Τετάρτη 17 Οκτωβρίου 2012

Μέγας Ἀθανάσιος

Μέσα στὰ πάντα καὶ ἔξω ἀπὸ ὅλα

ΑΠΑΞ εἰς αἰσθητὰ πεσούσης τῆς διανοίας τῶν ἀνθρώπων͵ ὑπέβαλεν ἑαυτὸν διὰ σώματος φανῆναι ὁ Λόγος͵ ἵνα μετενέγκῃ εἰς ἑαυτὸν ὡς ἄνθρωπον τοὺς ἀνθρώπους καὶ τὰς αἰσθήσεις αὐτῶν εἰς ἑαυτὸν ἀποκλίνῃ καὶ λοιπὸν ἐκείνους ὡς ἄνθρωπον αὐτὸν ὁρῶντας͵ δι΄ ὧν ἐργάζεται ἔργων πείσῃ μὴ εἶναι ἑαυτὸν ἄνθρωπον μόνον͵ ἀλλὰ καὶ Θεὸν καὶ Θεοῦ ἀληθινοῦ Λόγον καὶ Σοφίαν. Τοῦτο δὲ καὶ ὁ Παῦλος βουλόμενος σημᾶναί φησιν· Ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι͵ ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος͵ γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. Πανταχοῦ γὰρ τοῦ Λόγου ἑαυτὸν ἁπλώσαντος͵ καὶ ἄνω καὶ κάτω καὶ εἰς τὸ βάθος καὶ εἰς τὸ πλάτος - ἄνω μὲν εἰς τὴν κτίσιν͵ κάτω δὲ εἰς τὴν ἐνανθρώπησιν͵ εἰς βάθος δὲ εἰς τὸν ᾅδην͵ εἰς πλάτος δὲ εἰς τὸν κόσμον - τὰ πάντα τῆς περὶ Θεοῦ γνώσεως πεπλήρωται. ... Οὐ γὰρ δὴ περικεκλεισμένος ἦν ἐν τῷ σώματι· οὐδὲ ἐν σώματι μὲν ἦν͵ ἀλλαχόσε δὲ οὐκ ἦν. Οὐδὲ ἐκεῖνο μὲν ἐκίνει͵ τὰ ὅλα δὲ τῆς τούτου ἐνεργείας καὶ προνοίας κεκένωτο· ἀλλὰ τὸ παραδοξότατον͵ Λόγος ὤν͵ οὐ συνείχετο μὲν ὑπό τινος, συνεῖχε δὲ τὰ πάντα μᾶλλον αὐτός. Καὶ ὥσπερ ἐν πάσῃ τῇ κτίσει ὤν͵ ἐκτὸς μέν ἐστι τοῦ παντὸς κατ΄ οὐσίαν͵ ἐν πᾶσι δέ ἐστι ταῖς ἑαυτοῦ δυνάμεσι τὰ πάντα διακοσμῶν καὶ εἰς πάντα ἐν πᾶσι τὴν ἑαυτοῦ πρόνοιαν ἐφαπλῶν καὶ ἕκαστον καὶ πάντα ὁμοῦ ζωοποιῶν͵ περιέχων τὰ ὅλα καὶ μὴ περιεχόμενος͵ ἀλλ΄ ἐν μόνῳ τῷ ἑαυτοῦ Πατρὶ ὅλος ὢν κατὰ πάντα. Οὕτως καὶ ἐν τῷ ἀνθρωπίνῳ σώματι ὢν καὶ αὐτὸς αὐτὸ ζωοποιῶν͵ εἰκότως ἐζωοποίει καὶ τὰ ὅλα καὶ ἐν τοῖς πᾶσιν ἐγίνετο͵ καὶ ἔξω τῶν ὅλων ἦν. Καὶ ἀπὸ τοῦ σώματος δὲ διὰ τῶν ἔργων γνωριζόμενος͵ οὐκ ἀφανὴς ἦν καὶ ἀπὸ τῆς τῶν ὅλων ἐνεργείας. Ψυχῆς μὲν οὖν ἔργον ἐστὶ θεωρεῖν μὲν καὶ τὰ ἔξω τοῦ ἰδίου σώματος τοῖς λογισμοῖς͵ οὐ μὴν καὶ ἔξωθεν τοῦ ἰδίου σώματος ἐνεργεῖν ἢ τὰ τούτου μακρὰν τῇ παρουσίᾳ κινεῖν. Οὐδέποτε γοῦν ἄνθρωπος διανοούμενος τὰ μακρὰν ἤδη καὶ ταῦτα κινεῖ καὶ μεταφέρει· οὐδὲ εἰ ἐπὶ τῆς ἰδίας οἰκίας καθέζοιτό τις καὶ λογίζοιτο τὰ ἐν οὐρανῷ͵ ἤδη καὶ τὸν ἥλιον κινεῖ͵ καὶ τὸν οὐρανὸν περιστρέφει. Ἀλλ΄ ὁρᾷ μὲν αὐτὰ κινούμενα καὶ γεγονότα͵ οὐ μὴν ὥστε ἐργάζεσθαι αὐτὰ δυνατὸς τυγχάνει. Οὐ δὴ τοιοῦτος ἦν ὁ τοῦ Θεοῦ Λόγος ἐν τῷ ἀνθρώπῳ· οὐ γὰρ συνεδέδετο τῷ σώματι͵ ἀλλὰ μᾶλλον αὐτὸς ἐκράτει τοῦτο͵ ὥστε καὶ ἐν τούτῳ ἦν καὶ ἐν τοῖς πᾶσιν ἐτύγχανε καὶ ἔξω τῶν ὄντων ἦν͵ καὶ ἐν μόνῳ τῷ Πατρὶ ἀνεπαύετο.


Ἐξάπλωσε τὶς δυνάμεις Του παντοῦ

ΕΙ ΜΕΝ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις͵ καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν, καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν· εἰ δὲ λόγῳ καὶ σοφίᾳ καὶ ἐπιστήμῃ συνέστηκε καὶ παντὶ κόσμῳ διακεκόσμηται͵ ἀνάγκη τὸν ἐπικείμενον καὶ διακοσμήσαντα τοῦτον οὐκ ἄλλον τινὰ ἢ Λόγον εἶναι τοῦ Θεοῦ. Λόγον δέ φημι οὐ τὸν ἐν ἑκάστῳ τῶν γενομένων συμπεπλεγμένον καὶ συμπεφυκότα͵ ὃν δὴ καὶ σπερματικόν τινες εἰώθασι καλεῖν͵ ἄψυχον ὄντα καὶ μηδὲν λογιζόμενον μήτε νοοῦντα͵ ἀλλὰ τῇ ἔξωθεν τέχνῃ μόνον ἐνεργοῦντα κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστήμην· οὐδὲ οἷον ἔχει τὸ λογικὸν γένος λόγον τὸν ἐκ συλλαβῶν συγκείμενον͵ καὶ ἐν ἀέρι σημαινόμενον, ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ Θεοῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ Θεὸν αὐτολόγον λέγω͵ ὃς ἄλλος μὲν ἔστι τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως͵ ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ Πατρὸς ὑπάρχει Λόγος͵ ὃς τόδε τὸ πᾶν διεκόσμησε καὶ φωτίζει τῇ ἑαυτοῦ προνοίᾳ. Ἀγαθοῦ γὰρ Πατρὸς ἀγαθὸς Λόγος ὑπάρχων͵ αὐτὸς τὴν τῶν πάντων διεκόσμησε διάταξιν͵ τὰ μὲν ἐναντία τοῖς ἐναντίοις συνάπτων͵ ἐκ τούτων δὲ μίαν διακοσμῶν ἁρμονίαν. Οὗτος͵ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία ὤν͵ οὐρανὸν μὲν περιστρέφει͵ γῆν δὲ ἀναρτήσας͵ καὶ ἐπὶ μηδενὸς κειμένην τῷ ἰδίῳ νεύματι ἥδρασε. Τούτῳ φωτιζόμενος ἥλιος τὴν οἰκουμένην καταυγάζει καὶ σελήνη μεμετρημένον ἔχει τὸ φῶς. Διὰ τοῦτον καὶ τὸ ὕδωρ ἐπὶ νεφελῶν κρεμᾶται καὶ ὑετοὶ τὴν γῆν ἐπικλύζουσι καὶ ἡ μὲν θάλαττα περιορίζεται͵ ἡ δὲ γῆ παντοίοις φυτοῖς κομᾷ καὶ χλοηφορεῖ. Καὶ εἴ τις ἄπιστος ζητοίη περὶ τῶν λεγομένων͵ εἰ ὅλως ἐστὶ Λόγος Θεοῦ͵ μαίνοιτο μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ Λόγου Θεοῦ, ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπόδειξιν͵ ὅτι πάντα Λόγῳ Θεοῦ καὶ Σοφίᾳ συνέστηκε καὶ οὐκ ἂν ἡδράσθη τι τῶν γενομένων͵ εἰ μὴ Λόγῳ ἐγεγόνει καὶ Λόγῳ τῷ θείῳ͵ καθάπερ ἐλέχθη.

Λόγος δὲ ὤν͵ οὐ κατὰ τὴν τῶν ἀνθρώπων ὁμοιότητα͵ ὥσπερ εἶπον͵ ἐστὶ συγκείμενος ἐκ συλλαβῶν, ἀλλὰ τοῦ ἑαυτοῦ Πατρός ἐστιν εἰκὼν ἀπαράλλακτος. Ἄνθρωποι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι͵ συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον, ὁ δὲ Θεὸς ὤν ἐστι͵ καὶ οὐ σύνθετος, διὸ καὶ ὁ τούτου Λόγος ὤν ἐστι καὶ οὐ σύνθετος· ἀλλ΄ εἷς καὶ μονογενὴς Θεός͵ ὁ ἐκ Πατρὸς οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθών͵ τὰ πάντα διακοσμεῖ καὶ συνέχει. Ἡ δὲ αἰτία δι΄ ἣν ὅλως ὁ τοῦ Θεοῦ Λόγος τοῖς γενομένοις ἐπιβέβηκεν ἐστὶν ἀληθῶς θαυμαστὴ καὶ γνωρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν ἢ οὕτω γενέσθαι͵ ὥσπερ καὶ ἔστι. Τῶν μὲν γὰρ γενητῶν ἐστιν ἡ φύσις͵ ἅτε δὴ ἐξ οὐκ ὄντων ὑποστᾶσα͵ ῥευστή τις καὶ ἀσθενὴς καὶ θνητὴ καθ΄ ἑαυτὴν συγκρινομένη τυγχάνει· ὁ δὲ τῶν ὅλων Θεὸς ἀγαθὸς καὶ ὑπέρκαλος τὴν φύσιν ἐστί, διὸ καὶ φιλάνθρωπός ἐστιν. Ἀγαθῷ γὰρ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδὲ τὸ εἶναί τινι φθονεῖ͵ ἀλλὰ πάντας εἶναι βούλεται͵ ἵνα καὶ φιλανθρωπεύεσθαι δύνηται. Ὁρῶν οὖν τὴν γενητὴν πᾶσαν φύσιν͵ ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους͵ ῥευστὴν οὖσαν καὶ διαλυομένην, ἵνα μὴ τοῦτο πάθῃ͵ καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῇ τὸ ὅλον͵ τούτου ἕνεκεν τῷ ἑαυτοῦ καὶ ἀϊδίῳ Λόγῳ ποιήσας τὰ πάντα καὶ οὐσιώσας τὴν κτίσιν͵ οὐκ ἀφῆκεν αὐτὴν τῇ ἑαυτῆς φύσει φέρεσθαι καὶ χειμάζεσθαι͵ ἵνα μὴ καὶ κινδυνεύσῃ πάλιν εἰς τὸ μὴ εἶναι, ἀλλ΄ ὡς ἀγαθὸς τῷ ἑαυτοῦ Λόγῳ καὶ αὐτῷ ὄντι Θεῷ τὴν σύμπασαν διακυβερνᾷ καὶ καθίστησιν͵ ἵνα τῇ τοῦ Λόγου ἡγεμονίᾳ καὶ προνοίᾳ καὶ διακοσμήσει φωτιζομένη ἡ κτίσις βεβαίως διαμένειν δυνηθῇ͵ ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ Πατρὸς Λόγου μεταλαμβάνουσα καὶ βοηθουμένη δι΄ αὐτοῦ εἰς τὸ εἶναι· μὴ ἄρα πάθῃ ὅπερ ἂν ἔπαθεν͵ εἰ μὴ ὁ Λόγος αὐτὴν ἐτήρει͵ λέγω δὴ τὸ μὴ εἶναι͵ ὅς ἐστι γὰρ εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου͵ πρωτότοκος πάσης κτίσεως· ὅτι δι΄ αὐτοῦ καὶ ἐν αὐτῷ συνέστηκε τὰ πάντα, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα͵ καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τῆς Ἐκκλησίας͵ ὡς οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν.

Αὐτὸς γοῦν ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ Πατρὸς Λόγος͵ ἐπιβὰς τοῖς πᾶσι καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας καὶ φωτίσας τά τε φαινόμενα καὶ τὰ ἀόρατα, πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει͵ μηδὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπώς͵ ἀλλὰ πάντα καὶ διὰ πάντων καὶ ἕκαστον ἰδίᾳ καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζωοποιῶν καὶ διαφυλάττων· τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐσίας͵ αἵπερ εἰσὶ θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρὰ εἰς ἓν συγκεραννύων ποιεῖ μὴ ἀντιστατεῖν͵ ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν. Δι΄ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν οὔτε τὸ πῦρ τῷ ψυχρῷ μάχεται͵ οὔτε τὸ ὑγρὸν τῷ ξηρῷ, ἀλλ΄ ὡς φίλα καὶ ἀδελφὰ τὰ καθ΄ ἑαυτὰ ὄντα ἐναντία͵ συνελθόντα ὁμοῦ͵ τά τε φαινόμενα ζωογονοῦσι͵ καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται. Τούτῳ τῷ Θεῷ Λόγῳ πειθόμενα τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται͵ τὰ δὲ ἐν οὐρανοῖς συνίσταται. Καὶ διὰ τοῦτον θάλαττα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν, ἡ δὲ ξηρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾷ παντοίοις καὶ διαφόροις φυτοῖς͵ ὡς προεῖπον. Καὶ ἵνα μὴ τὸ καθέκαστον ἐπὶ φανεροῖς ὀνομάζων ἐνδιατρίβω͵ οὐδέν ἐστι τῶν ὄντων καὶ γινομένων ὃ μὴ ἐν αὐτῷ καὶ δι΄ αὐτοῦ γέγονε καὶ ἕστηκεν͵ ᾗ φησι καὶ ὁ θεολόγος ἀνήρ· Ἐν ἀρχῇ ἦν ὁ Λόγος͵ καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος. πάντα δι΄ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.


Ὁ Ἀδὰμ δὲν δημιουργήθηκε γιὰ νὰ ἐργάζεται

ΤΑ γινόμενα καὶ κτιζόμενα προηγουμένως ἕνεκα τοῦ εἶναι καὶ τοῦ ὑπάρχειν πεποίηται͵ καὶ δεύτερον ἔχουσι τὸ ποιεῖν͵ περὶ ὧν ἂν αὐτοῖς ὁ Λόγος προστάττῃ͵ ὡς ἐπὶ πάντων ἔστιν ἰδεῖν τὸ τοιοῦτον. Ἀδὰμ γὰρ ἐκτίσθη οὐχ ἵνα ἐργάζηται͵ ἀλλ΄ ἵνα πρῶτον ὑπάρχῃ ἄνθρωπος· μετὰ ταῦτα γὰρ ἔλαβε τὴν ἐντολὴν τοῦ ἐργάζεσθαι. Νῶε δὲ ἐκτίσθη οὐ διὰ τὴν κιβωτὸν ἀλλ΄ ἵνα πρῶτον ὑπάρχῃ καὶ ἄνθρωπος γένηται· μετὰ ταῦτα γὰρ ἔλαβεν ἐντολὴν κατασκευάσαι τὴν κιβωτόν· καὶ ἐφ΄ ἑκάστου δὲ ζητῶν ταῦτα εὕροι τις. Καὶ γὰρ καὶ Μωϋσῆς ὁ μέγας πρῶτον ἄνθρωπος γέγονε͵ καὶ δεύτερον τὴν ἡγεμονίαν τοῦ λαοῦ πεπίστευται. Οὐκοῦν καὶ ἐνταῦθα τοῦτο νοεῖν ἔξεστιν· ὁρᾷς γὰρ ὅτι οὐκ εἰς τὸ εἶναι κτίζεται͵ ἀλλ΄ ἐν ἀρχῇ μὲν ἦν ὁ λόγος͵ μετὰ ταῦτα δὲ εἰς τὰ ἔργα πέμπεται καὶ τὴν τούτων οἰκονομίαν· καὶ γὰρ πρὶν γενέσθαι τὰ ἔργα͵ ἦν μὲν ἀεὶ ὁ Υἱὸς οὔπω δὲ χρεία ἦν αὐτὸν καὶ κτισθῆναι. Ὅτε δὲ ἐκτίσθη τὰ ἔργα καὶ χρεία μετὰ ταῦτα γέγονε τῆς εἰς διόρθωσιν αὐτῶν οἰκονομίας· τότε δὴ καὶ ὁ Λόγος δέδωκεν ἑαυτὸν εἰς τὸ συγκαταβῆναι καὶ ὁμοιωθῆναι τοῖς ἔργοις· ὅπερ διὰ μὲν τῆς ἔκτισε λέξεως͵ ἡμῖν δεδήλωκε͵ διὰ δὲ τοῦ προφήτου Ἡσαΐου τὸ ὅμοιον σημᾶναι θέλων͵ πάλιν λέγει· Καὶ νῦν οὕτω λέγει Κύριος͵ ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ͵ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου. Ἰδοὺ καὶ ἐνταῦθα οὐκ εἰς τὸ εἶναι πλάττεται͵ ἀλλ΄ ἕνεκα τοῦ συναγαγεῖν τὰς φυλάς͵ τὰς καὶ πρὸ τοῦ πλασθῆναι τοῦτον ὑπαρχούσας. Ὥσπερ γὰρ ἐκεῖ τὸ ἔκτισεν͵ οὕτως ὧδε τὸ ἔπλασε· καὶ ὡς ἐκεῖ͵ εἰς τὰ ἔργα͵ οὕτως ὧδε͵ εἰς τὸ συναγαγεῖν· ὥστε πανταχόθεν φαίνεσθαι τοῦ εἶναι τὸν Λόγον δεύτερον λέγεσθαι τὸ ἔκτισε καὶ τὸ ἔπλασε. Καὶ γὰρ ὥσπερ πρὸ τῆς πλάσεως ὑπῆρχον αἱ φυλαὶ δι΄ ἃς καὶ ἐπλάσθη, οὕτως ὑπάρχειν καὶ τὰ ἔργα φαίνεται͵ εἰς ἃ καὶ ἐκτίσθη. Καὶ ὅτε μὲν ἐν ἀρχῇ ἦν ὁ Λόγος͵ οὔπω ἦν τὰ ἔργα͵ καθὰ προεῖπον· ὅτε δὲ τὰ ἔργα γέγονε καὶ ἡ χρεία ἀπῄτησε͵ τότε τὸ ἔκτισεν εἴρηται.

Καὶ ὥσπερ ἂν εἴ τις υἱὸς παραπολομένων κτημάτων καὶ παρὰ πολεμίοις ὄντων͵ ἐξ ἀμελείας αὐτῶν χρείας τε καταλαβούσης εἰ πέμποιτο παρὰ τοῦ πατρὸς συλλαβέσθαι καὶ συναγαγεῖν αὐτά, καὶ οὗτος ἀπερχόμενος͵ ἐπενδιδύσκοιτο τὴν ὁμοίαν ἐκείνων ἐσθῆτα καὶ σχηματίζοι ἑαυτὸν ὡς ἐκεῖνοι͵ ἵνα μὴ ὡς δεσπότην αὐτὸν ἐπιγνόντες οἱ κατέχοντες φύγωσι καὶ κωλυθῇ κατελθεῖν καὶ πρὸς τοὺς ὑπὸ γῆν κρυπτομένους παρ΄ ἐκείνων, εἶτα εἴ τις πυνθάνοιτο τούτου, διὰ τί οὕτως; ὁ τοιοῦτος εἶπεν ἄν· Ὁ πατὴρ οὕτω με ἔπλασε καὶ κατήρτισεν εἰς τὰ ἔργα αὐτοῦ· λέγων τε οὕτως͵ οὔτε δοῦλον ἑαυτὸν οὔτε ἕνα τῶν ἔργων εἶναι σημαίνει· οὔτε δὲ τὴν ἀρχὴν τῆς γενέσεως αὐτοῦ λέγει͵ ἀλλὰ τὴν ὕστερον αὐτῷ δοθεῖσαν εἰς τὰ ἔργα φροντίδα· τὸν αὐτὸν τρόπον καὶ ὁ Κύριος͵ ἐπενδυσάμενος τὴν ἡμετέραν σάρκα καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος͵ εἰ ἐρωτηθείη παρὰ τῶν οὕτως αὐτὸν ὁρώντων καὶ θαυμαζόντων͵ εἴποι ἄν· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· καί· Ἔπλασέ με τοῦ συναγαγεῖν τὸν Ἰσραήλ. Τοῦτο δὲ πάλιν καὶ τὸ Πνεῦμα προσημαῖνον ἐν Ψαλμοῖς ἔλεγε· Κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· ὅπερ καὶ περὶ ἑαυτοῦ σημαίνων αὐτὸς ὁ Κύριός φησιν· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ΄ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ· ὥσπερ δὲ ὅτε ἐπέλαμψε σωματικῶς τῇ Σιὼν οὐκ ἀρχὴν εἶχεν εἶναι οὐδὲ τοῦ βασιλεύειν, ἀλλὰ ὢν Λόγος τοῦ Θεοῦ καὶ ἀΐδιος βασιλεὺς κατηξίωσεν ἀνθρωπίνως ἐπιλάμψαι τὴν βασιλείαν ἑαυτοῦ καὶ ἐν τῇ Σιὼν ἵνα ἀπὸ τῆς βασιλευούσης ἐν αὐτοῖς ἁμαρτίας λυτρωσάμενος αὐτούς τε καὶ ἡμᾶς͵ ποιήσῃ ὑπὸ τὴν πατρικὴν βασιλείαν ἑαυτοῦ, οὕτω καθιστάμενος εἰς τὰ ἔργα͵ οὐκ εἰς τὰ μηδέπω ὄντα͵ ἀλλ΄ εἰς τὰ ἤδη ὄντα καὶ δεόμενα διορθώσεως καθίσταται.


Πῶς ἔγινε στὴν ἀρχὴ ὁ ἄνθρωπος

Ο ΜΕΝ τοῦ παντὸς δημιουργὸς καὶ παμβασιλεὺς Θεός͵ ὁ ὑπερέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἐπινοίας ὑπάρχων͵ ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλος ὤν͵ διὰ τοῦ ἰδίου Λόγου τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ ἀνθρώπινον γένος κατ΄ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν [τὸν ἄνθρωπον] θεωρητὴν καὶ ἐπιστήμονα διὰ τῆς πρὸς αὐτὸν ὁμοιώσεως κατεσκεύασε, δοὺς αὐτῷ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶσιν͵ ἵνα͵ τὴν ταυτότητα σώζων, μήτε τῆς περὶ Θεοῦ φαντασίας ποτὲ ἀποστῇ͵ μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήσῃ͵ ἀλλ΄ ἔχων τὴν τοῦ δεδωκότος χάριν͵ ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρικοῦ Λόγου δύναμιν͵ ἀγάλληται καὶ συνομιλῇ τῷ Θείῳ͵ ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως ἀθάνατον βίον. Οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ Θείου γνῶσιν͵ θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος τὴν τοῦ Πατρὸς εἰκόνα͵ τὸν Θεὸν Λόγον, οὗ καὶ κατ΄ εἰκόνα γέγονεν· ὑπερεκπλήττεται δὲ κατανοῶν τὴν δι΄ αὐτοῦ εἰς τὸ πᾶν πρόνοιαν͵ ὑπεράνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασίας γινόμενος͵ πρὸς δὲ τὰ ἐν οὐρανοῖς θεῖα νοητὰ τῇ δυνάμει τοῦ νοῦ συναπτόμενος. Ὅτε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων͵ οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει͵ ἀλλ΄ ὅλος ἐστὶν ἄνω ἑαυτῷ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δή͵ τὰ αἰσθητὰ καὶ πάντα τὰ ἀνθρώπινα διαβάς͵ ἄνω μετάρσιος γίνεται͵ καὶ τὸν Λόγον ἰδών͵ ὁρᾷ ἐν αὐτῷ καὶ τὸν τοῦ Λόγου Πατέρα͵ ἡδόμενος ἐπὶ τῇ τούτου θεωρίᾳ καὶ ἀνακαινούμενος ἐπὶ τῷ πρὸς τοῦτον πόθῳ. Ὥσπερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων γενόμενον͵ ὃς καὶ κατὰ τὴν Ἑβραίων γλῶτταν Ἀδὰμ ὠνομάσθη͵ λέγουσιν αἱ ἱεραὶ Γραφαὶ κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντῳ παρρησίᾳ τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν Θεὸν καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῇ τῶν νοητῶν θεωρίᾳ͵ ἣν εἶχεν ἐν ἐκείνῳ τῷ τόπῳ͵ ὃν καὶ ὁ ἅγιος Μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασεν. Ἱκανὴ δὲ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶ καὶ τὸν Θεὸν δι΄ ἑαυτῆς κατοπτρίζεσθαι͵ καθάπερ καὶ ὁ Κύριός φησι· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ͵ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.


Ἔμαθε νὰ φονεύει καὶ νὰ ἀδικεῖ

ΚΑΚΕΙΝΟΣ [ὁ πρωτόπλαστος]͵ ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸ Θεὸν καὶ τὴν τούτου θεωρίαν͵ ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμβουλίᾳ τοῦ ὄφεως ἀπέστη μὲν τῆς πρὸς τὸν Θεὸν διανοίας͵ ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο͵ τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσαν καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν καὶ γνόντες ᾐσχύνθησαν. Ἔγνωσαν δὲ ἑαυτοὺς γυμνοὺς οὐ τοσοῦτον ἀπὸ ἐνδύματος͵ ἀλλ΄ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν. Ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα͵ Θεὸν λέγω͵ κατανοήσεως καὶ τοῦ πρὸς αὐτὸν πόθου͵ λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἐνέβησαν τοῦ σώματος. Εἶτα͵ οἷα φιλεῖ γίνεσθαι͵ ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες͵ ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι. Ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ καὶ θνητὰ φρονεῖν τῇ ψυχῇ προσγέγονεν. Οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος. Ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν.


Διάβολος

ΕΚΡΟΥΣΕ ποτέ τις ἐν τῷ μοναστηρίῳ τὴν ἐμὴν θύραν καὶ ἐξελθὼν͵ εἶδόν τινα μακρὸν καὶ ὑψηλὸν φαινόμενον. Εἶτα πυθομένου μου· Σὺ τίς εἶ; ἔφη· Ἐγώ εἰμι ὁ Σατανᾶς. Εἶτα λέγοντός μου· Τί οὖν ἐνταῦθα πάρει; ἔλεγεν ἐκεῖνος· Τί μέμφονταί με μάτην οἱ μοναχοὶ καὶ οἱ ἄλλοι πάντες Χριστιανοί; Τί μοι καταρῶνται καθ΄ ὥραν; Ἐμοῦ δὲ εἰπόντος· Τί γὰρ αὐτοῖς ἐνοχλεῖς; ἔφη· Οὐκ εἰμὶ ἐγὼ ὁ ἐνοχλῶν αὐτοῖς͵ ἀλλ΄ αὐτοὶ ταράττουσιν ἑαυτούς· ἐγὼ γὰρ ἀσθενὴς γέγονα. Οὐκ ἀνέγνωσαν͵ ὅτι Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος καὶ πόλεις καθεῖλες; οὐκ ἔτι τόπον ἔχω͵ οὐ βέλος͵ οὐ πόλιν. Πανταχοῦ Χριστιανοὶ γεγόνασι, λοιπὸν καὶ ἡ ἔρημος πεπλήρωται μοναχῶν. Ἑαυτοὺς τηρείτωσαν καὶ μὴ μάτην με καταράσθωσαν. Τότε θαυμάσας ἐγὼ τοῦ Κυρίου τὴν χάριν͵ εἶπον πρὸς αὐτόν· Ἀεὶ ψεύστης ὢν καὶ μηδέποτε λέγων ἀλήθειαν͵ ὅμως τοῦτο νῦν καὶ μὴ θέλων εἴρηκας ἀληθές· ὁ γὰρ Χριστὸς͵ ἐλθὼν͵ ἀσθενῆ σε πεποίηκε καὶ καταβαλὼν ἐγύμνωσεν. Ἐκεῖνος͵ ἀκούσας τὸ τοῦ Σωτῆρος ὄνομα καὶ μὴ φέρων τὴν ἐκ τούτου καῦσιν͵ ἀφανὴς γέγονεν. Εἰ τοίνυν καὶ αὐτὸς ὁ διάβολος ὁμολογεῖ μηδὲν δύνασθαι͵ ὀφείλομεν παντελῶς καταφρονεῖν αὐτοῦ τε καὶ τῶν δαιμόνων αὐτοῦ. Ὁ μὲν οὖν ἐχθρὸς μετὰ τῶν ἑαυτοῦ κυνῶν τοσαύτας ἔχει τὰς πανουργίας· ἡμεῖς δὲ͵ μαθόντες αὐτῶν τὴν ἀσθένειαν͵ καταφρονεῖν αὐτῶν δυνάμεθα. Τοῦτον οὖν τὸν τρόπον μὴ προκαταπίπτωμεν τῇ διανοίᾳ͵ μηδὲ λογιζώμεθα ἐν τῇ ψυχῇ δειλίας͵ μηδὲ ἀναπλάττωμεν ἑαυτοῖς φόβους͵ λέγοντες· Μὴ ἄρα δαίμων ἐλθὼν ἀνατρέψῃ με· μὴ ἄρα βαστάξας καταβάλῃ͵ ἢ ἐξαίφνης ἐπιστὰς ἐκταράξῃ. Μηδ΄ ὅλως ἐνθυμώμεθα τοιαῦτα͵ μηδὲ λυπώμεθα ὡς ἀπολλύμενοι· θαῤῥῶμεν δὲ μᾶλλον καὶ χαίρωμεν ἀεὶ͵ ὡς σωζόμενοι, καὶ λογιζώμεθα τῇ ψυχῇ͵ ὅτι Κύριος μεθ΄ ἡμῶν ἐστιν͵ ὁ τροπώσας καὶ καταργήσας αὐτούς. Καὶ διανοώμεθα δὲ καὶ ἐνθυμώμεθα ἀεί͵ ὅτι͵ ὄντος τοῦ Κυρίου μεθ΄ ἡμῶν͵ οὐδὲν ἡμῖν οἱ ἐχθροὶ ποιήσουσιν.

Ἐλθόντες γάρ͵ ὁποίους ἂν εὕρωσιν ἡμᾶς͵ τοιοῦτοι καὶ αὐτοὶ γίνονται πρὸς ἡμᾶς καὶ πρὸς ἃς εὑρίσκουσιν ἐν ἡμῖν ἐννοίας͵ οὕτω καὶ αὐτοὶ τὰς φαντασίας ἀφομοιοῦσιν. Ἐὰν μὲν οὖν δειλιῶντας εὕρωσι καὶ ταραττομένους͵ εὐθὺς αὐτοὶ ὡς λῃσταὶ τὸν τόπον ἀφύλακτον εὑρόντες ἐπιβαίνουσι, καὶ ὅπερ ἀφ΄ ἑαυτῶν λογιζόμεθα͵ τοῦτο μετὰ προσθήκης ποιοῦσιν. Ἐὰν γὰρ βλέπωσιν ἡμᾶς φοβουμένους καὶ δειλιῶντας͵ μειζόνως αὐξάνουσι τὴν δειλίαν ἐν ταῖς φαντασίαις καὶ ταῖς ἀπειλαῖς καὶ λοιπὸν ἐν τούτοις ἡ ταλαίπωρος κολάζεται ψυχή· ἐὰν δὲ χαίροντας ἡμᾶς εὕρωσιν ἐν Κυρίῳ καὶ λογιζομένους περὶ τῶν μελλόντων ἀγαθῶν͵ καὶ ἐνθυμουμένους τὰ τοῦ Κυρίου͵ καὶ διαλογιζομένους ὅτι πάντα ἐν χειρὶ Κυρίου ἐστὶ καὶ οὐδὲν ἰσχύει δαίμων κατὰ Χριστιανοῦ͵ οὐδὲ ὅλως ἐξουσίαν ἔχει κατά τινος, βλέποντες ἠσφαλισμένην τὴν ψυχὴν τοῖς τοιούτοις λογισμοῖς͵ ἀποστρέφονται κατῃσχυμμένοι. Οὕτως τὸν μὲν Ἰὼβ ἰδὼν ὁ ἐχθρὸς περιπεφραγμένον͵ ἀνεχώρησεν ἀπ΄ αὐτοῦ· τὸν δὲ Ἰούδαν γυμνὸν ἀπὸ τούτων εὑρὼν ᾐχμαλώτισεν. Ὥστε͵ εἰ θέλομεν καταφρονεῖν τοῦ ἐχθροῦ͵ λογιζώμεθα ἀεὶ τὰ τοῦ Κυρίου καὶ χαιρέτω ἀεὶ ἡ ψυχὴ τῇ ἐλπίδι, καὶ ὀψόμεθα ὡς καπνὸν τὰ τῶν δαιμόνων παίγνια καὶ μᾶλλον φεύγοντας αὐτοὺς ἢ διώκοντας. Εἰσὶ γὰρ λίαν αὐτοί͵ καθὰ προεῖπον͵ δειλοί͵ προσδοκῶντες ἀεὶ τὸ ἡτοιμασμένον αὐτοῖς πῦρ. Καὶ τοῦτο δὲ πρὸς ἀφοβίαν κατ΄ ἐκείνων ἔχετε παρ΄ ἑαυτοῖς τὸ τεκμήριον· Ὅταν τις φαντασία γένηται͵ μὴ προκατάπιπτε ἐν δειλίᾳ͵ ἀλλ΄ ὁποία ἂν ᾖ͵ θαῤῥῶν ἐρώτα πρῶτον· Τίς εἶ σὺ͵ καὶ πόθεν; Καὶ ἐὰν μὲν ᾖ ἁγίων ὀπτασία͵ πληροφοροῦσί σε καὶ τὸν φόβον σου εἰς χαρὰν μεταβάλλουσιν, ἐὰν δὲ διαβολική τις ᾖ͵ εὐθὺς ἐξασθενεῖ͵ βλέπουσα ἐῤῥωμένην τὴν διάνοιαν· ἀταραξίας γὰρ τεκμήριον τὸ ὅλως πυνθάνεσθαι· Τίς εἶ καὶ πόθεν; Οὕτως ὁ μὲν τοῦ Ναυῆ ἐρωτήσας ἔμαθεν, ὁ δὲ ἐχθρὸς οὐκ ἔλαθεν ἐρωτήσαντα τὸν Δανιήλ.


Ἡ ψυχὴ γίνεται δρόμος γιὰ τὸν ἑαυτό της

ΟΤΙ καὶ ἀθάνατος γέγονεν ἡ ψυχή͵ καὶ τοῦτο ἀναγκαῖον εἰδέναι ἐν τῇ ἐκκλησιαστικῇ διδασκαλίᾳ πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως. Γένοιτο δ΄ ἂν οὖν ἡ περὶ τούτων γνῶσις ἐγγυτέρω μᾶλλον ἐκ τῆς περὶ τοῦ σώματος γνώσεως καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα διαλλάττειν αὐτήν. Εἰ γὰρ ἄλλην αὐτὴν ὁ λόγος ἀπέδειξε παρὰ τὸ σῶμα͵ ἔστι δὲ τὸ σῶμα φύσει θνητόν, ἀνάγκη τὴν ψυχὴν ἀθάνατον εἶναι͵ τῷ μὴ εἶναι κατὰ τὸ σῶμα. Καὶ πάλιν εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖ͵ ὡς δέδεικται͵ καὶ οὐχὶ ὑπὸ ἄλλων αὐτὴ κινεῖται͵ ἀκόλουθόν ἐστιν ὑφ΄ ἑαυτῆς κινουμένην τὴν ψυχήν͵ καὶ μετὰ τὴν εἰς γῆν ἀπόθεσιν τοῦ σώματος κινεῖσθαι πάλιν αὐτὴν ἀφ΄ ἑαυτῆς. Οὐ γὰρ ἡ ψυχή ἐστιν ἡ ἀποθνήσκουσα, ἀλλὰ διὰ τὴν ταύτης ἀναχώρησιν ἀποθνήσκει τὸ σῶμα. Εἰ μὲν οὖν καὶ αὕτη ὑπὸ τοῦ σώματος ἐκινεῖτο͵ ἀκόλουθον ἦν͵ ἀναχωροῦντος τοῦ κινοῦντος ἀποθνήσκειν αὐτήν· εἰ δὲ ἡ ψυχὴ κινεῖ καὶ τὸ σῶμα͵ ἀνάγκη μᾶλλον αὐτὴν ἑαυτὴν κινεῖν. Ἑαυτῇ δὲ κινουμένη͵ ἐξ ἀνάγκης καὶ μετὰ τὸν τοῦ σώματος θάνατον ζῇ. Ἡ γὰρ κίνησις τῆς ψυχῆς οὐδὲν ἕτερόν ἐστιν ἢ ἡ ζωὴ αὐτῆς· ὥσπερ ἀμέλει καὶ τὸ σῶμα τότε ζῇν λέγομεν ὅτε κινεῖται καὶ τότε θάνατον αὐτοῦ εἶναι ὅτε τῆς κινήσεως παύεται. Τοῦτο δὲ καὶ ἀπὸ τῆς ἐν σώματι καθάπαξ ἐνεργείας αὐτῆς φανερώτερον ἄν τις ἴδοι.

Εἰ γὰρ καὶ ὅτε τῷ σώματι ἐπιβέβηκε καὶ συνδέδεται τούτῳ͵ οὐ κατὰ τὴν τοῦ σώματος σμικρότητα συστέλλεται καὶ συμμετρεῖται͵ ἀλλὰ πολλάκις ἐπὶ κλίνης τούτου κειμένου καὶ μὴ κινουμένου͵ ἀλλ΄ ὡς ἐν θανάτῳ κοιμωμένου αὕτη κατὰ τὴν ἑαυτῆς δύναμιν γρηγορεῖ καὶ ὑπερεκβαίνει τὴν τοῦ σώματος φύσιν καὶ ὥσπερ ἀποδημοῦσα τούτου͵ μένουσα ἐν τῷ σώματι͵ τὰ ὑπὲρ γῆν φαντάζεται καὶ θεωρεῖ͵ πολλάκις δὲ καὶ τοῖς ἔξω τῶν γηΐνων σωμάτων ἁγίοις καὶ ἀγγέλοις συναντᾷ καὶ πρὸς αὐτοὺς ἀφικνεῖται τῇ τοῦ νοῦ θαρροῦσα καθαρότητι· πῶς οὐχὶ μᾶλλον καὶ πολλῷ πλέον ἀπολυθεῖσα τοῦ σώματος ὅτε ὁ συνδήσας αὐτὴν βούλεται Θεός͵ φανερωτέραν ἕξει τὴν τῆς ἀθανασίας γνῶσιν; Εἰ γὰρ καὶ συνδεθεῖσα σώματι τὴν ἐκτὸς τοῦ σώματος ζωὴν ἔζη͵ πολλῷ πλέον καὶ μετὰ θάνατον τοῦ σώματος ζήσεται καὶ οὐ παύσεται τοῦ ζῇν διὰ τὸν οὕτως αὐτὴν ποιήσαντα Θεὸν διὰ τοῦ ἑαυτοῦ Λόγου͵ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὰ τοῦτο γὰρ καὶ ἀθάνατα καὶ αἰώνια λογίζεται καὶ φρονεῖ͵ ἐπεὶ καὶ ἀθάνατός ἐστι. Καὶ ὥσπερ͵ τοῦ σώματος θνητοῦ τυγχάνοντος͵ θνητὰ καὶ αἱ τούτου θεωροῦσιν αἰσθήσεις͵ οὕτως ἀθάνατα θεωροῦσαν καὶ λογιζομένην τὴν ψυχήν͵ ἀνάγκη καὶ αὐτὴν ἀθάνατον εἶναι καὶ ἀεὶ ζῇν. Αἱ γὰρ περὶ τῆς ἀθανασίας ἔννοιαι καὶ θεωρίαι οὐδέποτε αὐτὴν ἀφιᾶσι, μένουσαι ἐν αὐτῇ καὶ ὥσπερ ἔκκαυμα ἐν αὐτῇ γινόμεναι πρὸς ἀσφάλειαν τῆς ἀθανασίας. Διὰ τοῦτο γοῦν καὶ τῆς περὶ Θεοῦ θεωρίας ἔχει τὴν ἔννοιαν καὶ αὐτὴ ἑαυτῆς γίνεται ὁδός͵ οὐκ ἔξωθεν ἀλλ΄ ἐξ ἑαυτῆς λαμβάνουσα τὴν τοῦ Θεοῦ Λόγου γνῶσιν καὶ κατάληψιν.


Ἐνανθρώπηση

ΩΣΠΕΡ ταῖς ἑαυτοῦ δυνάμεσιν ὅλος ἐν ἑκάστῳ καὶ πᾶσιν ἐπιβαίνων καὶ πάντα διακοσμῶν ἀφθόνως͵ εἰ ἤθελε͵ διὰ ἡλίου ἢ σελήνης ἢ οὐρανοῦ ἢ γῆς ἢ ὑδάτων ἢ πυρὸς οὐκ ἄν τις ἀτόπως αὐτὸν φωνῇ χρήσασθαι καὶ γνωρίσαι ἑαυτὸν καὶ τὸν αὐτοῦ Πατέρα ἔφησε πεποιηκέναι, ἅπαξ πάντα αὐτοῦ συνέχοντος καὶ μετὰ πάντων καὶ ἐν αὐτῷ τῷ μέρει τυγχάνοντος καὶ ἀοράτως ἑαυτὸν δεικνύντος· οὕτως οὐκ ἄτοπον ἂν εἴη διακοσμοῦντα αὐτὸν τὰ πάντα καὶ τὰ ὅλα ζωοποιοῦντα καὶ θελήσαντα δι΄ ἀνθρώπων γνωρίσαι͵ εἰ ὀργάνῳ κέχρηται ἀνθρώπου σώματι πρὸς φανέρωσιν ἀληθείας καὶ γνῶσιν τοῦ Πατρός. Μέρος γὰρ τοῦ ὅλου καὶ ἡ ἀνθρωπότης τυγχάνει. Καὶ ὥσπερ ὁ νοῦς δι΄ ὅλου τοῦ ἀνθρώπου ὤν͵ ἀπὸ μέρους τοῦ σώματος͵ τῆς γλώττης λέγω͵ σημαίνεται͵ καὶ οὐ δήπου τις ἐλαττοῦσθαι τὴν οὐσίαν τοῦ νοῦ διὰ τοῦτο λέγει, οὕτως ὁ Λόγος͵ διὰ πάντων ὤν͵ εἰ ἀνθρωπίνῳ κέχρηται ὀργάνῳ͵ οὐκ ἀπρεπὲς ἂν φαίνοιτο τοῦτο. Εἰ γάρ͵ ὡς προεῖπον͵ ἀπρεπὲς ὀργάνῳ χρήσασθαι σώματι͵ ἀπρεπὲς καὶ ἐν τῷ ὅλῳ αὐτὸν εἶναι. Διατί οὖν͵ ἐὰν λέγωσιν͵ οὐχὶ δι΄ ἄλλων μερῶν καλλιόνων τῆς κτίσεως ἐφάνη͵ καὶ καλλίονι ὀργάνῳ οἷον ἡλίῳ ἢ σελήνῃ ἢ ἄστροις ἢ πυρὶ ἢ αἰθέρι οὐ κέχρηται͵ ἀλλὰ ἀνθρώπῳ μόνῳ͵ γινωσκέτωσαν ὅτι οὐκ ἐπιδείξασθαι ἦλθεν ὁ Κύριος͵ ἀλλὰ θεραπεῦσαι καὶ διδάξαι τοὺς πάσχοντας. ... Εἰ γὰρ δὴ καὶ ὁ παρὰ τοῖς Ἕλλησι θαυμαζόμενος Πλάτων φησὶν ὅτι ὁρῶν τὸν κόσμον ὁ γεννήσας αὐτὸν χειμαζόμενον καὶ κινδυνεύοντα εἰς τὸν τῆς ἀνομοιότητος δύνειν τόπον͵ καθίσας ἐπὶ τοὺς οἴακας τῆς ψυχῆς βοηθεῖ͵ καὶ πάντα τὰ πταίσματα διορθοῦται, τί ἄπιστον λέγεται παρ΄ ἡμῖν͵ εἰ πλανωμένης τῆς ἀνθρωπότητος ἐκάθισεν ὁ Λόγος ἐπὶ ταύτην͵ καὶ ἄνθρωπος ἐπεφάνη͵ ἵνα χειμαζομένην αὐτὴν περισώσῃ διὰ τῆς κυβερνήσεως αὐτοῦ καὶ ἀγαθότητος;

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

______________________________________ Αρχειοθήκη αναρτησεων ιστολογίου