Ὑπέρθεος ἄνδρας
Η ΠΑΝΤΩΝ αἰτία καὶ ἀποπληρωτικὴ τοῦ υἱοῦ θεότης ἡ τὰ μέρη τῇ ὁλότητι σύμφωνα διασώζουσα καὶ οὔτε μέρος οὔτε ὅλον οὖσα καὶ ὅλον καὶ μέρος͵ ὡς πᾶν καὶ μέρος καὶ ὅλον ἐν ἑαυτῇ συνειληφυῖα καὶ ὑπερέχουσα καὶ προέχουσα͵ τελεία μέν ἐστιν ἐν τοῖς ἀτελέσιν ὡς τελετάρχις͵ ἀτελὴς δὲ ἐν τοῖς τελείοις ὡς ὑπερτελὴς καὶ προτέλειος͵ εἶδος εἰδοποιὸν ἐν τοῖς ἀνειδέοις ὡς εἰδεάρχις͵ ἀνείδεος ἐν τοῖς εἴδεσιν ὡς ὑπὲρ εἶδος͵ οὐσία ταῖς ὅλαις οὐσίαις ἀχράντως ἐπιβατεύουσα καὶ ὑπερουσίως ἁπάσης οὐσίας ἐξῃρημένη͵ τὰς ὅλας ἀρχὰς καὶ τάξεις ἀφορίζουσα καὶ πάσης ἀρχῆς καὶ τάξεως ὑπεριδρυμένη. Καὶ μέτρον ἐστὶ τῶν ὄντων καὶ αἰὼν καὶ ὑπὲρ αἰῶνα καὶ πρὸ αἰῶνος͵ πλήρης ἐν τοῖς ἐνδεέσιν͵ ὑπερπλήρης ἐν τοῖς πλήρεσιν͵ ἄῤῥητος͵ ἄφθεγκτος͵ ὑπὲρ νοῦν͵ ὑπὲρ ζωήν͵ ὑπὲρ οὐσίαν. Ὑπερφυῶς ἔχει τὸ ὑπερφυές͵ ὑπερουσίως τὸ ὑπερούσιον. Ὅθεν ἐπειδὴ καὶ ἕως φύσεως ὑπὲρ φιλανθρωπίας ἐλήλυθε καὶ ἀληθῶς οὐσιώθη καὶ ἀνὴρ ὁ ὑπέρθεος ἐχρημάτισεν͵ ἵλεω δὲ εἴη πρὸς ἡμῶν τὰ ὑπὲρ νοῦν καὶ λόγον ὑμνούμενα͵ κἀν τούτοις ἔχει τὸ ὑπερφυὲς καὶ ὑπερούσιον͵ οὐ μόνον ᾗ ἀναλλοιώτως ἡμῖν καὶ ἀσυγχύτως κεκοινώνηκε μηδὲν πεπονθὼς εἰς τὸ ὑπερπλῆρες αὐτοῦ πρὸς τῆς ἀφθέγκτου κενώσεως͵ ἀλλ΄ ὅτι καὶ τὸ πάντων καινῶν καινότατον ἐν τοῖς φυσικοῖς ἡμῶν ὑπερφυὴς ἦν ἐν τοῖς κατ΄ οὐσίαν ὑπερούσιος πάντα τὰ ἡμῶν ἐξ ἡμῶν ὑπὲρ ἡμᾶς ὑπερέχων.
Πολλαπλασιάζεται ἀπὸ τὸ ἕνα
ΔΙΑΚΡΙΣΙΝ θείαν εἶναι φαμέν͵ ὡς εἴρηται͵ τὰς ἀγαθοπρεπεῖς τῆς θεαρχίας προόδους. Δωρουμένη γὰρ πᾶσι τοῖς οὖσι καὶ ὑπερχέουσα τὰς τῶν ὅλων ἀγαθῶν μετουσίας ἡνωμένως μὲν διακρίνεται͵ πληθύεται δὲ ἑνικῶς καὶ πολλαπλασιάζεται ἐκ τοῦ ἑνὸς ἀνεκφοιτήτως. Οἷον ἐπειδὴ ὤν ἐστιν ὁ θεὸς ὑπερουσίως͵ δωρεῖται δὲ τὸ εἶναι τοῖς οὖσι καὶ παράγει τὰς ὅλας οὐσίας͵ πολλαπλασιάζεσθαι λέγεται τὸ ἓν ὂν ἐκεῖνο τῇ ἐξ αὑτοῦ παραγωγῇ τῶν πολλῶν ὄντων μένοντος οὐδὲν ἧττον ἐκείνου καὶ ἑνὸς ἐν τῷ πληθυσμῷ καὶ ἡνωμένου κατὰ τὴν πρόοδον καὶ πλήρους ἐν τῇ διακρίσει τῷ πάντων εἶναι τῶν ὄντων ὑπερουσίως ἐξῃρημένον καὶ τῇ ἑνιαίᾳ τῶν ὅλων προαγωγῇ καὶ τῇ ἀνελαττώτῳ χύσει τῶν ἀμειώτων αὑτοῦ μεταδόσεων. Ἀλλὰ καὶ ἓν ὢν καὶ παντὶ μέρει καὶ ὅλῳ καὶ ἑνὶ καὶ πλήθει τοῦ ἑνὸς μεταδιδοὺς ἕν ἐστιν ὡσαύτως ὑπερουσίως οὔτε μέρος ὂν τοῦ πλήθους οὔτε ἐκ μερῶν ὅλον. Καὶ οὕτως οὔτε ἕν ἐστιν οὔτε ἑνὸς μετέχει. Πόῤῥω δὲ τούτων ἕν ἐστιν ὑπὲρ τὸ ἕν͵ τοῖς οὖσιν ἓν καὶ πλῆθος ἀμερές͵ ἀπλήρωτον ὑπερπλῆρες͵ πᾶν ἓν καὶ πλῆθος παράγον καὶ τελειοῦν καὶ συνέχον. Πάλιν τῇ ἐξ αὐτοῦ θεώσει τῷ κατὰ δύναμιν ἑκάστου θεοειδεῖ θεῶν πολλῶν γιγνομένων δοκεῖ μὲν εἶναι καὶ λέγεται τοῦ ἑνὸς θεοῦ διάκρισις καὶ πολλαπλασιασμός͵ ἔστι δὲ οὐδὲν ἧττον ὁ ἀρχίθεος καὶ ὑπέρθεος ὑπερουσίως εἷς θεός͵ ἀμέριστος ἐν τοῖς μεριστοῖς͵ ἡνωμένος ἑαυτῷ καὶ τοῖς πολλοῖς ἀμιγὴς καὶ ἀπλήθυντος.
Παντοτινὴ ἀνάταση
ΦΩΣ νοητὸν ὁ ἀγαθὸς λέγεται διὰ τὸ πάντα μὲν ὑπερουράνιον νοῦν ἐμπιμπλάναι νοητοῦ φωτός͵ πᾶσαν δὲ ἄγνοιαν καὶ πλάνην ἐλαύνειν ἐκ πασῶν͵ αἷς ἂν ἐγγένηται ψυχαῖς͵ καὶ πάσαις αὐταῖς φωτὸς ἱεροῦ μεταδιδόναι καὶ τοὺς νοεροὺς αὐτῶν ὀφθαλμοὺς ἀποκαθαίρειν τῆς περικειμένης αὐταῖς ἐκ τῆς ἀγνοίας ἀχλύος καὶ ἀνακινεῖν καὶ ἀναπτύσσειν τῷ πολλῷ βάρει τοῦ σκότους συμμεμυκότας καὶ μεταδιδόναι πρῶτα μὲν αἴγλης μετρίας͵ εἶτα ἐκείνων ὥσπερ ἀπογευομένων φωτὸς καὶ μᾶλλον ἐφιεμένων μᾶλλον ἑαυτὴν ἐνδιδόναι καὶ περισσῶς ἐπιλάμπειν͵ ὅτι ἠγάπησαν πολύ͵ καὶ ἀεὶ ἀνατείνειν αὐτὰς ἐπὶ τὰ πρόσω κατὰ τὴν σφῶν εἰς ἀνάνευσιν ἀναλογίαν.
Ἔρωτας τοῦ ἀγαθοῦ ἀγαθός
ΚΑΙ αὐτὸς ὁ πάντων αἴτιος δι΄ ἀγαθότητος ὑπερβολὴν πάντων ἐρᾷ͵ πάντα ποιεῖ͵ πάντα τελειοῖ͵ πάντα συνέχει͵ πάντα ἐπιστρέφει͵ καὶ ἔστι καὶ ὁ θεῖος ἔρως ἀγαθὸς ἀγαθοῦ διὰ τὸ ἀγαθόν. Αὐτὸς γὰρ ὁ ἀγαθοεργὸς τῶν ὄντων ἔρως ἐν τἀγαθῷ καθ΄ ὑπερβολὴν προϋπάρχων οὐκ εἴασεν αὐτὸν ἄγονον ἐν ἑαυτῷ μένειν͵ ἐκίνησε δὲ αὐτὸν εἰς τὸ πρακτικεύεσθαι κατὰ τὴν ἁπάντων γενητικὴν ὑπερβολήν. ...
Πλὴν ἵνα μὴ ταῦτα εἰπεῖν δοκῶμεν ὡς τὰ θεῖα λόγια παρακινοῦντες͵ ἀκουέτωσαν αὐτῶν οἱ τὴν ἔρωτος ἐπωνυμίαν διαβάλλοντες· Ἐράσθητι αὐτῆς͵ φησί͵ καὶ τηρήσει σε· περιχαράκωσον αὐτήν͵ καὶ ὑψώσει σε· τίμησον αὐτήν͵ ἵνα σε περιλάβῃ͵ καὶ ὅσα ἄλλα κατὰ τὰς ἐρωτικὰς θεολογίας ὑμνεῖται. Καίτοι ἔδοξέ τισι τῶν καθ΄ ἡμᾶς ἱερολόγων καὶ θειότερον εἶναι τὸ τοῦ ἔρωτος ὄνομα τοῦ τῆς ἀγάπης. Γράφει δὲ καὶ ὁ θεῖος Ἰγνάτιος· Ὁ ἐμὸς ἔρως ἐσταύρωται. Καὶ ἐν ταῖς προεισαγωγαῖς τῶν λογίων εὑρήσεις τινὰ λέγοντα περὶ τῆς θείας σοφίας· Ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς. Ὥστε τοῦτο δὴ τὸ τοῦ ἔρωτος ὄνομα μὴ φοβηθῶμεν μηδέ τις ἡμᾶς θορυβείτω λόγος περὶ τούτου δεδιττόμενος.
Ἐμοὶ γὰρ δοκοῦσιν οἱ θεολόγοι κοινὸν μὲν ἡγεῖσθαι τὸ τῆς ἀγάπης καὶ τοῦ ἔρωτος ὄνομα͵ διὰ τοῦτο δὲ τοῖς θείοις μᾶλλον ἀναθεῖναι τὸν ὄντως ἔρωτα διὰ τὴν ἄτοπον τῶν τοιούτων ἀνδρῶν πρόληψιν. Θεοπρεπῶς γὰρ τοῦ ὄντως ἔρωτος οὐχ ὑφ΄ ἡμῶν μόνον͵ ἀλλὰ καὶ πρὸς τῶν λογίων αὐτῶν ὑμνουμένου τὰ πλήθη μὴ χωρήσαντα τὸ ἑνοειδὲς τῆς ἐρωτικῆς θεωνυμίας οἰκείως ἑαυτοῖς ἐπὶ τὸν μεριστὸν καὶ σωματοπρεπῆ καὶ διῃρημένον ἐξωλίσθησαν͵ ὃς οὐκ ἔστιν ἀληθὴς ἔρως͵ ἀλλ΄ εἴδωλον ἢ μᾶλλον ἔκπτωσις τοῦ ὄντως ἔρωτος. Ἀχώρητον γάρ ἐστι τῷ πλήθει τὸ ἑνιαῖον τοῦ θείου καὶ ἑνὸς ἔρωτος. Διὸ καὶ ὡς δυσχερέστερον ὄνομα τοῖς πολλοῖς δοκοῦν ἐπὶ τῆς θείας σοφίας τάττεται πρὸς ἀναγωγὴν αὐτῶν καὶ ἀνάτασιν εἰς τὴν τοῦ ὄντως ἔρωτος γνῶσιν καὶ ὥστε ἀπολυθῆναι τῆς ἐπ΄ αὐτῷ δυσχερείας
Ἐφ΄ ἡμῶν δὲ αὖθις͵ ἔνθα καὶ ἄτοπόν τι πολλάκις ἦν οἰηθῆναι τοὺς χαμαιζήλους͵ κατὰ τὸ δοκοῦν εὐφημότερον· Ἐπέπεσε͵ τίς φησιν͵ ἡ ἀγάπησίς σου ἐπ΄ ἐμὲ ὡς ἡ ἀγάπησις τῶν γυναικῶν. Ἐπὶ τοῖς ὀρθῶς τῶν θείων ἀκροωμένοις ἐπὶ τῆς αὐτῆς δυνάμεως τάττεται πρὸς τῶν ἱερῶν θεολόγων τὸ τῆς ἀγάπης καὶ τοῦ ἔρωτος ὄνομα κατὰ τὰς θείας ἐκφαντορίας. Καὶ ἔστι τοῦτο δυνάμεως ἑνοποιοῦ καὶ συνδετικῆς καὶ διαφερόντως συγκρατικῆς ἐν τῷ καλῷ καὶ ἀγαθῷ διὰ τὸ καλὸν καὶ ἀγαθὸν προϋφεστώσης καὶ ἐκ τοῦ καλοῦ καὶ ἀγαθοῦ διὰ τὸ καλὸν καὶ ἀγαθὸν ἐκδιδομένης καὶ συνεχούσης μὲν τὰ ὁμοταγῆ κατὰ τὴν κοινωνικὴν ἀλληλουχίαν͵ κινούσης δὲ τὰ πρῶτα πρὸς τὴν τῶν ὑφειμένων πρόνοιαν καὶ ἐνιδρυούσης τὰ καταδεέστερα τῇ ἐπιστροφῇ τοῖς ὑπερτέροις.
Ἔστι δὲ καὶ ἐκστατικὸς ὁ θεῖος ἔρως οὐκ ἐῶν ἑαυτῶν εἶναι τοὺς ἐραστάς͵ ἀλλὰ τῶν ἐρωμένων. Καὶ δηλοῦσι τὰ μὲν ὑπέρτερα τῆς προνοίας γιγνόμενα τῶν καταδεεστέρων καὶ τὰ ὁμόστοιχα τῆς ἀλλήλων συνοχῆς καὶ τὰ ὑφειμένα τῆς πρὸς τὰ πρῶτα θειοτέρας ἐπιστροφῆς. Διὸ καὶ Παῦλος ὁ μέγας ἐν κατοχῇ τοῦ θείου γεγονὼς ἔρωτος καὶ τῆς ἐκστατικῆς αὐτοῦ δυνάμεως μετειληφὼς ἐνθέῳ στόματι· Ζῶ ἐγώ͵ φησίν͵ οὐκ ἔτι͵ ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὡς ἀληθὴς ἐραστὴς καὶ ἐξεστηκώς͵ ὡς αὐτός φησι͵ τῷ θεῷ καὶ οὐ τὴν ἑαυτοῦ ζῶν͵ ἀλλὰ τὴν τοῦ ἐραστοῦ ζωὴν ὡς σφόδρα ἀγαπητήν.
Τολμητέον δὲ καὶ τοῦτο ὑπὲρ ἀληθείας εἰπεῖν͵ ὅτι καὶ αὐτὸς ὁ πάντων αἴτιος τῷ καλῷ καὶ ἀγαθῷ τῶν πάντων ἔρωτι δι΄ ὑπερβολὴν τῆς ἐρωτικῆς ἀγαθότητος ἔξω ἑαυτοῦ γίνεται ταῖς εἰς τὰ ὄντα πάντα προνοίαις καὶ οἷον ἀγαθότητι καὶ ἀγαπήσει καὶ ἔρωτι θέλγεται καὶ ἐκ τοῦ ὑπὲρ πάντα καὶ πάντων ἐξῃρημένου πρὸς τὸ ἐν πᾶσι κατάγεται κατ΄ ἐκστατικὴν ὑπερούσιον δύναμιν ἀνεκφοίτητον ἑαυτοῦ. Διὸ καὶ ζηλωτὴν αὐτὸν οἱ τὰ θεῖα δεινοὶ προσαγορεύουσιν ὡς πολὺν τὸν εἰς τὰ ὄντα ἀγαθὸν ἔρωτα καὶ ὡς πρὸς ζῆλον ἐγερτικὸν τῆς ἐφέσεως αὐτοῦ τῆς ἐρωτικῆς καὶ ὡς ζηλωτὴν αὐτὸν ἀποδεικνύντα͵ ᾧ καὶ τὰ ἐφιέμενα ζηλωτὰ καὶ ὡς τῶν προνοουμένων ὄντων αὐτῷ ζηλωτῶν. Καὶ ὅλως τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐστι τὸ ἐραστὸν καὶ ὁ ἔρως καὶ ἐν τῷ καλῷ καὶ ἀγαθῷ προΐδρυται καὶ διὰ τὸ καλὸν καὶ ἀγαθὸν ἔστι καὶ γίνεται.
Τί δὲ ὅλως οἱ θεολόγοι βουλόμενοι ποτὲ μὲν ἔρωτα καὶ ἀγάπην αὐτόν φασι͵ ποτὲ δὲ ἐραστὸν καὶ ἀγαπητόν; Τοῦ μὲν γὰρ αἴτιος καὶ ὥσπερ προβολεὺς καὶ ἀπογεννήτωρ͵ τὸ δὲ αὐτός ἐστι. Καὶ τῷ μὲν κινεῖται͵ τῷ δὲ κινεῖ͵ ἦ ὅτι αὐτὸς ἑαυτοῦ καὶ ἑαυτῷ ἐστι προαγωγικὸς καὶ κινητικός. Ταύτῃ δὲ ἀγαπητὸν μὲν καὶ ἐραστὸν αὐτὸν καλοῦσιν ὡς καλὸν καὶ ἀγαθόν͵ ἔρωτα δὲ αὖθις καὶ ἀγάπην ὡς κινητικὴν ἅμα καὶ ὡς ἀναγωγὸν δύναμιν ὄντα ἐφ΄ ἑαυτόν͵ τὸ μόνον αὐτὸ δι΄ ἑαυτὸ καλὸν καὶ ἀγαθὸν καὶ ὥσπερ ἔκφανσιν ὄντα ἑαυτοῦ δι΄ ἑαυτοῦ καὶ τῆς ἐξῃρημένης ἑνώσεως ἀγαθὴν πρόοδον καὶ ἐρωτικὴν κίνησιν ἁπλῆν͵ αὐτοκίνητον͵ αὐτενέργητον͵ προοῦσαν ἐν τἀγαθῷ καὶ ἐκ τἀγαθοῦ τοῖς οὖσιν ἐκβλυζομένην καὶ αὖθις εἰς τἀγαθὸν ἐπιστρεφομένην. Ἐν ᾧ καὶ τὸ ἀτελεύτητον ἑαυτοῦ καὶ ἄναρχον ὁ θεῖος ἔρως ἐνδείκνυται διαφερόντως ὥσπερ τις ἀΐδιος κύκλος διὰ τἀγαθόν͵ ἐκ τἀγαθοῦ καὶ ἐν τἀγαθῷ καὶ εἰς τἀγαθὸν ἐν ἀπλανεῖ συνελίξει περιπορευόμενος καὶ ἐν ταὐτῷ καὶ κατὰ τὸ αὐτὸ καὶ προϊὼν ἀεὶ καὶ μένων καὶ ἀποκαθιστάμενος.
Ταῦτα καὶ ὁ κλεινὸς ἡμῶν ἱεροτελεστὴς ἐνθέως ὑφηγήσατο κατὰ τοὺς ἐρωτικοὺς ὕμνους͵ ὧν οὐκ ἄτοπον ἐπιμνησθῆναι καὶ οἷον ἱεράν τινα κεφαλὴν ἐπιθεῖναι τῷ περὶ ἔρωτος ἡμῶν λόγῳ· Τὸν ἔρωτα͵ εἴτε θεῖον εἴτε ἀγγελικὸν εἴτε νοερὸν εἴτε ψυχικὸν εἴτε φυσικὸν εἴποιμεν͵ ἑνωτικήν τινα καὶ συγκρατικὴν ἐννοήσωμεν δύναμιν τὰ μὲν ὑπέρτερα κινοῦσαν ἐπὶ πρόνοιαν τῶν καταδεεστέρων͵ τὰ δὲ ὁμόστοιχα πάλιν εἰς κοινωνικὴν ἀλληλουχίαν καὶ ἐπ΄ ἐσχάτων τὰ ὑφειμένα πρὸς τὴν τῶν κρειττόνων καὶ ὑπερκειμένων ἐπιστροφήν...
Νῦν αὖθις ἀναλαβόντες ἅπαντας εἰς τὸν ἕνα καὶ συνεπτυγμένον ἔρωτα καὶ πάντων αὐτῶν πατέρα συνελίξωμεν ἅμα καὶ συναγάγωμεν ἀπὸ τῶν πολλῶν πρῶτον εἰς δύο συναιροῦντες αὐτὸν ἐρωτικὰς καθόλου δυνάμεις͵ ὧν ἐπικρατεῖ καὶ προκατάρχει πάντως ἡ ἐκ τοῦ πάντων ἐπέκεινα παντὸς ἔρωτος ἄσχετος αἰτία͵ καὶ πρὸς ἣν ἀνατείνεται συμφυῶς ἑκάστῳ τῶν ὄντων ὁ ἐκ τῶν ὄντων ἁπάντων ὁλικὸς ἔρως.
Ἄγε δὴ καὶ ταύτας πάλιν εἰς ἓν συναγαγόντες εἴπωμεν͵ ὅτι μία τις ἔστιν ἁπλῆ δύναμις ἡ αὐτοκινητικὴ πρὸς ἑνωτικήν τινα κρᾶσιν ἐκ τἀγαθοῦ μέχρι τοῦ τῶν ὄντων ἐσχάτου καὶ ἀπ΄ ἐκείνου πάλιν ἑξῆς διὰ πάντων εἰς τἀγαθὸν ἐξ ἑαυτῆς καὶ δι΄ ἑαυτῆς καὶ ἐφ΄ ἑαυτῆς ἑαυτὴν ἀνακυκλοῦσα καὶ εἰς ἑαυτὴν ἀεὶ ταὐτῶς ἀνελιττομένη.
Παντογνωσία
ΑΛΛ' ΟΤΙ μὲν σοφίας αὐτῆς καὶ πάσης καὶ νοῦ παντὸς καὶ λόγου καὶ αἰσθήσεως πάσης ἡ θεία σοφία καὶ ἀρχὴ καὶ αἰτία καὶ ὑποστάτις καὶ τελείωσις καὶ φρουρὰ καὶ πέρας εἴρηται͵ πῶς δὲ αὐτὸς ὁ θεὸς ὁ ὑπέρσοφος σοφία καὶ νοῦς καὶ λόγος καὶ γνώστης ὑμνεῖται; Πῶς γὰρ νοήσει τι τῶν νοητῶν οὐκ ἔχων νοερὰς ἐνεργείας ἢ πῶς γνώσεται τὰ αἰσθητὰ πάσης αἰσθήσεως ὑπεριδρυμένος; Καίτοι πάντα αὐτὸν εἰδέναι φησὶ τὰ λόγια καὶ οὐδὲν διαφεύγειν τὴν θείαν γνῶσιν. Ἀλλ΄ ὅπερ ἔφην πολλάκις͵ τὰ θεῖα θεοπρεπῶς νοητέον. Τὸ γὰρ ἄνουν καὶ ἀναίσθητον καθ΄ ὑπεροχήν͵ οὐ κατ΄ ἔλλειψιν ἐπὶ θεοῦ τακτέον ὥσπερ καὶ τὸ ἄλογον ἀνατίθεμεν τῷ ὑπὲρ λόγον καὶ τὴν ἀτέλειαν τῷ ὑπερτελεῖ καὶ προτελείῳ καὶ τὸν ἀναφῆ καὶ ἀόρατον γνόφον τῷ φωτὶ τῷ ἀπροσίτῳ καθ΄ ὑπεροχὴν τοῦ ὁρατοῦ φωτός. Ὥστε ὁ θεῖος νοῦς πάντα συνέχει τῇ πάντων ἐξῃρημένῃ γνώσει κατὰ τὴν πάντων αἰτίαν ἐν ἑαυτῷ τὴν πάντων εἴδησιν προειληφώς͵ πρὶν ἀγγέλους γενέσθαι εἰδὼς καὶ παράγων ἀγγέλους καὶ πάντα τὰ ἄλλα ἔνδοθεν καὶ ἀπ΄ αὐτῆς͵ ἵν΄ οὕτως εἴπω͵ τῆς ἀρχῆς εἰδὼς καὶ εἰς οὐσίαν ἄγων. Καὶ τοῦτο οἶμαι παραδιδόναι τὸ λόγιον͵ ὁπόταν φησίν· Ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Οὐ γὰρ ἐκ τῶν ὄντων τὰ ὄντα μανθάνων οἶδεν ὁ θεῖος νοῦς͵ ἀλλ΄ ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ κατ΄ αἰτίαν τὴν πάντων εἴδησιν καὶ γνῶσιν καὶ οὐσίαν προέχει καὶ προσυνείληφεν οὐ κατ΄ ἰδίαν ἑκάστοις ἐπιβάλλων͵ ἀλλὰ κατὰ μίαν τῆς αἰτίας περιοχὴν τὰ πάντα εἰδὼς καὶ συνέχων ὥσπερ καὶ τὸ φῶς κατ΄ αἰτίαν ἐν ἑαυτῷ τὴν εἴδησιν τοῦ σκότους προείληφεν οὐκ ἄλλοθεν εἰδὼς τὸ σκότος ἢ ἀπὸ τοῦ φωτός. Ἑαυτὴν οὖν ἡ θεία σοφία γινώσκουσα γνώσεται πάντα ἀΰλως τὰ ὑλικὰ καὶ ἀμερίστως τὰ μεριστὰ καὶ τὰ πολλὰ ἑνιαίως αὐτῷ τῷ ἑνὶ τὰ πάντα καὶ γινώσκουσα καὶ παράγουσα.
Καὶ γὰρ εἰ κατὰ μίαν αἰτίαν ὁ θεὸς πᾶσι τοῖς οὖσι τοῦ εἶναι μεταδίδωσι͵ κατὰ τὴν αὐτὴν ἑνικὴν αἰτίαν εἴσεται πάντα ὡς ἐξ αὐτοῦ ὄντα καὶ ἐν αὐτῷ προϋφεστηκότα καὶ οὐκ ἐκ τῶν ὄντων λήψεται τὴν αὐτῶν γνῶσιν͵ ἀλλὰ καὶ αὐτοῖς ἑκάστοις τῆς αὑτῶν καὶ ἄλλοις τῆς ἄλλων γνώσεως ἔσται χορηγός. Οὐκ ἄρα ὁ θεὸς ἰδίαν ἔχει τὴν ἑαυτοῦ γνῶσιν͵ ἑτέραν δὲ τὴν κοινῇ τὰ ὄντα πάντα συλλαμβάνουσαν. Αὐτὴ γὰρ ἑαυτὴν ἡ πάντων αἰτία γινώσκουσα σχολῇ που τὰ ἀφ΄ αὑτῆς καὶ ὧν ἐστιν αἰτία ἀγνοήσει. Ταύτῃ γοῦν ὁ θεὸς τὰ ὄντα γινώσκει οὐ τῇ ἐπιστήμῃ τῶν ὄντων͵ ἀλλὰ τῇ ἑαυτοῦ. Καὶ γὰρ καὶ τοὺς ἀγγέλους εἰδέναι φησὶ τὰ λόγια τὰ ἐπὶ τῆς γῆς οὐ κατ΄ αἰσθήσεις αὐτὰ γινώσκοντας αἰσθητά γε ὄντα͵ κατ΄ οἰκείαν δὲ τοῦ θεοειδοῦς νοῦ δύναμιν καὶ φύσιν.
Ἐπὶ δὲ τούτοις ζητῆσαι χρή͵ πῶς ἡμεῖς θεὸν γινώσκομεν οὐδὲ νοητὸν οὐδὲ αἰσθητὸν οὐδέ τι καθόλου τῶν ὄντων ὄντα. Μήποτε οὖν ἀληθὲς εἰπεῖν͵ ὅτι θεὸν γινώσκομεν οὐκ ἐκ τῆς αὐτοῦ φύσεως͵ ἄγνωστον γὰρ τοῦτο καὶ πάντα λόγον καὶ νοῦν ὑπεραῖρον͵ ἀλλ΄ ἐκ τῆς πάντων τῶν ὄντων διατάξεως ὡς ἐξ αὐτοῦ προβεβλημένης καὶ εἰκόνας τινὰς καὶ ὁμοιώματα τῶν θείων αὐτοῦ παραδειγμάτων ἐχούσης εἰς τὸ ἐπέκεινα πάντων ὁδῷ καὶ τάξει κατὰ δύναμιν ἄνιμεν ἐν τῇ πάντων ἀφαιρέσει καὶ ὑπεροχῇ καὶ ἐν τῇ πάντων αἰτίᾳ. Διὸ καὶ ἐν πᾶσιν ὁ θεὸς γινώσκεται καὶ χωρὶς πάντων. Καὶ διὰ γνώσεως ὁ θεὸς γινώσκεται καὶ διὰ ἀγνωσίας. Καὶ ἔστιν αὐτοῦ καὶ νόησις καὶ λόγος καὶ ἐπιστήμη καὶ ἐπαφὴ καὶ αἴσθησις καὶ δόξα καὶ φαντασία καὶ ὄνομα καὶ τὰ ἄλλα πάντα͵ καὶ οὔτε νοεῖται οὔτε λέγεται οὔτε ὀνομάζεται. Καὶ οὐκ ἔστι τι τῶν ὄντων͵ οὐδὲ ἔν τινι τῶν ὄντων γινώσκεται. Καὶ ἐν πᾶσι πάντα ἐστὶ καὶ ἐν οὐδενὶ οὐδὲν καὶ ἐκ πάντων πᾶσι γινώσκεται καὶ ἐξ οὐδενὸς οὐδενί. Καὶ γὰρ καὶ ταῦτα ὀρθῶς περὶ θεοῦ λέγομεν͵ καὶ ἐκ τῶν ὄντων ἁπάντων ὑμνεῖται κατὰ τὴν πάντων ἀναλογίαν͵ ὧν ἐστιν αἴτιος.
Τὸ μικρὸ καὶ ταυτό
ΣΜΙΚΡΟΝ δὲ ἤτοι λεπτὸν ἐπ΄ αὐτοῦ λέγεται τὸ παντὸς ὄγκου καὶ διαστήματος ἐκβεβηκὸς καὶ τὸ διὰ πάντων ἀκωλύτως χωροῦν. Καίτοι καὶ πάντων αἴτιόν ἐστι τὸ σμικρόν͵ οὐδαμοῦ γὰρ εὑρήσεις τὴν τοῦ σμικροῦ ἰδέαν ἀμέθεκτον. Οὕτως οὖν ἐπὶ θεοῦ τὸ σμικρὸν ἐκληπτέον ὡς ἐπὶ πάντα καὶ διὰ πάντων ἀνεμποδίστως χωροῦν καὶ ἐνεργοῦν καὶ διϊκνούμενον ἄχρι μερισμοῦ ψυχῆς καὶ σώματος͵ ἁρμῶν τε καὶ μυελῶν καὶ ἐννοιῶν καρδίας͵ μᾶλλον δὲ τῶν ὄντων ἁπάντων. Οὐ γάρ ἐστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Τοῦτο τὸ σμικρὸν ἄποσόν ἐστι καὶ ἀπήλικον͵ ἀκρατές͵ ἄπειρον͵ ἀόριστον͵ περιληπτικὸν πάντων͵ αὐτὸ δὲ ἀπερίληπτον.
Τὸ δὲ ταὐτὸν ὑπερουσίως ἀΐδιον͵ ἄτρεπτον͵ ἐφ΄ ἑαυτοῦ μένον͵ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον͵ πᾶσιν ὡσαύτως παρὸν καὶ αὐτὸ καθ΄ ἑαυτὸ ἐφ΄ ἑαυτοῦ σταθερῶς καὶ ἀχράντως ἐν τοῖς καλλίστοις πέρασι τῆς ὑπερουσίου ταὐτότητος ἱδρυμένον͵ ἀμετάβλητον͵ ἀμετάπτωτον͵ ἀῤῥεπές͵ ἀναλλοίωτον͵ ἀμιγές͵ ἄϋλον͵ ἁπλούστατον͵ ἀπροσδεές͵ ἀναυξές͵ ἀμείωτον͵ ἀγένητον͵ οὐχ ὡς μήπω γενόμενον ἢ ἀτελείωτον ἢ ὑπὸ τοῦδε ἢ τόδε μὴ γενόμενον͵ οὐδ΄ ὡς μηδαμῆ μηδαμῶς ὄν͵ ἀλλ΄ ὡς ὑπὲρ πᾶν ἀγένητον καὶ ἀπολύτως ἀγένητον καὶ ἀεὶ ὂν καὶ αὐτοτελὲς ὂν καὶ ταὐτὸν ὂν καθ΄ ἑαυτὸ καὶ ὑφ΄ ἑαυτοῦ μονοειδῶς καὶ ταὐτοειδῶς ἀφοριζόμενον καὶ τὸ ταὐτὸν ἐξ ἑαυτοῦ πᾶσι τοῖς μετέχειν ἐπιτηδείοις ἐπιλάμπον καὶ τὰ ἕτερα τοῖς ἑτέροις συντάττον͵ περιουσία καὶ αἰτία ταὐτότητος ἐν ἑαυτῷ καὶ τὰ ἐναντία ταὐτῶς προέχον κατὰ τὴν μίαν καὶ ἑνικὴν τῆς ὅλης ταὐτότητος ὑπερέχουσαν αἰτίαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου