέραν καταφρόνησιν καὶ ἐγκαυχήσεται τῇ ἀπειθείᾳ καὶ ἀποστασίᾳ ἡμῶν· ὅς γε οὔτε κτίσας ἡμᾶς͵ οὔτε ἀποθανὼν ὑπὲρ ἡμῶν͵ ἀλλ΄ ὅμως ἔσχεν ἡμᾶς ἀκολουθοῦντας αὐτῷ ἐν τῇ ἀπειθείᾳ καὶ ἐν τῇ ἀμελείᾳ τῶν ἐντολῶν τοῦ Θεοῦ. Τοῦτο τὸ ὄνειδος͵ τὸ κατὰ τοῦ Κυρίου͵ καὶ τοῦτο τὸ καύχημα τοῦ ἐχθροῦ͵ βαρύτερον ἐμοὶ τῶν ἐν τῇ γεέννῃ κολάσεων φαίνεται͵ τῷ ἐχθρῷ τοῦ Χριστοῦ ὕλην γενέσθαι καυχήματος καὶ ἀφορμὴν ἐπάρσεως κατ΄ αὐτοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος.


Διάθεση ἀγαθή

ΔΙΑΘΕΣΙΝ ἀγαθὴν ἡγοῦμαι εἶναι ἐπιθυμίαν τῆς πρὸς Θεὸν εὐαρεστήσεως σφοδρὰν καὶ ἀκόρεστον καὶ πεπηγυῖαν καὶ ἀμετάθετον. Κατορθοῦται δὲ αὕτη ἐν θεωρίᾳ συνετῇ καὶ διηνεκεῖ τῆς μεγαλειότητος τῶν δοξῶν τοῦ Θεοῦ͵ λογισμοῖς τε εὐγνώμοσι καὶ ἀδιαλείπτῳ μνήμῃ τῶν ὑπαρξάντων ἡμῖν παρὰ Θεοῦ ἀγαθῶν. Ἀφ΄ ὧν ἐγγίνεται τῇ ψυχῇ τό· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου͵ κατὰ τὸν εἰπόντα· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων͵ οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ Θεός. Μετὰ τοιαύτης οὖν διαθέσεως δουλεύειν χρὴ τῷ Θεῷ͵ πληροῦντα τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; καὶ τὰ ἑξῆς.


Καλὸ κριτήριο ὁ νοῦς

ΚΑΛΟΝ μὲν ὁ νοῦς καὶ ἐν τούτῳ ἔχομεν τὸ κατ΄ εἰκόνα τοῦ κτίσαντος καὶ καλὸν τοῦ νοῦ ἡ ἐνέργεια καὶ ἀεικίνητος ὢν οὗτος͵ πολλάκις μὲν φαντασιοῦται περὶ τῶν οὐκ ὄντων ὡς ὄντων͵ πολλάκις δὲ εὐθυβόλως ἐπὶ τὴν ἀλήθειαν φέρεται. Ἀλλ΄ ἐπειδὴ τούτῳ διτταὶ δυνάμεις παραπεφύκασι κατά τε τὴν ἡμετέραν τῶν εἰς Θεὸν πεπιστευκότων ὑπόληψιν͵ ἡ μὲν πονηρὰ ἡ τῶν δαιμόνων πρὸς τὴν ἰδίαν ἀποστασίαν ἡμᾶς συνεφελκομένη͵ ἡ δὲ θειοτέρα καὶ ἀγαθὴ πρὸς τὴν Θεοῦ ὁμοίωσιν ἡμᾶς ἀνάγουσα͵ ὅταν μὲν ἐφ΄ ἑαυτοῦ μένῃ ὁ νοῦς͵ μικρὰ καθορᾷ καὶ τὰ ἑαυτῷ σύμμετρα͵ ὅταν δὲ τοῖς ἀπατῶσιν ἑαυτὸν ἐπιδῷ ἀφανίσας τὸ οἰκεῖον κριτήριον͵ φαντασίαις σύνεστιν ἀλλοκότοις. Τότε καὶ τὸ ξύλον οὐχὶ ξύλον εἶναι νομίζει͵ ἀλλὰ Θεόν͵ καὶ χρυσὸν οὐχὶ χρήματα εἶναι κρίνει͵ ἀλλὰ σεβάσματα. Ἐὰν δὲ πρὸς τὴν θειοτέραν ἀπονεύσῃ μερίδα καὶ τὰς τοῦ Πνεύματος ὑποδέξηται χάριτας͵ τότε γίνεται τῶν θειοτέρων καταληπτικός͵ ὅσον αὐτοῦ τῇ φύσει σύμμετρον. Τρεῖς οὖν εἰσιν οἱονεὶ βίων καταστάσεις͵ καὶ ἰσάριθμοι τούτοις αἱ τοῦ νοῦ ἡμῶν ἐνέργειαι. ῍Η γὰρ πονηρὰ ἡμῶν τὰ ἐπιτηδεύματα͵ καὶ πονηρὰ ἡμῶν δηλονότι τὰ τοῦ νοῦ κινήματα, οἷον μοιχεῖαι͵ κλοπαί͵ εἰδωλολατρεῖαι͵ συκοφαντίαι͵ ἔριδες͵ θυμοί͵ ἐριθεῖαι͵ φυσιώσεις καὶ ὅσα ἐν τοῖς ἔργοις τῆς σαρκὸς ὁ ἀπόστολος Παῦλος ἀπηριθμήσατο. ῍Η μέση τίς ἐστι τῆς ψυχῆς ἡ ἐνέργεια͵ οὔτε κατεγνωσμένον τι ἔχουσα οὔτε ἐπαινετόν, ὡς ἡ τῶν βαναύσων τούτων τεχνῶν ἀνάληψις ἃς δὴ καὶ μέσας προσαγορεύομεν͵ οὐδὲν τῷ ἑαυτῶν λόγῳ πρὸς ἀρετὴν ἢ κακίαν ἀποκλινούσας. Ποία γὰρ κακία κυβερνητικῆς ἢ ἰατρικῆς; Οὐ μέντοιγε οὐδὲ ἀρεταὶ αὐταὶ καθ΄ ἑαυτάς͵ ἀλλ΄ ἐκ τῆς τῶν κεχρημένων προαιρέσεως πρὸς τὴν τοῦ ἑτέρου τῶν ἀντικειμένων ἀποκλίνουσι μοῖραν. Ὁ μέντοι τῇ θεότητι τοῦ Πνεύματος ἀνακραθεὶς νοῦς͵ οὗτος ἤδη τῶν μεγάλων ἐστὶ θεωρημάτων ἐποπτικὸς καὶ καθορᾷ τὰ θεῖα κάλλη͵ τοσοῦτον μέντοι ὅσον ἡ χάρις ἐνδίδωσι καὶ ἡ κατασκευὴ αὐτοῦ ὑποδέχεται. Ὥστε ἀφέντες ἐκείνας τὰς διαλεκτικὰς ἐρωτήσεις͵ μὴ κακεντρεχῶς͵ ἀλλ΄ εὐλαβῶς ἐξεταζέτωσαν τὴν ἀλήθειαν. Δέδοται ἡμῖν τὸ τοῦ νοῦ κριτήριον εἰς τὴν τῆς ἀληθείας σύνεσιν. Ἔστι δὲ ἡ αὐτοαλήθεια ὁ Θεὸς ἡμῶν. Ὥστε προηγούμενόν ἐστι τῷ νῷ τὸν Θεὸν ἡμῶν ἐπιγινώσκειν, ἐπιγινώσκειν δὲ οὕτως ὡς δυνατὸν γνωρίζεσθαι τὸν ἀπειρομεγέθη ὑπὸ τοῦ μικροτάτου. Οὐδὲ γὰρ ἐπειδὴ ὀφθαλμοὶ εἰς κατανόησιν τῶν ὁρατῶν εἰσι τεταγμένοι͵ ἤδη πάντα τὰ ὁρατὰ ὑπὸ τὴν ὄψιν ἄγεται. ... Οὕτω δὴ καὶ περὶ Θεοῦ. Εἰ μὲν βεβλαμμένος ἐστὶν ὑπὸ δαιμόνων ὁ νοῦς͵ εἰδωλολατρήσει ἢ πρὸς ἄλλο τι εἶδος ἀσεβείας παρατραπήσεται. Εἰ δὲ τῇ τοῦ Πνεύματος ἑαυτὸν ἐπιδέδωκε βοηθείᾳ͵ τὴν ἀλήθειαν γνωρίσει καὶ Θεὸν ἐπιγνώσεται. Ἐπιγνώσεται δέ͵ ὡς ὁ Ἀπόστολος εἶπεν͵ ἐκ μέρους, ἐν δὲ τῇ μετὰ ταῦτα ζωῇ τελεώτερον· Ὅταν γὰρ ἔλθῃ τὸ τελειότερον͵ τὸ ἐκ μέρους καταργηθήσεται. Ὥστε καὶ καλὸν τοῦ νοῦ τὸ κριτήριον καὶ πρὸς εὔχρηστον τέλος͵ τὴν Θεοῦ κατανόησιν͵ δεδομένον͵ ἐνεργοῦν μέντοι τοσοῦτον ὅσον αὐτῷ χωρητόν.


Ἀπὸ δόξης εἰς δόξαν

ΕΝΝΟΗΣΟΝ ποιμένας σοφιζομένους͵ ἱερεῖς προφητεύοντας͵ γυναῖκας εὐφραινομένας͵ ὅτε Μαρία χαίρειν ἐδιδάσκετο παρὰ τοῦ Γαβριήλ͵ ὅτε Ἐλισάβετ ἐπ΄ αὐτῶν εἶχε τῶν σπλάγχνων σκιρτῶντα τὸν Ἰωάννην. Ἄννα εὐηγγελίζετο͵ Συμεὼν ἐνηγκαλίζετο͵ ἐν μικρῷ βρέφει τὸν μέγαν Θεὸν προσκυνοῦντες· οὐ τοῦ ὁρωμένου καταφρονοῦτες͵ ἀλλὰ τῆς θεότητος αὐτοῦ τὴν μεγαλωσύνην δοξολογοῦντες. Ἐφαίνετο γὰρ ὥσπερ φῶς δι΄ ὑελίνων ὑμένων διὰ τοῦ ἀνθρωπίνου σώματος ἡ θεία δύναμις͵ διαυγάζουσα τοῖς ἔχουσι τοὺς ὀφθαλμοὺς τῆς καρδίας κεκαθαρμένους· μεθ΄ ὧν καὶ ἡμεῖς εὑρεθείημεν ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι͵ ἵνα καὶ αὐτοὶ μεταμορφωθῶμεν ἀπὸ δόξης εἰς δόξαν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ͵ ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Τί σημαίνει τὸ ὄνομα Λόγος

ΛΟΓΟΝ ἀκούων͵ φύλαξαι μήποτε τῇ σῇ ἀσθενείᾳ τῆς διανοίας πρὸς χαμαιζήλους καὶ ταπεινὰς διανοίας ὑπενεχθῇς. Ἀλλ΄ ἐρεύνα τὴν διάνοιαν τοῦ ῥήματος. Διὰ τί Λόγος; Ἵνα δειχθῇ ὅτι ἐκ τοῦ νοῦ προῆλθε. Διὰ τί Λόγος; Ὅτι ἀπαθῶς ἐγεννήθη. Διὰ τί Λόγος; Ὅτι εἰκὼν τοῦ γεννήσαντος͵ ὅλον ἐν ἑαυτῷ δεικνὺς τὸν γεννήσαντα͵ οὐδὲν ἐκεῖθεν ἀπομερίσας καὶ τέλειος ὑπάρχων καθ΄ ἑαυτόν, ὡς καὶ ὁ ἡμέτερος λόγος ὅλην ἡμῶν ἀπεικονίζει τὴν ἔννοιαν. Ἃ γὰρ κατὰ καρδίαν ἐνενοήσαμεν͵ ταῦτα τῷ ῥήματι προηνέγκαμεν καὶ ἔστι τοῦ ἐν τῇ καρδίᾳ νοήματος ἀπεικόνισμα τὸ λαλούμενον. Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας ὁ λόγος προφέρεται. Καὶ ἔστιν ἡ μὲν καρδία ἡμῶν οἷον πηγή τις͵ ὁ δὲ προφερόμενος λόγος οἷον ὁλκός τις ἐκ τῆς πηγῆς ταύτης ῥέων. Τοσοῦτον οὖν τὸ ἀποῤῥέον͵ ὅσον τὸ πρώτως ἀναφερόμενον, καὶ οἷον τὸ κεκρυμμένον͵ τοσοῦτον καὶ τὸ φαινόμενον. Λόγον οὖν εἶπεν͵ ἵνα τὴν ἀπαθῆ σοι γέννησιν τοῦ Πατρὸς παραστήσῃ καὶ τὴν τελείαν ὕπαρξίν σοι τοῦ Υἱοῦ θεολογήσῃ καὶ τὴν ἄχρονον συνάφειαν τοῦ Υἱοῦ πρὸς Πατέρα διὰ τούτων ἐνδείξηται. Καὶ γὰρ ὁ ἡμέτερος λόγος τοῦ νοῦ γέννημα͵ ἀπαθῶς γεννώμενος· οὔτε γὰρ τέμνεται͵ οὔτε μερίζεται͵ οὔτε ῥέει, ἀλλὰ μένων ὅλος ὁ νοῦς ἐν τῇ ἰδίᾳ συστάσει͵ ὅλον τὸν λόγον καὶ ἀπηρτισμένον ὑφίστησι· καὶ προελθὼν ὁ λόγος͵ πᾶσαν τοῦ γεννήσαντος νοῦ τὴν δύναμιν ἐν ἑαυτῷ περιέχει. Ὅσον οὖν εὐσεβές͵ τοσοῦτον λαβὼν πρὸς τὴν τοῦ Μονογενοῦς θεολογίαν ἐκ τῆς τοῦ Λόγου φωνῆς, ὅπερ ἂν εὕρῃς ἀπεμφαῖνον καὶ ἀνάρμοστον φαινόμενον͵ τοῦτο παραίτησαι καὶ ὑπέρβηθι μηχανῇ πάσῃ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Εἰ δὲ εἶπεν· Ἐν ἀρχῇ ἦν ὁ Υἱὸς͵ τῇ προσηγορίᾳ τοῦ Υἱοῦ συνεισῆλθεν ἄν σοι ἡ περὶ τοῦ πάθους ἔννοια. Ἐπειδὴ γὰρ παρ΄ ἡμῖν τὰ γεννῶντα χρόνῳ γεννᾷ καὶ ἐμπαθῶς γεννᾷ͵ διὰ τοῦτο προλαβὼν Λόγον εἶπε͵ προδιορθούμενος τὰς ἀπρεπεῖς ὑπολήψεις͵ ἵνα σου τὴν ψυχὴν ἄτρωτον διασώσηται.

Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Πάλιν τὸ͵ ῏Ην͵ διὰ τοὺς βλασφημοῦντας ὅτι οὐκ ἦν. Ποῦ ἦν ὁ Λόγος; Οὐκ ἐν τόπῳ, οὐ γὰρ περιέχεται τόπῳ τὰ ἀπερίγραπτα. Ἀλλὰ ποῦ ἦν; Πρὸς τὸν Θεόν. Οὔτε ὁ Πατὴρ ἐν τόπῳ͵ οὔτε ὁ Υἱὸς ἐν περιοχῇ τινι καὶ περιγραφῇ ὁμολογουμένῃ κατειλημμένος, ἀλλ΄ ἄπειρος μὲν ὁ Πατήρ͵ ἄπειρος δὲ ὁ Υἱός. Πᾶν ὅπερ ἂν νοήσῃς καὶ ὅπουπερ ἂν πορευθῇς τῷ πνεύματί σου͵ τοῦ Θεοῦ εὑρήσεις πεπληρωμένον· πανταχοῦ συμπαρεκτεινομένην εὑρήσεις τοῦ Υἱοῦ τὴν ὑπόστασιν. Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Θαύμασον τὴν ἀκρίβειαν ἑκάστης φωνῆς· οὐκ εἶπεν͵ Ἐν τῷ Θεῷ ἦν ὁ Λόγος· ἀλλά͵ Πρὸς τὸν Θεόν, ἵνα τὸ ἰδιάζον τῆς ὑποστάσεως παραστήσῃ. Οὐκ εἶπεν͵ Ἐν τῷ Θεῷ͵ ἵνα μὴ πρόφασιν δῷ τῇ συγχύσει τῆς ὑποστάσεως. ... Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάλιν ἀνακεφαλαιοῦται ἐν ὀλίγοις ῥήμασι πᾶσαν ἑαυτοῦ τὴν θεολογίαν͵ ἣν περὶ τοῦ Μονογενοῦς ἡμῖν ὁ εὐαγγελιστὴς παρέδωκεν. Οὗτος τίς; Οὗτος͵ ὁ Λόγος ὁ Θεός. Ἐπειδὴ γάρ σοι διήρθρωσε τὴν περὶ αὐτοῦ ἔννοιαν͵ οἷον ἐντυπώσας σου τῇ ψυχῇ διὰ τῆς διδασκαλίας τὰ ἀγνοούμενα καὶ ἐνοικίσας τὸν Λόγον Χριστὸν ἐν τῇ καρδίᾳ σου͵ Οὗτός φησι. Ποῖος οὗτος; Μὴ ἔξω διαβλέψῃ͵ διὰ τῆς δεικτικῆς φωνῆς τὸν ὑποδεικνύμενόν σοι περισκοπῶν͵ ἀλλ΄ εἴσελθε εἰς τὰ κρυπτὰ τῆς σεαυτοῦ ψυχῆς͵ καὶ ὃν ἐδιδάχθης Θεὸν τὸν ἐν ἀρχῇ ὄντα͵ τὸν ὡς Λόγον προελθόντα͵ τὸν πρὸς τὸν Θεὸν ὄντα͵ τοῦτον γνωρίσας καὶ καταπλαγεὶς καὶ προσκυνήσας τὸν σεαυτοῦ Δεσπότην͵ τόν σοι διὰ τῆς διδασκαλίας ἐνιδρυθέντα͵ γνώριζε͵ ὅτι οὗτος ἦν ἐν ἀρχῇ· τουτέστιν͵ ἀεὶ πρὸς τὸν Θεὸν τὸν ἑαυτοῦ Πατέρα. Ταύτας μοι τὰς ὀλίγας φωνὰς διασώσατε͵ ὥσπερ σφραγῖδα ταῖς μνήμαις ὑμῶν ἐνσημηνάμενοι. Αὗται ἀῤῥαγέστατον ἔσονται τειχίον πρὸς τὰς τῶν ἐπιβουλευόντων καταδρομάς, αὗται φυλακτήριόν εἰσι τῶν ψυχῶν σωτήριον τοῖς προβαλλομένοις αὐτάς.


Οἰκείωση Πνεύματος

ΟΙΚΕΙΩΣΙΣ Πνεύματος πρὸς ψυχὴν οὐχ ὁ διὰ τόπου προσεγγισμὸς - πῶς γὰρ ἂν πλησιάσαι τῷ ἀσωμάτῳ σωματικῶς; - ἀλλ΄ ὁ χωρισμὸς τῶν παθῶν͵ ἅπερ ἀπὸ τῆς πρὸς τὴν σάρκα φιλίας ὕστερον ἐπιγινόμενα τῇ ψυχῇ͵ τῆς ἀπὸ τοῦ Θεοῦ οἰκειότητος ἠλλοτρίωσε. Καθαρθέντα δὴ οὖν ἀπὸ τοῦ αἴσχους ὃ ἀνεμάξατο διὰ τῆς κακίας͵ καὶ πρὸς τὸ ἐκ φύσεως κάλλος ἐπανελθόντα καὶ οἷον εἰκόνι βασιλικῇ τὴν ἀρχαίαν μορφὴν διὰ καθαρότητος ἀποδόντα͵ οὕτως ἐστὶ μόνως προσεγγίσαι τῷ Παρακλήτῳ. Ὁ δέ͵ ὥσπερ ἥλιος͵ κεκαθαρμένον ὄμμα παραλαβών͵ δείξει σοι ἐν ἑαυτῷ τὴν εἰκόνα τοῦ ἀοράτου. Ἐν δὲ τῷ μακαρίῳ τῆς εἰκόνος θεάματι τὸ ἄρρητον ὄψει τοῦ ἀρχετύπου κάλλος. Διὰ τούτου͵ καρδιῶν ἀνάβασις͵ χειραγωγία τῶν ἀσθενούντων͵ τῶν προκοπτόντων τελείωσις. Τοῦτο τοῖς ἀπὸ πάσης κηλῖδος κεκαθαρμένοις ἐλλάμπον͵ τῇ πρὸς ἑαυτὸ κοινωνίᾳ πνευματικοὺς ἀποδείκνυσι. Καὶ ὥσπερ τὰ λαμπρὰ καὶ διαφανῆ τῶν σωμάτων͵ ἀκτῖνος αὐτοῖς ἐμπεσούσης͵ αὐτά τε γίνεται περιλαμπῆ καὶ ἑτέραν αὐγὴν ἀφ΄ ἑαυτῶν ἀποστίλβει, οὕτως αἱ πνευματοφόροι ψυχαὶ ἐλλαμφθεῖσαι παρὰ τοῦ Πνεύματος͵ αὐταί τε ἀποτελοῦνται πνευματικαὶ καὶ εἰς ἑτέρους τὴν χάριν ἐξαποστέλλουσιν. Ἐντεῦθεν μελλόντων πρόγνωσις͵ μυστηρίων σύνεσις͵ κεκρυμμένων κατάληψις͵ χαρισμάτων διανομαί͵ τὸ οὐράνιον πολίτευμα͵ ἡ μετὰ ἀγγέλων χορεία͵ ἡ ἀτελεύτητος εὐφροσύνη͵ ἡ ἐν Θεῷ διαμονή͵ ἡ πρὸς Θεὸν ὁμοίωσις͵ τὸ ἀκρότατον τῶν ὀρεκτῶν͵ Θεὸν γενέσθαι. ...

Ὁ μηκέτι κατὰ σάρκα ζῶν͵ ἀλλὰ Πνεύματι Θεοῦ ἀγόμενος καὶ υἱὸς Θεοῦ χρηματίζων καὶ σύμμορφος τῆς εἰκόνος τοῦ Υἱοῦ τοῦ Θεοῦ γενόμενος͵ πνευματικὸς ὀνομάζεται. Καὶ ὡς ἡ δύναμις τοῦ ὁρᾷν ἐν τῷ ὑγιαίνοντι ὀφθαλμῷ͵ οὕτως ἡ ἐνέργεια τοῦ Πνεύματος ἐν τῇ κεκαθαρμένῃ ψυχῇ. Διὸ καὶ Παῦλος εὔχεται Ἐφεσίοις͵ πεφωτισμένους ὀφθαλμοὺς αὐτῶν εἶναι ἐν τῷ Πνεύματι τῆς σοφίας. Καὶ ὡς ἡ τέχνη ἐν τῷ ἀναλαβόντι αὐτήν͵ οὕτως ἡ χάρις τοῦ Πνεύματος ἐν τῷ ὑποδεξαμένῳ͵ ἀεὶ μὲν συμπαροῦσα͵ οὐχὶ δὲ καὶ ἐνεργοῦσα διηνεκῶς. Ἐπεὶ καὶ ἡ τέχνη͵ δυνάμει μὲν ἐν τῷ τεχνίτῃ ἐστίν, ἐνεργείᾳ δὲ τότε͵ ὅταν κατ΄ αὐτὴν ἐνεργῇ. Οὕτω καὶ τὸ Πνεῦμα͵ ἀεὶ μὲν συμπάρεστι τοῖς ἀξίοις͵ ἐνεργεῖ δὲ κατὰ τὴν χρείαν ἢ ἐν προφητείαις ἢ ἐν ἰάμασιν ἢ ἐν ἄλλοις τισὶ δυνάμεων ἐνεργήμασιν. Ἔτι ὡς ἐν σώμασιν ὑγίεια ἢ θερμότης ἢ ὅλως αἱ εὐκίνητοι διαθέσεις, οὕτω καὶ ἐν ψυχῇ πολλάκις ὑπάρχει τὸ Πνεῦμα͵ τοῖς διὰ τὸ τῆς γνώμης ἀνίδρυτον͵ εὐκόλως͵ ἣν ἐδέξαντο χάριν ἀπωθουμένοις͵ μὴ παραμένον· οἷος ἦν ὁ Σαοὺλ καὶ οἱ ἑβδομήκοντα πρεσβύτεροι τῶν υἱῶν Ἰσραήλ͵ πλὴν τοῦ Ἐλδὰδ καὶ Μωδὰδ - τούτοις γὰρ μόνοις ἐκ πάντων φαίνεται παραμεῖναν τὸ Πνεῦμα -͵ καὶ ὅλως εἴ τις τούτοις τὴν προαίρεσιν παραπλήσιος. Καὶ ὡς ὁ λόγος δὲ ἐν ψυχῇ͵ ποτὲ μὲν ὡς τὸ ἐγκάρδιον νόημα͵ ποτὲ δὲ ὡς ὁ προφερόμενος διὰ γλώσσης͵ οὕτω τὸ Πνεῦμα τὸ ἅγιον· νῦν μὲν ὅταν συμμαρτυρῇ τῷ πνεύματι καὶ ὅταν κράζῃ ἐν ταῖς καρδίαις ἡμῶν· Ἀββᾶ ὁ Πατήρ͵ νῦν δὲ ὅταν λαλῇ ὑπὲρ ἡμῶν͵ κατὰ τὸ εἰρημένον͵ ὅτι Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες͵ ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν. ῎Ηδη δὲ καὶ ὡς ὅλον ἐν μέρεσι νοεῖται τὸ Πνεῦμα κατὰ τὴν τῶν χαρισμάτων διανομήν. Πάντες γὰρ ἀλλήλων ἐσμὲν μέλη͵ ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσαν ἡμῖν διάφορα. Διὰ τοῦτο οὐ δύναται ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί͵ χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί͵ χρείαν ὑμῶν οὐκ ἔχω. Ἀλλὰ πάντα μὲν ὁμοῦ συμπληροῖ τὸ σῶμα τοῦ Χριστοῦ ἐν τῇ ἑνότητι τοῦ Πνεύματος, ἀλλήλοις δὲ ἀναγκαίαν τὴν ἐκ τῶν χαρισμάτων ἀντιδίδωσιν ὠφέλειαν.

Ὁ μὲν γὰρ Θεὸς ἔθετο τὰ μέλη ἐν τῷ σώματι͵ ἓν ἕκαστον αὐτῶν καθὼς ἠθέλησε. Τὰ μέντοι μέλη τὸ αὐτὸ μεριμνῶσιν ὑπὲρ ἀλλήλων͵ κατὰ τὴν πνευματικὴν κοινωνίαν τῆς συμπαθείας αὐτοῖς ὑπαρχούσης. Διόπερ εἴτε πάσχει ἓν μέλος͵ συμπάσχει πάντα τὰ μέλη͵ εἴτε δοξάζεται ἓν μέλος͵ συγχαίρει πάντα τὰ μέλη. Καὶ ὡς μέρη δὲ ἐν ὅλῳ͵ οἱ καθ΄ ἕνα ἐσμὲν ἐν τῷ Πνεύματι· ὅτι οἱ πάντες ἐν ἑνὶ σώματι͵ εἰς ἓν Πνεῦμα ἐβαπτίσθημεν. Ὃ δὲ παράδοξον μὲν εἰπεῖν͵ ἀληθὲς δὲ οὐδενὸς ἔλαττον͵ ὅτι καὶ ὡς χώρα τῶν ἁγιαζομένων πολλάκις τὸ Πνεῦμα λέγεται. Καὶ φανήσεται οὐδὲ οὗτος ὁ τρόπος κατασμικρύνων τὸ Πνεῦμα͵ ἀλλὰ μᾶλλον δοξάζων. Τὰ γάρ τοι σωματικὰ τῶν ὀνομάτων καὶ ἐπὶ τὰς πνευματικὰς ἐννοίας ἐναργείας ἕνεκεν πολλάκις ὁ λόγος μετακομίζει. Τετηρήκαμεν οὖν καὶ ἐπὶ τοῦ Θεοῦ τὸν ψαλμῳδὸν λέγοντα· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με. Περὶ δὲ τοῦ Πνεύματος· Ἰδοὺ τόπος͵ φησί͵ παρ΄ ἐμοί͵ καὶ στῆθι ἐπὶ τῆς πέτρας͵ τί ἄλλο λέγων τὸν τόπον ἢ τὴν ἐν Πνεύματι θεωρίαν͵ ἐν ᾗ γενόμενος͵ ἐδύνατο ἰδεῖν γνωστῶς ἐμφανιζόμενον αὐτῷ τὸν Θεὸν ὁ Μωϋσῆς; Οὗτός ἐστιν ὁ τόπος ὁ τῆς ἀληθινῆς λατρείας ἴδιος. Πρόσεχε γάρ͵ φησί͵ μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπῳ· ἀλλ΄ ἐν τῷ τόπῳ͵ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου. Ποῖον οὖν ἐστιν ὁλοκαύτωμα πνευματικόν; Ἡ θυσία τῆς αἰνέσεως. Ἐν ποίῳ δὲ τόπῳ ταύτην προσφέρομεν; ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Ποῦ τοῦτο μεμαθήκαμεν; Παρ΄ αὐτοῦ τοῦ Κυρίου λέγοντος ὅτι οἱ ἀληθινοὶ προσκυνηταὶ ἐν Πνεύματι καὶ ἀληθείᾳ προσκυνήσουσι τῷ Πατρί. Τοῦτον τὸν τόπον ἰδὼν ὁ Ἰακὼβ ἔφη ὅτι Κύριος ἐν τῷ τόπῳ τούτῳ. Ὥστε τὸ Πνεῦμα͵ τόπος ἀληθῶς τῶν ἁγίων. Καὶ ὁ ἅγιος͵ τόπος οἰκεῖος τῷ Πνεύματι ἐμπαρέχων ἑαυτὸν πρὸς ἐνοίκησιν τὴν μετὰ Θεοῦ καὶ ναὸς αὐτοῦ χρηματίζων. Ὡς γὰρ ἐν Χριστῷ λαλεῖ Παῦλος· Κατενώπιον γάρ͵ φησί͵ Θεοῦ͵ ἐν Χριστῷ λαλοῦμεν· καὶ Χριστὸς ἐν Παύλῳ͵ ὡς αὐτὸς λέγει· ῍Η δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; οὕτω καὶ ἐν Πνεύματι λαλεῖ τὰ μυστήρια͵ καὶ τὸ Πνεῦμα πάλιν λαλεῖ ἐν αὐτῷ. Ἐν μὲν οὖν τοῖς γεννητοῖς οὕτω πολυμερῶς καὶ πολυτρόπως ἐνεῖναι λέγεται τὸ Πνεῦμα· Πατρὶ δὲ καὶ Υἱῷ οὐχὶ ἐνεῖναι μᾶλλον͵ ἀλλὰ συνεῖναι εἰπεῖν εὐσεβέστερον.

Ἡ μὲν γὰρ παρ΄ αὐτοῦ χάρις οἰκοῦντος ἐν τοῖς ἀξίοις καὶ ἐνεργοῦντος τὰ ἑαυτοῦ͵ καλῶς ἐνυπάρχειν τοῖς δεκτικοῖς αὐτοῦ λέγεται. Ἡ δὲ προαιώνιος ὕπαρξις καὶ ἄπαυστος διαμονὴ μεθ΄ Υἱοῦ καὶ Πατρὸς θεωρουμένη͵ τὰς τῆς ἀϊδίου συναφείας προσηγορίας ἐπιζητεῖ. Τὸ γὰρ κυρίως καὶ ἀληθῶς συνυπάρχειν ἐπὶ τῶν ἀχωρίστως ἀλλήλοις συνόντων λέγεται. Τὴν γὰρ θερμότητα τῷ μὲν πυρακτωθέντι σιδήρῳ ἐνυπάρχειν φαμέν, αὐτῷ δὲ τῷ πυρὶ συνυπάρχειν. Καὶ τὴν μὲν ὑγίειαν τῷ σώματι ἐνυπάρχειν͵ τὴν δὲ ζωὴν τῇ ψυχῇ συνυπάρχειν. Ὥστε ὅπου μὲν οἰκεία καὶ συμφυὴς καὶ ἀχώριστος ἡ κοινωνία͵ σημαντικωτέρα φωνὴ ἡ σύν͵ τῆς ἀχωρίστου κοινωνίας τὴν διάνοιαν ὑποβάλλουσα. Ὅπου δὲ προσγίνεσθαι ἡ ἀπ΄ αὐτοῦ χάρις καὶ πάλιν ἀπογίνεσθαι πέφυκεν͵ οἰκείως καὶ ἀληθῶς τὸ ἐνυπάρχειν λέγεται͵ κἂν τοῖς δεξαμένοις πολλάκις διὰ τὸ ἑδραῖον τῆς περὶ τὸ καλὸν διαθέσεως͵ ἡ ἀπ΄ αὐτοῦ χάρις διαρκὴς παραμένῃ. Ὥστε ὅταν μὲν τὴν οἰκείαν ἀξίαν τοῦ Πνεύματος ἐννοῶμεν͵ μετὰ Πατρὸς καὶ Υἱοῦ αὐτὸ θεωροῦμεν. Ὅταν δὲ τὴν εἰς τοὺς μετόχους ἐνεργουμένην χάριν ἐνθυμηθῶμεν͵ ἐν ἡμῖν εἶναι τὸ Πνεῦμα λέγομεν. Καὶ ἥ γε προσαγομένη δοξολογία παρ΄ ἡμῶν ἐν τῷ Πνεύματι͵ οὐχὶ τῆς ἐκείνου ἀξίας ὁμολογίαν ἔχει͵ ἀλλὰ τῆς ἡμετέρας αὐτῶν ἀσθενείας ἐξομολόγησιν, δεικνύντων ὅτι οὔτε δοξάσαι ἀφ΄ ἑαυτῶν ἱκανοί ἐσμεν͵ ἀλλ΄ ἡ ἱκανότης ἡμῶν ἐν τῷ Πνεύματι τῷ ἁγίῳ͵ ἐν ᾧ δυναμωθέντες͵ τὴν ὑπὲρ ὧν εὐεργετήθημεν͵ τῷ Θεῷ ἡμῶν εὐχαριστίαν ἀποπληροῦμεν, κατὰ τὸ μέτρον τῆς ἀπὸ κακίας καθαρότητος͵ ἕτερος ἑτέρου πλέον ἢ ἔλαττον τῆς ἐκ τοῦ Πνεύματος βοηθείας μεταλαμβάνοντες εἰς τὸ προσφέρειν τὰς θυσίας τῆς αἰνέσεως τῷ Θεῷ. Καθ΄ ἕνα μὲν οὖν τρόπον οὕτως εὐσεβῶς ἐν Πνεύματι τὴν εὐχαριστίαν ἀποπληροῦμεν. Καίτοι καὶ τοῦτο οὐκ ἀβαρές͵ αὐτόν τινα ἑαυτῷ μαρτυρεῖν͵ ὅτι Πνεῦμα Θεοῦ ἐν ἐμοὶ καὶ διὰ τῆς ἀπ΄ αὐτοῦ χάριτος σοφισθεὶς ἀναφέρω τὴν δόξαν. Παύλῳ γὰρ πρέπουσα ἡ φωνή· Δοκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Καὶ πάλιν· Τὴν καλὴν παρακαταθήκην φύλαξον͵ διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν· καὶ περὶ τοῦ Δανιήλ· ὅτι Πνεῦμα Θεοῦ ἅγιον ἐν αὐτῷ· καὶ εἴ τις ἐκείνοις τὴν ἀρετὴν παραπλήσιος. Δεύτερος δὲ νοῦς͵ οὐδὲ αὐτὸς ἀπόβλητος· ὅτι ὥσπερ ἐν τῷ Υἱῷ ὁρᾶται ὁ Πατήρ͵ οὕτως ὁ Υἱὸς ἐν τῷ Πνεύματι.

Ἡ τοίνυν ἐν τῷ Πνεύματι προσκύνησις͵ τὴν ὡς ἐν φωτὶ γινομένην τῆς διανοίας ἡμῶν ἐνέργειαν ὑποβάλλει͵ ὡς ἐκ τῶν πρὸς τὴν Σαμαρεῖτιν εἰρημένων ἂν μάθοις. Ἐν τόπῳ γὰρ εἶναι τὴν προσκύνησιν ἐκ τῆς ἐγχωρίου συνηθείας ἠπατημένην ὁ Κύριος ἡμῶν μεταδιδάσκων͵ ἐν Πνεύματι καὶ ἀληθείᾳ χρῆναι προσκυνεῖν ἔφησεν͵ ἑαυτὸν λέγων δηλαδὴ τὴν ἀλήθειαν. Ὥσπερ οὖν ἐν τῷ Υἱῷ προσκύνησιν λέγομεν͵ τὴν ὡς ἐν εἰκόνι τοῦ Θεοῦ καὶ Πατρός͵ οὕτω καὶ ἐν τῷ Πνεύματι͵ ὡς ἐν ἑαυτῷ δεικνύντι τὴν τοῦ Κυρίου θεότητα. Διὸ καὶ ἐν τῇ προσκυνήσει ἀχώριστον ἀπὸ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ἔξω μὲν γὰρ ὑπάρχων αὐτοῦ͵ οὐδὲ προσκυνήσεις τὸ παράπαν· ἐν αὐτῷ δὲ γενόμενος οὐδενὶ τρόπῳ ἀποχωρίσεις ἀπὸ Θεοῦ· οὐ μᾶλλόν γε ἢ τῶν ὁρατῶν ἀποστήσεις τὸ φῶς. Ἀδύνατον γὰρ ἰδεῖν τὴν εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου͵ μὴ ἐν τῷ φωτισμῷ τοῦ Πνεύματος. Καὶ τὸν ἐνατενίζοντα τῇ εἰκόνι͵ ἀμήχανον τῆς εἰκόνος ἀποχωρίσαι τὸ φῶς. Τὸ γὰρ τοῦ ὁρᾶν αἴτιον͵ ἐξ ἀνάγκης συγκαθορᾶται τοῖς ὁρατοῖς. Ὥστε οἰκείως καὶ ἀκολούθως διὰ μὲν τοῦ φωτισμοῦ τοῦ Πνεύματος͵ τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Θεοῦ καθορῶμεν, διὰ δὲ τοῦ χαρακτῆρος͵ ἐπὶ τὸν οὗ ἐστιν ὁ χαρακτὴρ καὶ ἡ ἰσότυπος σφραγὶς ἀναγόμεθα. ... Eὐθυμείσθω μὲν πᾶσα ψυχὴ ζητοῦσα περὶ τῶν θειοτέρων͵ εἰ ὄμμα τοιοῦτον ἔχει͵ ὥστε ταῦτα ζητεῖν καὶ ὁρᾷν τὰ αἰσθήσει ἀόρατα͵ καὶ εἰ͵ οὕτω ζητοῦσα͵ παρ΄ αὐτῷ τῷ ζητουμένῳ͵ κατὰ τὸ γεγραμμένον͵ οἰκεῖν δύναται. Γέγραπται γάρ· Ἐὰν ζητῇς͵ ζήτει καὶ παρ΄ ἐμοὶ οἴκει. Οἰκεῖ δὲ τότε͵ ὅτε μετὰ πίστεως ζητεῖ. Κἂν γὰρ γένηται μὴ εὑρεῖν͵ οὐκ ἀναχωρεῖ τοῦ οἰκεῖν ἐν τῇ πίστει τοῦ ζητουμένου͵ ἀλλὰ λέγει κατὰ τὸν μακάριον Δαβίδ· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν· καὶ κατὰ τὸν πατέρα τοῦ σεληνιαζομένου· Πιστεύω͵ Κύριε͵ βοήθει μου τῇ ἀπιστίᾳ. Τοῦτον οὖν ἔχοντες τὸν σκοπὸν͵ ζητήσωμεν μετὰ πίστεως περὶ τῆς τοῦ ἁγίου Πνεύματος φύσεως͵ παρ΄ αὐτοῦ ζητήσαντες τοῦ ζητουμένου τὴν γνῶσιν. Αὐτὸ γάρ ἐστι τὸ ζητούμενον καὶ αὐτὸ τὸ παρέχον τὴν περὶ ἑαυτοῦ γνῶσιν. Ὡς δὲ καὶ διὰ τῶν θείων Γραφῶν μεμαθήκαμεν παρ΄ αὐτοῦ͵ αὐτό ἐστιν ὃ τοὺς ἁγίους ἐποίησε καὶ τὴν θείαν ζωὴν παρέχει τοῖς αἰτοῦσι παρ΄ αὐτοῦ τὸν Θεόν. Τῶν δὲ λαμβανόντων ἀνάγκη εἶναι τιμιώτερον· γινομένων τούτων ἁγίων͵ ὅταν αὐτὸ ἐπιφοιτήσῃ͵ καὶ φθειρομένων͵ ὅταν αὐτὸ καταλίπῃ. Αὐτὸ δὲ ἔστιν ἀεί͵ πηγὴ ὂν τῆς ἀϊδίου ζωῆς.

Τίς δὲ ὁ τρόπος τῆς χορηγίας τοῦ εἶναι αὐτὸ ἔν τε τοῖς πᾶσι καὶ ἐν τοῖς καθ΄ ἕκαστον͵ σκοπείτω διάνοια͵ ἀξία τοῦ σκοπεῖν γενομένη͵ ἀπαλλαγεῖσα ἀπάτης καὶ αἱρέσεως καὶ τῶν γοητευουσῶν γυναικῶν τὰς ἄλλας. Προσίτω δὲ ἡσύχῳ τῇ καταστάσει. ῞Ησυχον δὲ αὐτῆς ἔστω μὴ μόνον τὸ περικείμενον σῶμα καὶ ὁ τοῦ σώματος κλύδων͵ ἀλλὰ καὶ πᾶν τὸ περιέχον, οὐρανός͵ γῆ͵ θάλασσα καὶ τὰ ἐν τούτοις λογικά. Καὶ νοείτω τὰ πάντα πληρούμενα καὶ πάντοθεν εἰς αὐτὰ ἑστὼς τὸ Πνεῦμα͵ οἷον εἰσρέον καὶ εἰσχυθὲν καὶ πάντοθεν εἰσιὸν καὶ εἰσλάμπον. Πνεῦμα γὰρ Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει Θεοῦ. Εἰσλάμπει δὲ ἐν πᾶσι τοῖς ἀξίοις. Καθάπερ γὰρ ἡλίου βολαὶ φωτίσασθαι νέφος καὶ λάμπειν ποιοῦσι͵ χρυσοειδῆ ὄψιν ποιοῦσαι, οὕτω καὶ Πνεῦμα ἅγιον͵ ἐπελθὸν εἰς ἀνθρώπου σῶμα͵ ἔδωκε μὲν ζωήν͵ ἔδωκε δὲ ἀθανασίαν͵ ἔδωκεν ἁγιασμόν͵ ἤγειρε δὲ κείμενον. Τὸ δὲ κινηθὲν κίνησιν ἀΐδιον ὑπὸ Πνεύματος ἁγίου ζῶον ἅγιον ἐγένετο. Ἔσχε δὲ ἀξίαν ἄνθρωπος͵ Πνεύματος εἰσοικισθέντος͵ προφήτου͵ ἀποστόλου͵ ἀγγέλου Θεοῦ͵ ὢν πρὸ τούτου γῆ καὶ σποδός. Γένοιτο δὲ ἂν φανερωτέρα καὶ ἐναργεστέρα τοῦ Πνεύματος ἡ δύναμις καὶ ἡ φύσις ἥτις ἐστὶν͵ εἰ ἐνθυμηθείημεν ὅπως περιέχει καὶ ἄγει τῷ ἑαυτοῦ βουλήματι τοὺς ἁγίους καὶ πᾶσαν τὴν λογικὴν φύσιν. Ἅπαντι μὲν γὰρ τῷ πλήθει τῶν οὐρανίων δυνάμεων καὶ τῷ πλήθει τῶν δικαίων ἔδωκεν ἑαυτό. Καὶ πᾶσα ὑπόστασις δικαίων͵ καὶ μεγάλων καὶ μικρῶν͵ καὶ ἀγγέλων καὶ ἀρχαγγέλων͵ ἡγίασται. Καὶ ἄλλη μὲν καὶ ἄλλη κειμένων τῶν σωμάτων͵ τοῦ μὲν ὧδε͵ τοῦ δὲ ὧδε͵ καὶ τῶν ἄλλων δυνάμεων ἀπ΄ ἀλλήλων ἐχουσῶν τι μέσον. Οὐ τὸ Πνεῦμα οὕτως͵ οὐδὲ μέρος αὐτοῦ ἑκάστῳ κατακερματισθὲν ζῇν ποιεῖ θείως͵ ἀλλὰ ἅπαντα ζῇ τῇ αὐτοῦ δυνάμει. Καὶ πάρεστι πανταχοῦ τῷ ἐκπέμποντι αὐτὸ Θεῷ ὁμοιούμενον͵ καὶ κατὰ τὸ εἶναι καὶ κατὰ τὸ πανταχοῦ καὶ ἐν πᾶσιν ὁμοίως εἶναι. Καὶ εὐαγγελιζόμενος τὴν Μαριὰμ ὁ Γαβριὴλ καὶ ἄλλος ἀλλαχοῦ τινα τῶν ἁγίων, καὶ προφητεύων ἕκαστος τῶν προφητῶν, καὶ Παῦλος ἐν Ρώμῃ εὐαγγελιζόμενος καὶ Ἰάκωβος ἐν Ἱερουσαλὴμ καὶ Μάρκος ἐν Ἀλεξανδρείᾳ, καὶ ἄλλος ἐν ἄλλῃ πόλει ἐπληροῦντο τῷ Πνεύματι οὐδενὸς διαστήματος κωλύοντος ἐν τῷ αὐτῷ ἐνεργεῖσθαι τὴν αὐτὴν χάριν. Καὶ Θεός ἐστι διὰ τοῦτο ἕκαστος τῶν ἁγίων. Εἴρηται γὰρ πρὸς αὐτοὺς παρὰ τοῦ Θεοῦ· Ἐγὼ εἶπα͵ Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες· καὶ͵ Θεὸς Θεῶν͵ δηλονότι τῶν ἁγίων͵ Κύριος ἐλάλησε· καὶ͵ Ὀφθήσεται ὁ Θεὸς τῶν Θεῶν ἐν Σιὼν͵ δηλονότι τῶν ἁγίων. Ἀνάγκη δὲ τὸ Θεοῖς αἴτιον τοῦ Θεοὺς εἶναι θεῖον Πνεῦμα καὶ ἐκ Θεοῦ εἶναι.

Ὡς γὰρ τοῖς καυστικοῖς αἴτιον τοῦ καυστικοὺς εἶναι͵ ἀνάγκη καυστικὸν εἶναι͵ καὶ τὸ ἁγίοις αἴτιον τοῦ ἁγίους εἶναι ἀνάγκη ἅγιον εἶναι, οὕτω καὶ τὸ Θεοῖς αἴτιον τοῦ Θεοὺς εἶναι ἀνάγκη Θεὸν εἶναι. Οὕτω δὴ τοιούτου ἀγαθοῦ καὶ θείου ὄντος κτήματος τοῦ Πνεύματος͵ πιστεύσας ἤδη τῷ τοιούτῳ͵ Χριστὸν τὸν τούτου χορηγὸν ἐπιζητεῖν μὴ δειλία. Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Καὶ ἣν προΐεται δὲ ζωὴν εἰς ἄλλου ὑπόστασιν τὸ Πνεῦμα͵ οὐ χωρίζεται αὐτοῦ͵ ἀλλ΄ ὥσπερ πυρὸς τὸ μέν ἐστιν ἡ συνοῦσα θερμότης͵ τὸ δὲ ἣν παρέχει τῷ ὕδατι ἢ ἑτέρῳ τινὶ τῶν τοιούτων͵ οὕτω καὶ αὐτὸ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ζωήν, καὶ οἱ μετέχοντες αὐτοῦ ζῶσι θεοπρεπῶς͵ ζωὴν θείαν καὶ οὐράνιον κεκτημένοι. Πάντα γὰρ ἐν ἑαυτῷ τὰ ἀθάνατα περιέχει· νοῦν πάντα͵ ἄγγελον πάντα͵ ψυχὴν πᾶσαν͵ καὶ οὐδὲ ζητεῖ μεταβολὴν εὖ ἔχον͵ οὐδὲ μετελθεῖν πάντα παρ΄ ἑαυτῷ ἔχον. Ἀλλ΄ οὐδὲ αὔξησιν ἐπιζητεῖ τελειότατον ὄν. Διὸ καὶ παρ΄ αὐτῷ πάντα τέλεια͵ ἀγάπη͵ χαρὰ͵ εἰρήνη͵ μακροθυμία͵ χρηστότης͵ σοφία͵ σύνεσις͵ βουλή͵ ἀσφάλεια͵ εὐσέβεια͵ γνῶσις͵ ἁγιασμὸς͵ ἀπολύτρωσις͵ πίστις͵ ἐνεργήματα δυνάμεων͵ χαρίσματα ἰαμάτων καὶ ὅσα τούτοις παραπλήσια, οὐδὲν ἔχον ἐν ἑαυτῷ ἐπίκτητον, ἀλλ΄ ἀϊδίως πάντα ἔχον͵ ὡς Πνεῦμα Θεοῦ καὶ ἐξ αὐτοῦ πεφηνός͵ αἴτιον αὐτὸν ἔχον ὡς πηγὴν ἑαυτοῦ͵ κἀκεῖθεν πηγάζον. Πηγὴ δὲ καὶ αὐτὸ τῶν προειρημένων ἀγαθῶν. Ἀλλὰ τὸ μὲν ἐκ Θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι, τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσι. Τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον ἐξέχεεν ἐφ΄ ἡμᾶς πλουσίως ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ· ἐξέχεεν͵ οὐκ ἔκτισεν· ἐχαρίσατο͵ οὐκ ἐποίησεν· ἔδωκεν͵ οὐκ ἐδημιούργησεν. Ἐκ παραλλήλου τὰ αὐτὰ λέγω͵ ἐπειδὴ σὲ πανταχόθεν ἑδραῖον εἶναι δεῖ. Ὁ παρὰ τούτου τοῦ Πνεύματος διδασκόμενος τί εἴπῃ ἐν τῇ τῶν ἀνακρινόντων ἀπολογίᾳ διδακτὸς Θεοῦ ἀκούει παρὰ τοῦ προφήτου φήσαντος· Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. Πολὺ οὖν τοῦτο τὸ θεῖον ἐν ψυχῇ λογικῇ ὑπάρχει͵ εἰ μὴ διὰ ῥᾳθυμίαν ἑαυτῆς ἀποστατεῖν θέλοι. Προσπελάσασα δὲ αὐτῷ καὶ οἱονεὶ ἓν γενομένη͵ ἀκούει· Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν Πνεῦμά ἐστιν. Αὐτῷ ἡ δόξα. Ἀμήν.


Πέρα ἀπὸ τὰ σύμπαντα

ΕΙ ΒΟΥΛΕΙ περὶ Θεοῦ λέγειν τι ἢ ἀκούειν͵ ἄφες τὸ σῶμα σεαυτοῦ͵ ἄφες τὰς σωματικὰς αἰσθήσεις͵ κατάλειπε τὴν γῆν͵ κατάλειπε τὴν θάλασσαν͵ κάτω σεαυτοῦ ποίησον τὸν ἀέρα͵ παράδραμε ὥρας͵ καιρῶν εὐταξίας͵ τὰς περὶ γῆν διακοσμήσεις· ὑπὲρ τὸν αἰθέρα γενοῦ· διάβηθι τοὺς ἀστέρας͵ τὰ περὶ αὐτοὺς θαύματα͵ τὴν εὐκοσμίαν αὐτῶν͵ τὰ μεγέθη͵ τὰς χρείας ὅσας παρέχονται τῷ παντί͵ τὴν εὐταξίαν͵ τὴν λαμπρότητα͵ τὴν θέσιν͵ τὴν κίνησιν· ὅπως πρὸς ἀλλήλους σχέσεως ἢ ἀποστάσεως ἔχουσι. Πάντα διαβὰς τῷ λόγῳ͵ τὸν οὐρανὸν ὑπερκύψας καὶ ὑπεράνω τούτου γενόμενος͵ μόνῃ διανοίᾳ περίβλεψαι τὰ ἐκεῖ κάλλη͵ στρατιὰς ἐπουρανίους͵ χοροστασίας ἀγγέλων͵ τὰς τῶν ἀρχαγγέλων ἐπιστασίας͵ τὰς δόξας τῶν κυριοτήτων͵ τὰς προεδρίας τῶν θρόνων͵ τὰς δυνάμεις͵ τὰς ἀρχὰς͵ τὰς ἐξουσίας. Διαδραμὼν τὰ σύμπαντα καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἀνανεύσας τοῖς λογισμοῖς καὶ ἐπέκεινα τούτων τὸν νοῦν ἀνυψώσας͵ ἐννόησον τὴν θείαν φύσιν· ἑστῶσαν͵ ἄτρεπτον͵ ἀναλλοίωτον͵ ἀπαθῆ͵ ἁπλῆν͵ ἀσύνθετον͵ ἀδιαίρετον͵ φῶς ἀπρόσιτον͵ δύναμιν ἄφατον͵ μέγεθος ἀπεριόριστον͵ δόξαν ὑπεραστράπτουσαν͵ ἀγαθότητα ἐπιθυμητήν͵ κάλλος ἀμήχανον͵ σφοδρῶς μὲν τῆς τετρωμένης ψυχῆς καθαπτόμενον͵ λόγῳ δὲ δηλωθῆναι πρὸς ἀξίαν ἀδύνατον.


Στὸ ὑπερόμορφο θέαμα

ΕΠΕΙΔΗ διὰ δυνάμεως φωτιστικῆς τῷ κάλλει τῆς τοῦ Θεοῦ τοῦ ἀοράτου εἰκόνος ἐνατενίζομεν͵ καὶ δι΄ αὐτῆς ἀναγόμεθα ἐπὶ τὸ ὑπέρκαλον τοῦ ἀρχετύπου θέαμα͵ αὐτοῦ που πάρεστιν ἀχωρίστως τὸ τῆς γνώσεως Πνεῦμα͵ τὴν ἐποπτικὴν τῆς εἰκόνος δύναμιν ἐν ἑαυτῷ παρεχόμενον τοῖς τῆς ἀληθείας φιλοθεάμοσιν͵ οὐκ ἔξωθεν τὴν δεῖξιν ποιούμενον͵ ἀλλ΄ ἐν ἑαυτῷ εἰσάγον πρὸς τὴν ἐπίγνωσιν. Ὡς γὰρ οὐδεὶς οἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱός͵ οὕτως οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν͵ εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Οὐ γὰρ διὰ Πνεύματος εἴρηται͵ ἀλλ΄ ἐν Πνεύματι. Καὶ Πνεῦμα ὁ Θεός͵ καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν· καθὼς γέγραπται· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς͵ τουτέστιν ἐν τῷ φωτισμῷ τοῦ Πνεύματος͵ φῶς τὸ ἀληθινόν͵ ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὥστε ἐν ἑαυτῷ δείκνυσι τὴν δόξαν τοῦ Μονογενοῦς καὶ τοῖς ἀληθινοῖς προσκυνηταῖς ἐν ἑαυτῷ τὴν τοῦ Θεοῦ γνῶσιν παρέχεται. Ἡ τοίνυν ὁδὸς τῆς θεογνωσίας ἐστὶν ἀπὸ ἑνὸς Πνεύματος͵ διὰ τοῦ ἑνὸς Υἱοῦ͵ ἐπὶ τὸν ἕνα Πατέρα. Καὶ ἀνάπαλιν͵ ἡ φυσικὴ ἀγαθότης͵ καὶ ὁ κατὰ φύσιν ἁγιασμός͵ καὶ τὸ βασιλικὸν ἀξίωμα͵ ἐκ Πατρός͵ διὰ τοῦ Μονογενοῦς͵ ἐπὶ τὸ Πνεῦμα διήκει.


Ἡ μία ἐνέργεια τῆς Τριάδας

ΠΝΕΥΜΑ τὸ θεϊκὸν πάντων ἀεὶ τελεσιουργὸν τῶν ἐκ Θεοῦ δι΄ Υἱοῦ γενομένων͵ ὥσπερ ἐστὶ τῆς καινῆς κτίσεως͵ περὶ ἧς λέγεται· Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, οὕτω καὶ ἐπὶ τῆς πάλαι τῆς κατ΄ ἀρχάς. Διὰ τοῦτό φησι· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ζῶν ὁ Λόγος ἐν ᾧ γεγόνασιν οἱ οὐρανοί. Οὗτος αὐτὸς ὁ Θεὸς Λόγος͵ περὶ οὗ ὁ Ἰωάννης βοᾷ· Πάντα δι΄ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ζωὴν τὸ Πνεῦμα δείκνυσι τὸ ζωοποιοῦν͵ κατὰ τὸ γεγραμμένον, Ζωὴ τὸ Πνεῦμα τὸ τῶν οὐρανίων δυνάμεων ἀποτελεστικόν. Τοῦτο αὐτὸ μετὰ Πατρὸς καὶ Υἱοῦ δοξαζόμενον. Οὔτε γὰρ προφορᾷ δημιουργεῖ ῥημάτων Θεὸς͵ κἂν ἀνθρωπινωτέρως ὀνομάζηται λόγια Θεοῦ προφορικὰ ῥήματα, οὔτε πνεύματος ἀερίου προχύσει κοσμοῦνται οἱ οὐρανοί. Πνεῦμα γὰρ τῷ ζῶντι Λόγῳ συντεταγμένον εἰς τὸ δημιουργεῖν͵ ζῶσα δύναμις καὶ θεία φύσις͵ ἄῤῥητος ἐξ ἀῤῥήτου στόματος πεφηκυῖα͵ ἀῤῥήτως καὶ κατὰ τὴν ἐμφύσησιν εἰς τὸν ἄνθρωπον ἀπεσταλμένη καὶ κατὰ τὸν σωματικῶς ὑπὸ τοῦ Κυρίου διδαχθέντα τύπον͵ αὖθις ὑπ΄ αὐτοῦ δι΄ ἐμφυσήσεως ἀποκαθισταμένη· συντρέχειν γὰρ δεῖ τῇ κατ΄ ἀρχὴν καινότητι τὴν νῦν ἀνακαίνωσιν καὶ τὴν συνδρομήν. Ἐξετύπωσεν οὖν ἐμφυσήσας͵ οὐχ ἕτερος ὢν παρὰ τὸν ἐξ ἀρχῆς ἐμφυσήσαντα͵ ἀλλ΄ αὐτός͵ δι΄ οὗ Θεὸς δέδωκε τὴν ἐμφύσησιν͵ τότε μὲν μετὰ ψυχῆς͵ νῦν δὲ εἰς ψυχήν. Οὕτω δημιουργεῖ Θεὸς͵ οὐ χειρῶν κινήσει σωματικῶν͵ ἀλλ΄ ἐνεργείᾳ ζῶντος Λόγου καὶ Πνεύματος μεταδόσει ζωοποιοῦ. Εἰ δὴ καὶ κατ΄ ἀρχὴν ἐν Πνεύματι τὰ πάντα πεποίηται καὶ ἀνακαινοῦται πάλιν ἐν Πνεύματι· μία καὶ ἡ αὐτὴ προφανῶς ἐνέργεια Θεοῦ δι΄ Υἱοῦ ἐν Πνεύματι φαίνεται· καὶ χωρισμὸν ἡ Τριὰς οὐ προσδέχεται͵ ἀλλὰ κατὰ τὴν ἀληθῆ τοῦ Παύλου διδασκαλίαν. Διαιρέσεις χαρισμάτων εἰσί͵ τὸ δὲ αὐτὸ Πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσι͵ καὶ ὁ αὐτὸς Κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν͵ ὁ δὲ αὐτὸς Θεός͵ ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Καὶ πάντα καταλέξας τὰ θεῖα ἐνεργήματα͵ Πάντα δὲ ταῦτα͵ φησί͵ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα͵ διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. ... Μὴ μερίσῃς τὰ ἀμέριστα͵ μὴ σχίζε τὰ ἄσχιστα. Κἂν γὰρ θέλῃς͵ οὐ σχίζεται. Κἂν διαῤῥαγῶσιν οἱ αἱρετικοί͵ οὐ διαῤῥήγνυται ἡ Τριάς, ἀλλ΄ ἔστιν ὅ ἐστι͵ κἂν ἑτέροις μὴ δοκῇ. Σπεῖρα γάρ ἐστιν ἡ ἁγία Τριὰς καὶ σεβάσμιός ἐστιν ἐν μιᾷ καὶ ἀϊδίῳ δόξῃ͵ τὴν αὐτὴν καὶ μίαν μόνην θεότητα πανταχοῦ περιφέρουσα͵ ἄῤῥηκτος͵ ἄσχιστος͵ ἀδιαίρετος͵ πάντα πληροῦσα͵ πάντα περιέχουσα͵ ἐν πᾶσιν οὖσα͵ δημιουργοῦσα͵ κυβερνῶσα͵ ἁγιάζουσα καὶ ζωοποιοῦσα. Αὕτη ἡ θεία καὶ θαυμασιωτάτη πλοκὴ οὐ διαῤῥήγνυται͵ κατὰ τὸ γεγραμμένον͵ ὅτι Τὸ τρίπλοκον σπαρτίον οὐ διαῤῥαγήσεται. Τούτῳ τῷ νοήματι καὶ ὁ μακάριος Παῦλος γράφων που πρὸς τοὺς ὀρθῶς πιστεύοντας ἔλεγεν· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ὅταν γὰρ τὰ πάντα ἐνεργῆται ὑπὸ τοῦ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ ἐν Πνεύματι͵ ἀχώριστον ὁρῶ τὴν ἐνέργειαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ διὰ τοῦτο ναοὶ Θεοῦ καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου εἰσὶ πάντες οἱ ἅγιοι͵ ἐν οἷς οἰκεῖ ἡ μία θεότης καὶ μία κυριότης καὶ ἁγιότης μία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος͵ διὰ τὸν ἕνα τοῦ βαπτίσματος ἁγιασμόν.


Δόξα ἐν ὑψίστοις Θεῷ

ΜΑΘΟΙΣ ἂν τὴν πρὸς Πατέρα καὶ Υἱὸν τοῦ Πνεύματος κοινωνίαν καὶ ἐκ τῶν δημιουργημάτων τῶν ἐξ ἀρχῆς. Αἱ γὰρ καθαραὶ καὶ νοεραὶ καὶ ὑπερκόσμιοι δυνάμεις͵ ἅγιαι καὶ εἰσὶ καὶ ὀνομάζονται͵ ἐκ τῆς παρὰ τοῦ ἁγίου Πνεύματος ἐνδοθείσης χάριτος τὸν ἁγιασμὸν κεκτημέναι. Ὥστε ἀποσεσιώπηται μὲν ὁ τρόπος τῆς κτίσεως τῶν οὐρανίων δυνάμεων, ἀπὸ γὰρ τῶν αἰσθητῶν μόνον͵ τὸν δημιουργὸν ἡμῖν ὁ τὴν κοσμογονίαν συγγραψάμενος ἀπεκάλυψε. Σὺ δέ͵ ἔχων δύναμιν ἐκ τῶν ὁρατῶν ἀναλογίζεσθαι τὰ ἀόρατα͵ δόξαζε τὸν ποιητὴν ἐν ᾧ ἐκτίσθη τὰ πάντα͵ εἴτε ὁρατά͵ εἴτε ἀόρατα͵ εἴτε ἀρχαί͵ εἴτε ἐξουσίαι͵ εἴτε δυνάμεις͵ εἴτε θρόνοι͵ εἴτε κυριότητες͵ καὶ εἴ τινές εἰσιν ἕτεραι λογικαὶ φύσεις͵ ἀκατονόμα στοι. Ἐν δὲ τῇ τούτων κτίσει ἐννόησόν μοι τὴν προκαταρκτικὴν αἰτίαν τῶν γινομένων͵ τὸν Πατέρα· τὴν δημιουργικήν͵ τὸν Υἱόν· τὴν τελειωτικήν͵ τὸ Πνεῦμα· ὥστε βουλήματι μὲν τοῦ Πατρὸς τὰ λειτουργικὰ πνεύματα ὑπάρχειν͵ ἐνεργείᾳ δὲ τοῦ Υἱοῦ εἰς τὸ εἶναι παράγεσθαι͵ παρουσίᾳ δὲ τοῦ Πνεύματος τελειοῦσθαι. Τελείωσις δὲ ἀγγέλων͵ ἁγιασμὸς καὶ ἡ ἐν τούτῳ διαμονή. Καὶ μηδεὶς οἰέσθω με ἢ τρεῖς εἶναι λέγειν ἀρχικὰς ὑποστάσεις͵ ἢ ἀτελῆ φάσκειν τοῦ Υἱοῦ τὴν ἐνέργειαν. Ἀρχὴ γὰρ τῶν ὄντων μία͵ δι΄ Υἱοῦ δημιουργοῦσα καὶ τελειοῦσα ἐν Πνεύματι. Καὶ οὔτε Πατήρ͵ ὁ τὰ πάντα ἐν πᾶσιν ἐνεργῶν͵ ἀτελῆ ἔχει τὴν ἐνέργειαν, οὔτε Υἱὸς ἐλλιπῆ τὴν δημιουργίαν͵ μὴ τελειουμένην παρὰ τοῦ Πνεύματος. Οὕτω γὰρ ἂν οὔτε Πατὴρ προσδεηθείη Υἱοῦ͵ μόνῳ τῷ θέλειν δημιουργῶν, ἀλλ΄ ὅμως θέλει διὰ Υἱοῦ. Οὔτ΄ ἂν Υἱὸς συνεργίας προσδεηθείη͵ καθ΄ ὁμοιότητα τοῦ Πατρὸς ἐνεργῶν, ἀλλὰ καὶ Υἱὸς θέλει διὰ τοῦ Πνεύματος τελειοῦν· Τῷ λόγῳ γὰρ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Οὔτε οὖν λόγος͵ ἀέρος τύπωσις σημαντική͵ διὰ φωνητικῶν ὀργάνων ἐκφερομένη· οὔτε πνεῦμα͵ στόματος ἀτμός͵ ἐκ τῶν ἀναπνευστικῶν μερῶν ἐξωθούμενος, ἀλλὰ Λόγος μὲν ὁ πρὸς Θεὸν ὢν ἐν ἀρχῇ, καὶ Θεὸς ὤν.

Πνεῦμα δὲ στόματος Θεοῦ͵ τὸ Πνεῦμα τῆς ἀληθείας͵ ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Τρία τοίνυν νοεῖς͵ τὸν προστάσσοντα Κύριον͵ τὸν δημιουργοῦντα Λόγον͵ τὸ στερεοῦν τὸ Πνεῦμα. Τί δ΄ ἂν ἄλλο εἴη στερέωσις ἢ ἡ κατὰ τὸν ἁγιασμὸν τελείωσις͵ τὸ ἀνένδοτον καὶ ἄτρεπτον καὶ παγίως ἐρηρεισμένον ἐν ἀγαθῷ τῆς στερεώσεως ἐμφαινούσης; Ἁγιασμὸς δέ͵ οὐκ ἄνευ Πνεύματος. Οὐ γὰρ φύσει ἅγιαι αἱ τῶν οὐρανῶν δυνάμεις· ἢ οὕτω γ΄ ἂν οὐδεμίαν πρὸς τὸ ἅγιον Πνεῦμα τὴν διαφορὰν ἔχοιεν· ἀλλὰ κατὰ ἀναλογίαν τῆς πρὸς ἀλλήλας ὑπεροχῆς͵ τοῦ ἁγιασμοῦ τὸ μέτρον παρὰ τοῦ Πνεύματος ἔχουσαι. Ὡς γὰρ ὁ καυτὴρ μετὰ τοῦ πυρὸς νοεῖται͵ καὶ ἄλλο μέντοι ἡ ὑποκειμένη ὕλη καὶ ἄλλο τὸ πῦρ· οὕτω καὶ ἐπὶ τῶν οὐρανίων δυνάμεων͵ ἡ μὲν οὐσία αὐτῶν͵ ἀέριον πνεῦμα͵ εἰ τύχοι͵ ἢ πῦρ ἄϋλον͵ κατὰ τὸ γεγραμμένον· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· διὸ καὶ ἐν τόπῳ εἰσί͵ καὶ ὁρατοὶ γίνονται͵ ἐν τῷ εἴδει τῶν οἰκείων αὐτῶν σωμάτων τοῖς ἀξίοις ἐμφανιζόμενοι. Ὁ μέντοι ἁγιασμὸς ἔξωθεν ὢν τῆς οὐσίας͵ τὴν τελείωσιν αὐτοῖς ἐπάγει διὰ τῆς κοινωνίας τοῦ Πνεύματος. Φυλάσσουσι δὲ τὴν ἀξίαν τῇ ἐπιμονῇ τοῦ καλοῦ͵ ἔχουσαι μὲν ἐν προαιρέσει τὸ αὐτεξούσιον͵ οὐδέποτε δὲ ἐκ τῆς τοῦ ὄντως ἀγαθοῦ προσεδρείας ἐκπίπτουσαι. Ὡς ἐὰν ὑφέλῃς τῷ λόγῳ τὸ Πνεῦμα͵ λέλυνται μὲν ἀγγέλων χορεῖαι͵ ἀνῄρηνται δὲ ἀρχαγγέλων ἐπιστασίαι͵ συγκέχυται δὲ τὰ πάντα͵ ἀνομοθέτητος͵ ἄτακτος͵ ἀόριστος αὐτῶν ἡ ζωή. Πῶς μὲν γὰρ εἴπωσιν ἄγγελοι· Δόξα ἐν ὑψίστοις Θεῷ͵ μὴ δυναμωθέντες ὑπὸ τοῦ Πνεύματος; Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν͵ εἰ μὴ ἐν Πνεύματι ἁγίῳ͵ καὶ οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν· ὅπερ εἴποι ἂν τὰ πονηρὰ καὶ ἀντικείμενα πνεύματα͵ ὧν ἡ ἀπόπτωσις συνίστησι τὸν λόγον͵ τοῦ αὐτεξουσίους εἶναι τὰς ἀοράτους δυνάμεις͵ ἰσορρόπως ἐχούσας πρὸς ἀρετὴν καὶ κακίαν καὶ διὰ τοῦτο δεομένας τῆς τοῦ Πνεύματος βοηθείας. Ἐγὼ καὶ τὸν Γαβριὴλ προλέγειν τὰ μέλλοντα οὐδαμῶς ἄλλως φημί͵ ἢ τῇ προγνώσει τοῦ Πνεύματος. Διότι ἓν τῶν ἐκ τῆς διαιρέσεως τοῦ Πνεύματος χαρισμάτων ἐστὶν ἡ προφητεία. Ὁ δὲ τὰ μυστήρια τῆς ὀπτασίας τῷ ἀνδρὶ τῶν ἐπιθυμιῶν ἐπιταχθεὶς διαγγεῖλαι͵ πόθεν σοφισθεὶς εἶχε διδάσκειν τὰ κεκρυμμένα͵ εἰ μὴ τῷ Πνεύματι τῷ ἁγίῳ; τῆς ἀποκαλύψεως τῶν μυστηρίων ἰδίως τῷ Πνεύματι προσηκούσης͵ κατὰ τὸ γεγραμμένον͵ ὅτι Ἡμῖν ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος. Θρόνοι δὲ καὶ κυριότητες͵ καὶ ἀρχαὶ καὶ ἐξουσίαι͵ πῶς ἂν τὴν μακαρίαν διεξῆγον ζωήν͵ εἰ μὴ διὰ παντὸς ἔβλεπον τὸ πρόσωπον τοῦ Πατρὸς τοῦ ἐν οὐρανοῖς. Τὸ δὲ βλέπειν͵ οὐκ ἄνευ τοῦ Πνεύματος.

Ὥσπερ γὰρ ἐν νυκτί͵ ἐὰν ὑφέλῃς τὸ φῶς ἀπὸ τῆς οἰκίας͵ τυφλαὶ μὲν αἱ ὄψεις͵ ἀνενέργητοι δὲ καταλείπονται αἱ δυνάμεις͵ ἀνεπίγνωστοι δὲ αἱ ἀξίαι͵ καὶ χρυσοῦ καὶ σιδήρου ὁμοίως πατουμένων διὰ τὴν ἄγνοιαν· οὕτως ἐπὶ τῆς νοητῆς διακοσμήσεως͵ ἀμήχανον τὴν ἔνθεσμον ἐκείνην διαμεῖναι ζωὴν ἄνευ τοῦ Πνεύματος· οὐ μᾶλλόν γε ἢ στρατοπέδου τὴν εὐταξίαν͵ τοῦ ταξιάρχου μὴ παρόντος· ἢ χοροῦ τὴν συμφωνίαν͵ τοῦ κορυφαίου μὴ συναρμόζοντος. Πῶς εἴπῃ τὰ Σεραφὶμ Ἅγιος͵ ἅγιος͵ ἅγιος͵ μὴ διδαχθέντα παρὰ τοῦ Πνεύματος ποσάκις ἐστὶν εὐσεβὲς τὴν δοξολογίαν ταύτην ἀναφωνεῖν; Εἴτε οὖν αἰνοῦσι τὸν Θεὸν πάντες οἱ ἄγγελοι αὐτοῦ͵ καὶ αἰνοῦσιν αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ· διὰ τῆς τοῦ Πνεύματος συνεργείας. Εἴτε παρεστήκασι χίλιαι χιλιάδες ἀγγέλων͵ καὶ μύριαι μυριάδες λειτουργούντων͵ ἐν τῇ δυνάμει τοῦ Πνεύματος τὸ οἰκεῖον ἔργον ἀμώμως ἐπιτελοῦσι. Πᾶσαν οὖν τὴν ὑπερουράνιον ἐκείνην καὶ ἄρρητον ἁρμονίαν ἔν τε τῇ λειτουργίᾳ Θεοῦ καὶ τῇ πρὸς ἀλλήλας τῶν ὑπερκοσμίων δυνάμεων συμφωνίᾳ͵ ἀδύνατον φυλαχθῆναι μὴ τῇ ἐπιστασίᾳ τοῦ Πνεύματος. Οὕτω μὲν οὖν ἐν δημιουργίᾳ πάρεστι τὸ Πνεῦμα τὸ ἅγιον τοῖς οὐκ ἐκ προκοπῆς τελειουμένοις͵ ἀλλ΄ ἀπ΄ αὐτῆς τῆς κτίσεως εὐθὺς τελείοις͵ εἰς τὸν ἀπαρτισμὸν καὶ συμπλήρωσιν τῆς ὑποστάσεως αὐτῶν τὴν παρ΄ ἑαυτοῦ χάριν συνεισφερόμενον.


Πότε ματαιώνεται ἡ πίστη

ΜΑΡΤΥΡΟΜΑΙ παντὶ ἀνθρώπῳ ὁμολογοῦντι Χριστὸν καὶ τὸν Θεὸν ἀρνουμένῳ͵ ὅτι Χριστὸς αὐτὸν οὐδὲν ὠφελήσει· ἢ Θεὸν ἐπικαλουμένῳ͵ τὸν δὲ Υἱὸν ἀθετοῦντι͵ ὅτι ματαία ἐστὶν ἡ πίστις αὐτοῦ· καὶ τῷ τὸ Πνεῦμα παραιτουμένῳ͵ ὅτι ἡ εἰς Πατέρα καὶ Υἱὸν πίστις αὐτῷ εἰς κενὸν ἀποβήσεται͵ ἣν οὐδὲ ἔχειν δύναται͵ μὴ συμπαρόντος τοῦ Πνεύματος. Οὐ πιστεύει μὲν γὰρ εἰς Υἱὸν ὁ μὴ πιστεύων τῷ Πνεύματι· οὐ πιστεύει δὲ εἰς Πατέρα ὁ μὴ πιστεύσας τῷ Υἱῷ. Οὔτε γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν͵ εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Καί· Θεὸν οὐδεὶς ἑώρακε πώποτε͵ ἀλλ΄ ὁ μονογενὴς Υἱός͵ ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός͵ οὗτος ἡμῖν ἐξηγήσατο. Ἄμοιρός ἐστι καὶ τῆς ἀληθινῆς προσκυνήσεως ὁ τοιοῦτος. Οὔτε γὰρ Υἱὸν προσκυνῆσαι δυνατόν͵ εἰ μὴ ἐν Πνεύματι ἁγίῳ͵ οὔτε ἐπικαλέσασθαι δυνατὸν τὸν Πατέρα͵ εἰ μὴ ἐν τῷ τῆς υἱοθεσίας Πνεύματι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

______________________________________ Αρχειοθήκη αναρτησεων ιστολογίου