Πέμπτη, 18 Απριλίου 2013

Γρηγόριος Νύσσης

Ἐκ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι ἁγίῳ

ΠΗΓΗ μὲν δυνάμεώς ἐστιν ὁ Πατήρ͵ δύναμις δὲ τοῦ Πατρὸς ὁ Υἱός͵ δυνάμεως δὲ πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον· ἡ δὲ κτίσις πᾶσα ὅση τε αἰσθητὴ καὶ ὅση ἀσώματος τῆς θείας δυνάμεώς ἐστιν ἀποτέλεσμα. 

Καὶ ἐπειδὴ πόνος οὐδεὶς ἐν τῇ συστάσει τῶν περὶ τὴν θείαν φύσιν ὑπονοεῖται (ὁμοῦ γὰρ τῷ προελέσθαι τὸ γενέσθαι δέον εὐθὺς οὐσία ἡ πρόθεσις γίνεται)͵ πᾶσαν τὴν διὰ τῆς κτίσεως ὑποστᾶσαν φύσιν͵ θελήματος κίνησιν καὶ προθέσεως ὁρμὴν καὶ δυνάμεως διάδοσιν͵ εἰκότως ἄν τις προσαγορεύσειεν ἐκ Πατρὸς ἀρχομένην καὶ δι΄ Υἱοῦ προϊοῦσαν καὶ ἐν Πνεύματι ἁγίῳ τελειουμένην.


Κάποια μουσικὴ ἁρμονία

ΗΚΟΥΣΑ τινος τῶν σοφῶν τὸν περὶ τῆς φύσεως ἡμῶν διεξιόντος λόγον͵ ὅτι μικρός τις κόσμος ἐστὶν ὁ ἄνθρωπος πάντα ἔχων ἐν ἑαυτῷ τὰ τοῦ μεγάλου κόσμου. Ἡ δὲ τοῦ παντὸς διακόσμησις ἁρμονία τίς ἐστι μουσικὴ πολυειδῶς καὶ ποικίλως κατά τινα τάξιν καὶ ῥυθμὸν πρὸς ἑαυτὴν ἡρμοσμένη καὶ ἑαυτῇ συνᾴδουσα καὶ μηδέποτε τῆς συμφωνίας ταύτης διασπωμένη͵ εἰ καὶ πολλή τις ἐν τοῖς καθ΄ ἕκαστον ἡ τῶν ὄντων διαφορὰ θεωρεῖται. Οἷον γὰρ ἐπὶ τοῦ πλήκτρου γίνεται τοῦ τεχνικῶς ἁπτομένου τῶν τόνων καὶ τὸ μέλος ἐν τῇ ποικιλίᾳ τῶν φθόγγων προάγοντος͵ ὡς εἴγε μονοειδής τις ἐν πᾶσιν ὁ φθόγγος ἦν͵ οὐδ΄ ἂν συνέστη πάντως τὸ μέλος· οὕτως καὶ ἡ τοῦ παντὸς κρᾶσις ἐν ποικίλοις τῶν καθ΄ ἕκαστον ἐν τῷ κόσμῳ θεωρουμένων διά τινος τεταγμένου τε καὶ ἀπαραβάτου ῥυθμοῦ αὐτὴ ἑαυτῆς ἁπτομένη καὶ τὴν τῶν μερῶν πρὸς τὸ ὅλον εὐαρμοστίαν ἐργαζομένη τὴν παναρμόνιον ταύτην ἐν τῷ παντὶ μουσουργεῖ μελῳδίαν͵ ἧς ἀκροατὴς ὁ νοῦς γίνεται κατ΄ οὐδὲν τῇ ἀκοῇ ταύτῃ συγχρώμενος͵ ἀλλ΄ ὑπερκύπτων τὰ τῆς σαρκὸς αἰσθητήρια καὶ ἄνω γενόμενος͵ οὕτως ἐπαίει τῆς τῶν οὐρανῶν ὑμνῳδίας. Ὥς μοι δοκεῖ καὶ ὁ μέγας ἀκηκοέναι Δαβίδ͵ ὅτε διὰ τῆς θεωρουμένης αὐτοῖς τεχνικῆς τε καὶ πανσόφου κινήσεως͵ τὴν δόξαν τοῦ ἐν αὐτοῖς ταῦτα ἐνεργοῦντος θεοῦ διηγουμένων ἐπηκροάσατο. Ἀληθῶς γὰρ τῆς ἀνεφίκτου τε καὶ ἀφράστου θεοῦ δόξης ὕμνος ἐστὶ τῷ τοιούτῳ ῥυθμῷ προαγόμενος ἡ τῆς κτίσεως πάσης πρὸς ἑαυτὴν συνῳδία διὰ τῶν ἐναντίων συγκεκραμένη. Ἐναντίως γὰρ ἔχει πρὸς ἄλληλα στάσις καὶ κίνησις͵ ταῦτα δὲ κέκραται μετ΄ ἀλλήλων ἐν τῇ φύσει τῶν ὄντων καί τις ἀμήχανος ἐν αὐτοῖς καθορᾶται τῶν ἀντικειμένων μίξις͵ ὡς καὶ ἐν τῇ κινήσει τὸ στάσιμον δείκνυσθαι καὶ ἐν τῷ μὴ κινουμένῳ τὸ ἀεικίνητον.

Κινεῖται μὲν γὰρ τὰ κατ΄ οὐρανὸν ἀεὶ πάντα ἢ τῷ ἀπλανεῖ συμπεριπολοῦντα κύκλῳ ἢ κατὰ τὸ ἐναντίον διὰ τῶν πλανητῶν ἀνελισσόμενα. Ἕστηκε δὲ πάντοτε καὶ ἐπὶ τῆς ταυτότητος μένει ὁ ἐν τούτοις εἱρμὸς οὐδέ ποτε ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἐφ΄ ἕτερόν τι καινὸν μεθιστάμενος͵ ἀλλ΄ ἀεὶ ὡσαύτως ἔχων καὶ ἐν τῷ αὐτῷ διαμένων. Ἡ τοίνυν τοῦ ἑστῶτος πρὸς τὸ κινούμενον σύνοδος ἐν τεταγμένῃ τινὶ καὶ ἀπαραβάτῳ γινομένη διὰ παντὸς εὐαρμοστίᾳ μουσική τίς ἐστιν ἁρμονία σύγκρατον καὶ θεσπεσίαν τῆς τὸ πᾶν διακρατούσης δυνάμεως ὑμνῳδίαν ἀποτελοῦσα. Ἧς μοι δοκεῖ καὶ ὁ μέγας Δαβὶδ ἐν ἀκροάσει γενόμενος εἰπεῖν ἔν τινι τῶν ψαλμῶν͵ ὅτι αἰνοῦσι τὸν θεὸν αἵ τε ἄλλαι δυνάμεις αἱ κατ΄ οὐρανὸν πᾶσαι καὶ τὸ ἀστρῷον φῶς͵ ὅ τε ἥλιος καὶ ἡ σελήνη καὶ οἱ τῶν οὐρανῶν οὐρανοὶ καὶ τὸ ὑπερουράνιον ὕδωρ͵ ὅτι ποτὲ τὸ ὕδωρ λέγει͵ καὶ τὰ ἑξῆς πάντα ὅσα ἡ κτίσις ἔχει. Ἡ γὰρ τῶν πάντων πρὸς ἄλληλα σύμπνοιά τε καὶ συμπάθεια τάξει καὶ κόσμῳ καὶ ἀκολουθίᾳ διοικουμένη ἡ πρώτη τε καὶ ἀρχέτυπος καὶ ἀληθής ἐστι μουσική· ἣν ὁ τοῦ παντὸς ἁρμοστὴς τῷ ἀρρήτῳ τῆς σοφίας λόγῳ διὰ τῶν ἀεὶ γινομένων τεχνικῶς ἀνακρούεται. Εἰ οὖν ὁ διάκοσμος ὅλος μουσική τις ἁρμονία ἐστίν͵ ῟Ης τεχνίτης καὶ δημιουργὸς ὁ Θεός͵ καθώς φησιν ὁ ἀπόστολος͵ μικρὸς δὲ κόσμος ὁ ἄνθρωπος͵ ὁ δὲ αὐτὸς οὗτος καὶ μίμημα τοῦ ἁρμοσαμένου τὸν κόσμον πεποίηται͵ ὅπερ ἐπὶ τοῦ μεγάλου κόσμου οἶδεν ὁ λόγος͵ τοῦτο κατὰ τὸ εἰκὸς καὶ ἐν τῷ μικρῷ βλέπει· τὸ γὰρ μέρος τοῦ ὅλου ὁμογενές ἐστι πάντως τῷ ὅλῳ.

Ὥσπερ γὰρ ἐν τῷ ψήγματι βραχείας ὑάλου κατὰ τὸ στίλβον μέρος ὅλον ἔστιν ἰδεῖν ὡς ἐν κατόπτρῳ τὸν κύκλον τοῦ ἡλίου δεικνύμενον͵ καθὼς χωρεῖ ἡ βραχύτης τοῦ στίλβοντος͵ οὕτω καὶ ἐν τῷ μικρῷ κόσμῳ͵ τῇ ἀνθρωπίνῃ λέγω φύσει͵ πᾶσα ἡ ἐν τῷ παντὶ θεωρουμένη μουσικὴ καθορᾶται ἀναλογοῦσα τῷ ὅλῳ διὰ τοῦ μέρους͵ ὡς χωρεῖται τὸ ὅλον ὑπὸ τοῦ μέρους. Δείκνυσι δὲ τοῦτο καὶ ἡ ὀργανικὴ τοῦ σώματος ἡμῶν διασκευὴ πρὸς ἐργασίαν μουσικῆς φιλοτεχνηθεῖσα παρὰ τῆς φύσεως. Ὁρᾷς τὸν τῆς ἀρτηρίας αὐλόν͵ τὴν τῆς ὑπερῴας μαγάδα͵ τὴν διὰ γλώττης καὶ παρειῶν καὶ στόματος͵ ὡς διὰ χορδῶν καὶ πλήκτρου͵ κιθαρῳδίαν; Ἐπεὶ οὖν πᾶν τὸ κατὰ φύσιν φίλον τῇ φύσει͵ ἀπεδείχθη δὲ κατὰ φύσιν ἡμῖν οὖσα ἡ μουσική͵ τούτου χάριν ὁ μέγας Δαβὶδ τῇ περὶ τῶν ἀρετῶν φιλοσοφίᾳ τὴν μελῳδίαν κατέμιξεν͵ οἷόν τινα μέλιτος ἡδονὴν τῶν ὑψηλῶν καταχέας δογμάτων͵ δι΄ ἧς ἑαυτὴν ἀναθεωρεῖ τρόπον τινὰ καὶ θεραπεύει ἡ φύσις. Θεραπεία γὰρ φύσεώς ἐστιν ἡ τῆς ζωῆς εὐρυθμία͵ ἥν μοι δοκεῖ συμβουλεύειν δι΄ αἰνιγμάτων ἡ μελῳδία. Τάχα γὰρ αὐτὸ τοῦτο πρὸς τὴν ὑψηλοτέραν τοῦ βίου κατάστασιν παραίνεσις γίνεται τὸ μὴ δεῖν ἄμουσόν τε καὶ ἔκτροπον καὶ παρηχημένον τῶν ἐν ἀρετῇ ζώντων εἶναι τὸ ἦθος͵ μήτε πέρα τοῦ μέτρου τῆς χορδῆς ὀξυτονούσης· ῥήγνυται γὰρ πάντως ὑπερτεινό μενον τῆς χορδῆς τὸ εὐάρμοστον· μήτ΄ αὖ πρὸς τὸ ἐναντίον ἐν ἀμετρίᾳ δι΄ ἡδονῆς ὑποχαλᾶν τὸν τόνον· κωφὴ γὰρ καὶ ἄναυδος γίνεται ἡ ψυχὴ τοῖς τοιούτοις πάθεσιν ἐγχαυνωθεῖσα· καὶ τὰ ἄλλα πάντα ὡσαύτως ἐπιτείνειν τε κατὰ καιρὸν καὶ ὑφιέναι τοῦ τόνου·

πρὸς τοῦτο βλέποντας͵ ὅπως ἂν ἡμῖν διὰ παντὸς εὐμελής τε καὶ εὔρυθμος ὁ ἐν τοῖς ἤθεσι διαμένοι τρόπος μήτε ἀμέτρως λυόμενος μήτε πέρα τοῦ μέτρου ὑπερτεινόμενος. Ὅθεν καὶ τὰ κατορθώματα τῆς θείας ταύτης μουσικῆς προσμαρτυρεῖ τῷ Δαβὶδ ἡ ἱστορία· ὅτι παράφορόν ποτε καταλαβὼν τὸν Σαοὺλ καὶ ἐξεστηκότα τῆς διανοίας οὕτως ἐξιάσατο κατεπᾴδων τοῦ πάθους͵ ὥστε αὐτῷ πάλιν πρὸς τὸ κατὰ φύσιν ἐπανελθεῖν τὴν διάνοιαν. Δῆλον οὖν ἐκ τούτων ἐστὶ πρὸς ὅ τι βλέπει τῆς μελῳδίας τὸ αἴνιγμα͵ ὅτι τὴν τῶν παθημάτων καταστολὴν συμβουλεύει ποιεῖσθαι τῶν διαφόρως ἡμῖν ἐγγινομένων ἐκ τῶν βιωτικῶν περιστάσεων. Ἀλλὰ καὶ τοῦτο προσήκει μὴ παραδραμεῖν ἀθεώρητον͵ ὅτι οὐ κατὰ τοὺς ἔξω τῆς ἡμετέρας σοφίας μελοποιοὺς καὶ ταῦτα τὰ μέλη πεποίηται· οὐ γὰρ ἐν τῷ τῶν λέξεων τόνῳ κεῖται τὸ μέλος͵ ὥσπερ ἐν ἐκείνοις ἔστιν ἰδεῖν͵ παρ΄ οἷς ἐν τῇ ποιᾷ τῶν προσῳδιῶν συνθήκῃ͵ τοῦ ἐν τοῖς φθόγγοις τόνου βαρυνομένου τε καὶ ὀξυτονοῦντος καὶ βραχυνομένου τε καὶ παρατείνοντος͵ ὁ ῥυθμὸς ἀποτίκτεται͵ ἀλλὰ ἀκατάσκευόν τε καὶ ἀνεπιτήδευτον τοῖς θείοις λόγοις ἐνείρας τὸ μέλος͵ ἑρμηνεύειν τῇ μελῳδίᾳ τὴν τῶν λεγομένων διάνοιαν βούλεται͵ τῇ ποιᾷ συνδιαθέσει τοῦ κατὰ τὴν φωνὴν τόνου τὸν ἐγκείμενον τοῖς ῥήμασι νοῦν ὡς δυνατὸν ἐκκαλύπτων.


Ὁλόκληρη ἡ ἀρετὴ καὶ ἡ σοφία εἶναι μέσα μας

ΘΕΟΣ τῇ ἑαυτοῦ φύσει πᾶν ὅτι περ ἔστι κατ΄ ἔννοιαν λαβεῖν ἀγαθὸν͵ ἐκεῖνό ἐστι· μᾶλλον δὲ παντὸς ἀγαθοῦ τοῦ νοουμένου τε καὶ καταλαμβανομένου ἐπέκεινα ὤν͵ οὐ δι΄ ἄλλο τι κτίζει τὴν ἀνθρωπίνην ζωὴν ἢ διὰ τὸ ἀγαθὸς εἶναι. Τοιοῦτος δὲ ὢν καὶ διὰ τοῦτο πρὸς τὴν δημιουργίαν τῆς ἀνθρωπίνης φύσεως ὁρμήσας͵ οὐκ ἂν ἡμιτελῆ τὴν τῆς ἀγαθότητος ἐνεδείξατο δύναμιν͵ τὸ μέν τι δοὺς ἐκ τῶν προσόντων αὐτῷ͵ τοῦ δὲ φθονήσας τῆς μετουσίας, ἀλλὰ τὸ τέλειον τῆς ἀγαθότητος εἶδος ἐν τούτῳ ἐστίν͵ ἐκ τοῦ καὶ παραγαγεῖν τὸν ἄνθρωπον ἐκ τοῦ μὴ ὄντος εἰς γένεσιν καὶ ἀνενδεῆ τῶν ἀγαθῶν ἀπεργάσασθαι. Ἐπεὶ δὲ πολὺς τῶν καθ΄ ἕκαστον ἀγαθῶν ὁ κατάλογος͵ οὐ μὲν οὖν ἔστιν ἀριθμῷ ῥᾳδίως τοῦτον διαλαβεῖν. Διὰ τοῦτο περιληπτικῇ τῇ φωνῇ ἅπαντα συλλαβὼν ὁ λόγος ἐσήμανεν͵ ἐν τῷ εἰπεῖν κατ΄ εἰκόνα Θεοῦ γεγενῆσθαι τὸν ἄνθρωπον. Ἶσον γάρ ἐστι τοῦτο τῷ εἰπεῖν͵ ὅτι παντὸς ἀγαθοῦ μέτοχον τὴν ἀνθρωπίνην φύσιν ἐποίησεν. Εἰ γὰρ πλήρωμα μὲν ἀγαθῶν τὸ Θεῖον͵ ἐκείνου δὲ τοῦτο εἰκών, ἄρ΄ ἐν τῷ πλῆρες εἶναι παντὸς ἀγαθοῦ πρὸς τὸ ἀρχέτυπον ἡ εἰκὼν ἔχει τὴν ὁμοιότητα. Οὐκοῦν ἐστιν ἐν ἡμῖν παντὸς μὲν καλοῦ ἰδέα͵ πᾶσα δὲ ἀρετὴ καὶ σοφία καὶ πᾶν ὅτιπέρ ἐστι πρὸς τὸ κρεῖττον νοούμενον. Ἓν δὲ τῶν πάντων καὶ τὸ ἐλεύθερον ἀνάγκης εἶναι καὶ μὴ ὑπεζεῦχθαί τινι φυσικῇ δυναστείᾳ, ἀλλ΄ αὐτεξούσιον πρὸς τὸ δοκοῦν ἔχειν τὴν γνώμην. Ἀδέσποτον γάρ τι χρῆμα ἡ ἀρετὴ καὶ ἑκούσιον͵ τὸ δὲ κατηναγκασμένον καὶ βεβιασμένον ἀρετὴ εἶναι οὐ δύναται. Ἐν πᾶσι τοίνυν τῆς εἰκόνος τοῦ πρωτοτύπου κάλλους τὸν χαρακτῆρα φερούσης͵ εἰ μὴ κατά τι τὴν διαφορὰν ἔχῃ͵ οὐκέτι ἂν εἴη πάντως ὁμοίωμα͵ ἀλλὰ ταὐτὸν ἐκεῖνο διὰ πάντων ἀναδειχθήσεται͵ τὸ ἐν παντὶ ἀπαράλλακτον.

Τίνα τοίνυν αὐτοῦ τε τοῦ Θείου καὶ τοῦ πρὸς τὸ Θεῖον ὡμοιωμένου τὴν διαφορὰν καθορῶμεν; Ἐν τῷ͵ τὸ μὲν ἀκτίστως εἶναι͵ τὸ δὲ διὰ κτίσεως ὑποστῆναι. Ἡ δὲ τῆς τοιαύτης ἰδιότητος διαφορὰ πάλιν ἑτέρων ἰδιωμάτων ἀκολουθίαν ἐποίησε. Συνομολογεῖται γὰρ πάντη τε καὶ πάντως τὴν μὲν ἄκτιστον φύσιν καὶ ἄτρεπτον εἶναι καὶ ἀεὶ ὡσαύτως ἔχειν͵ τὴν δὲ κτιστὴν ἀδύνατον ἄνευ ἀλλοιώσεως συστῆναι. Αὐτὴ γὰρ ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδος͵ κίνησίς τίς ἐστι καὶ ἀλλοίωσις τοῦ μὴ ὄντος εἰς τὸ εἶναι κατὰ τὸ θεῖον βούλημα μεθισταμένου. Καὶ ὥσπερ τὸν ἐπὶ τοῦ χαλκοῦ χαρακτῆρα Καίσαρος εἰκόνα λέγει τὸ Εὐαγγέλιον͵ δι΄ οὗ μανθάνομεν κατὰ μὲν τὸ πρόσχημα τὴν ὁμοίωσιν εἶναι τοῦ μεμορφωμένου πρὸς Καίσαρα͵ ἐν δὲ τῷ ὑποκειμένῳ τὴν διαφορὰν ἔχειν, οὕτω καὶ κατὰ τὸν παρόντα λόγον ἀντὶ χαρακτήρων τὰ ἐπιθεωρούμενα τῇ τε θείᾳ φύσει καὶ τῇ ἀνθρωπίνῃ κατανοήσαντες͵ ἐν οἷς ἡ ὁμοιότης ἐστίν͵ ἐν τῷ ὑποκειμένῳ τὴν διαφορὰν ἐξευρίσκομεν͵ ἥτις ἐν τῷ ἀκτίστῳ καὶ τῷ κτιστῷ καθορᾶται. Ἐπειδὴ τοίνυν τὸ μὲν ὡσαύτως ἔχει καὶ ἀεί͵ τὸ δὲ διὰ κτίσεως γεγενημένον ἀπ΄ ἀλλοιώσεως τοῦ εἶναι ἤρξατο καὶ συγγενῶς πρὸς τὴν τοιαύτην ἔχει τροπήν, διὰ τοῦτο ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν͵ καθώς φησιν ἡ προφητεία͵ ἐπακολουθήσας͵ μᾶλλον δὲ προκατανοήσας τῇ προγνωστικῇ δυνάμει͵ πρὸς ὅ,τι ῥέπει κατὰ τὸ αὐτοκρατές τε καὶ αὐτεξούσιον τῆς ἀνθρωπίνης προαιρέσεως ἡ κίνησις͵ ἐπειδὴ τὸ ἐσόμενον εἶδεν͵ ἐπιτεχνᾶται τῇ εἰκόνι τὴν περὶ τὸ ἄῤῥεν καὶ θῆλυν διαφοράν͵ ἥτις οὐκέτι πρὸς τὸ θεῖον ἀρχέτυπον βλέπει͵ ἀλλὰ καθὼς εἴρηται͵ τῇ ἀλογωτέρᾳ προσωκείωται φύσει. Τὴν δὲ αἰτίαν τῆς τοιαύτης ἐπιτεχνήσεως μόνοι μὲν ἂν εἰδεῖεν οἱ τῆς ἀληθείας αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου. Ἡμεῖς δὲ καθώς ἐστι δυνατὸν διὰ στοχασμῶν τινων καὶ εἰκόνων φαντασθέντες τὴν ἀλήθειαν͵ τὸ ἐπὶ νοῦν ἐλθὸν οὐκ ἀποφαντικῶς ἐκτιθέμεθα͵ ἀλλ΄ ὡς ἐν γυμνασίας εἴδει τοῖς εὐγνώμοσι τῶν ἀκροωμένων προσθήσομεν.

Τί τοίνυν ἐστίν͵ ὃ περὶ τούτων διενοήθημεν; Εἰπὼν ὁ λόγος ὅτι ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον͵ τῷ ἀορίστῳ τῆς σημασίας ἅπαν ἐνδείκνυται τὸ ἀνθρώπινον. Οὐ γὰρ συνωνομάσθη τῷ κτίσματι νῦν ὁ Ἀδὰμ͵ καθὼς ἐν τοῖς ἐφεξῆς ἡ ἱστορία φησίν, ἀλλ΄ ὄνομα τῷ κτισθέντι ἀνθρώπῳ οὐχ ὁ τίς͵ ἀλλ΄ ὁ καθόλου ἐστίν. Οὐκοῦν τῇ καθολικῇ τῆς φύσεως κλήσει τοιοῦτόν τι ὑπονοεῖν ἐναγόμεθα͵ ὅτι τῇ θείᾳ προγνώσει τε καὶ δυνάμει πᾶσα ἡ ἀνθρωπότης ἐν τῇ πρώτῃ κατασκευῇ περιείληπται. Χρὴ γὰρ Θεῷ μηδὲν ἀόριστον ἐν τοῖς γεγενημένοις παρ΄ αὐτοῦ νομίζειν, ἀλλ΄ ἑκάστου τῶν ὄντων εἶναί τι πέρας καὶ μέτρον͵ τῇ τοῦ πεποιηκότος σοφίᾳ περιμετρούμενον. Ὥσπερ τοίνυν ὁ τὶς ἄνθρωπος τῷ κατὰ τὸ σῶμα ποσῷ περιείργεται καὶ μέτρον αὐτῷ τῆς ὑποστάσεως ἡ πηλικότης ἐστίν͵ ἡ συναπαρτιζομένη τῇ ἐπιφανείᾳ τοῦ σώματος, οὕτως οἶμαι καθάπερ ἐν ἐνὶ σώματι ὅλον τὸ τῆς ἀνθρωπότητος πλήρωμα τῇ προγνωστικῇ δυνάμει παρὰ τοῦ Θεοῦ τῶν ὄλων περισχεθῆναι͵ καὶ τοῦτο διδάσκειν τὸν λόγον τὸν εἰπόντα͵ ὅτι καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον καὶ κατ΄ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Οὐ γὰρ ἐν μέρει τῆς φύσεως ἡ εἰκών͵ οὐδὲ ἕν τινι τῶν καθ΄ αὑτὸν θεωρουμένων ἡ χάρις, ἀλλ΄ ἐφ΄ ἅπαν τὸ γένος ἐπίσης ἡ τοιαύτη διήκει δύναμις. Σημεῖον δὲ ὅτι πᾶσιν ὡσαύτως ὁ νοῦς ἐγκαθίδρυται, πάντες τοῦ διανοεῖσθαι καὶ προβουλεύειν τὴν δύναμιν ἔχουσι καὶ τὰ ἄλλα πάντα͵ δι΄ ὧν ἡ θεία φύσις ἐν τῷ κατ΄ αὐτὴν γεγονότι ἀπεικονίζεται. Ὁμοίως ἔχει ὅ τε τῇ πρώτῃ τοῦ κόσμου κατασκευῇ συναναδειχθεὶς ἄνθρωπος καὶ ὁ κατὰ τὴν τοῦ παντὸς συντέλειαν γενησόμενος͵ ἐπίσης ἐφ΄ ἑαυτῶν φέρουσι τὴν θείαν εἰκόνα. Διὰ τοῦτο εἷς ἄνθρωπος κατωνομάσθη τὸ πᾶν͵ ὅτι τῇ δυνάμει τοῦ Θεοῦ οὔτε τι παρῴχηκεν͵ οὔτε μέλλει͵ ἀλλὰ καὶ τὸ προσδοκώμενον ἐπίσης τῷ παρόντι τῇ περιεκτικῇ τοῦ παντὸς ἐνεργείᾳ περικρατεῖται. Πᾶσα τοίνυν ἡ φύσις ἡ ἀπὸ τῶν πρώτων μέχρι τῶν ἐσχάτων διήκουσα͵ μία τις τοῦ ὄντος ἐστὶν εἰκών, ἡ δὲ πρὸς τὸ ἄῤῥεν καὶ θῆλυ τοῦ γένους διαφορὰ προσκατεσκευάσθη τελευταῖον τῷ πλάσματι διὰ τὴν αἰτίαν͵ ὡς οἶμαι͵ ταύτην.


Πάντα καλὰ λίαν

ΕN ἑκάστῳ τῶν στοιχείων ἔστιν εὑρεῖν τινα πάντως ἐν τοῖς ἰδιώμασι πρὸς τὰ ἀντικείμενα μάχην. Ὥσπερ γὰρ ἐπὶ τῶν μνημονευθέντων στοιχείων ἀντιβαίνει τῷ μὲν ψυχρῷ ἡ θερμότης͵ τῷ δὲ ὑγρῷ ἡ ξηρότης͵ οὕτω πάλιν κατὰ τὴν ἑτέραν διάμετρον ἐπὶ τῆς γῆς τε καὶ τοῦ ἀέρος ἐξ ἐναντίου εἰσὶν αἱ ἐν ἑκατέρῳ ποιότητες ἀλλήλαις ἀντικαθήμεναι, στεῤῥότης τε καὶ μανότης͵ ἀντιτυπία καὶ ἀραιότης͵ βαρύτης τε καὶ κουφότης καὶ ὅσα ἄλλα κατὰ τὸ ἰδιάζον ἐν ἑκατέρῳ τούτων ἐκ τῶν ἐναντίων γνωρίζεται. Ὥσπερ τοίνυν ἐν τούτοις οὐκ ἔστιν εἰπεῖν τρέφεσθαι τῷ ἐναντίῳ τὸ ἕτερον, οὔτε γὰρ τῇ δαπάνῃ τοῦ ἐμβριθοῦς ἡ ἐν τῷ ἀέρι κουφότης αὔξεται͵ οὔτε τὸ ναστὸν τῆς γῆς ἐνεργεῖ τοῦ ἀντιστοιχοῦντος τὴν ἀραιότητα͵ οὔτε τὰ λοιπὰ περὶ τὴν γῆν ἰδιώματα διὰ τῆς ἑαυτῶν δαπάνης τρέφει τὰς ἀερίους ποιότητας, οὕτως εἴποι τις ἂν ἐξ ἐναντίου μὲν εἶναι τὸ ὑγρόν τε καὶ ψυχρὸν τῷ θερμῷ καὶ ξηρῷ͵ μὴ μέντοι τρέφεσθαι ταῦτα ταῖς ἀλλήλων φθοραῖς͵ μηδὲ τὴν τοῦ εἶναι τούτων ἑκάτερον δύναμιν ἐν τῷ μὴ εἶναι τὸ ἕτερον ἔχειν. Οὕτω γὰρ ἂν οὐθέτερον εἴη͵ εἴπερ ἡ διαμονὴ ἀμφοτέρου ἐν τῇ τῶν δύο φθορᾷ τὴν δύναμιν ἔχοι· ἴση γὰρ ἐν ἑκάστῳ ἡ τοῦ φθείρειν τὸ ἕτερον δύναμις καὶ ἀεὶ καταπλεονάζων τοῦ ἐπικρατοῦντος ὁ ἀφανισμὸς τοῦ λειπομένου γίνεται. ...

Ἐπειδὴ πάντα ὅσα ἐποίησεν ὁ Θεὸς καλὰ λίαν ἐστίν͵ ἑκάστῳ φημὶ δεῖν τῶν ὄντων ἐνθεωρεῖσθαι τὴν τοῦ καλοῦ τελειότητα. Ἡ γὰρ τοῦ λίαν προσθήκη διὰ τῆς ἐπιτατικῆς σημασίας σαφῶς ἐνδείκνυται τὸ ἀνελλειπὲς εἰς τελείωσιν. Ὡς γὰρ ἐν τῇ γενέσει τῶν ζώων μυρίας μὲν ἔστι διαφορὰς ἰδεῖν τῶν ἐν τούτοις γενῶν͵ τῷ δὲ καθολικῷ λόγῳ τῆς τῶν ὄντων ἀποδοχῆς ἁρμόζειν ἐφ΄ ἑκάστου φαμὲν κατὰ τὸ ἶσον τὸ καλὸν εἶναι λίαν, οὐ μὴν πρὸς τὸ φαινόμενον τὴν ἀποδοχὴν εἶναι͵ ἢ ἂν καὶ ἡ σκολόπενδρα καὶ ὁ χερσαῖος βάτραχος καὶ τὰ ἐκ τῆς σήψεως τῶν βορβόρων ζωογονούμενα͵ ἔχοι τὸ λίαν καλά, ἀλλ΄ οὐ πρὸς τὴν ὥραν τῶν γεγονότων ὁ θεῖος ὀφθαλμὸς βλέπων ἐν εὐχροίᾳ τινὶ καὶ εὐμορφίᾳ τὸ καλὸν ὁρίζεται͵ ἀλλ΄ ἐν τῷ ἕκαστον καθὸ ἔστι τελείαν ἐν ἑαυτῷ ἔχειν τὴν φύσιν. Οὐ γὰρ ἐν τῷ βοῦν μὴ εἶναι͵ τὸν ἵππον ἔστιν εἶναι͵ ἀλλ΄ ἐν ἑκάστῳ τούτων συντηρεῖ ἑαυτὴν ἡ φύσις͵ ἰδίας ἀφορμὰς πρὸς τὴν ἰδίαν διαμονὴν κεκτημένη͵ οὐκ ἐν φθορᾷ τῆς φύσεως͵ ἀλλ΄ εἰς τὴν τοῦ εἶναι δύναμιν ἔχουσα. Οὕτω κἂν ἑτέρως ἔχοι τὰ στοιχεῖα πρὸς ἄλληλα͵ ἀλλ΄ οὖν ἐφ΄ ἑαυτοῦ ἕκαστον καλόν ἐστι λίαν. Ἐφ΄ ἑαυτοῦ γὰρ κατὰ τὸν ἴδιον λόγον ἐν τῷ καλῷ συμπεπλήρωται. Καλόν ἐστιν ἡ γῆ· οὐ γὰρ τῆς ἀπωλείας τοῦ ἀέρος χρῄζει πρὸς τὸ εἶναι γῆ͵ ἀλλὰ μένει ἐν ταῖς ἰδίαις ποιότησι διὰ τῆς φυσικῆς αὐτῇ θεόθεν ἐγκειμένης δυνάμεως ἑαυτὴν συντηροῦσα. Καλὸν ὁ ἀήρ· οὐκ ἐν τῷ μὴ εἶναι τὴν γῆν͵ ἀλλ΄ ἐν ᾧ αὐτός ἐστι ταῖς κατὰ φύσιν ἐνυπαρχούσαις αὐτῷ δυνάμεσι πρὸς τὴν διαμονὴν ἐξαρκῶν. Οὕτω καὶ ὕδωρ λίαν καλὸν καὶ τὸ πῦρ καλόν ἐστι λίαν͵ ταῖς ἰδίαις ἑκάτερον συμπεπληρωμένον ποιότησι καὶ τῇ δυνάμει τοῦ θείου θελήματος κατὰ τὰ ἴδια μέτρα τῆς πρώτης γενέσεως εἰς τὸ διηνεκὲς παραμένον. ...

Τίς οὖν ἡ φύσις; Οὐδὲν τῶν στοιχειωδῶς ἐν τῇ συστάσει τοῦ περιγείου κόσμου θεωρουμένων ἄτρεπτόν τε καὶ ἀναλλοίωτον παρὰ τοῦ Δημιουργοῦ τῶν ὅλων πεποίηται, ἀλλὰ πάντα ἐν ἀλλήλοις ἐστὶ καὶ δι΄ ἀλλήλων διακρατεῖται͵ τῆς τρεπτῆς δυνάμεως διά τινος ἐγκυκλίου περιφορᾶς πάντα εἰς ἄλληλα τὰ γεώδη μεταβαλλούσης καὶ ἀπ΄ ἀλλήλων εἰς ἑαυτὰ πάλιν ἐπαναγούσης· αὐτῆς δὲ τῆς ἀλλοιώσεως ἀπαύστως ἐν τοῖς στοιχείοις ἐνεργουμένης͵ ἀνάγκη πάντα εἰς ἄλληλα μεταβαίνειν͵ ἐξιστάμενά τε ἀπ΄ ἀλλήλων καὶ πάλιν κατὰ τὸ ἶσον ἀλλήλοις ἐπεμβαίνοντα. Οὐ γὰρ ἄν τι τούτων φυλαχθείη ἐφ΄ ἑαυτοῦ͵ εἰ μὴ ἡ πρὸς τὸ ἑτερογενὲς ἐπιμιξία διακρατοίη τὴν φύσιν. ... Ὅτι μὲν οὖν ἑκάστου τῶν γινομένων θαυμάτων λόγος τις θεῖος καθηγεῖται προστακτικός͵ οὕτω τοῦ Μωσέως ἱστορικῶς ἡμᾶς τὰ ὑψηλὰ τῶν δογμάτων διδάσκοντος͵ ἐν τοῖς φθάσασιν ἐξητάσαμεν λόγοις͵ ἐν οἷς τοῦτο κατενοήσαμεν͵ τὸ μὴ πρόσταγμα εἶναι διὰ ῥημάτων γινόμενον τὴν θείαν φωνήν͵ ἀλλὰ τὴν τεχνικήν τε καὶ σοφὴν δύναμιν ἑκάστου τῶν γινομένων͵ καθ΄ ἣν ἐνεργεῖται τὰ ἐν τοῖς οὖσι θαύματα͵ τοῦτο Λόγον Θεοῦ καὶ εἶναι καὶ λέγεσθαι, καὶ ὅτι παντὸς ἀθρόως τοῦ κατὰ τὴν κτίσιν πληρώματος ἐν τῷ πρώτῳ τοῦ Θεοῦ θελήματι συστάντος͵ ἡ ἀναγκαίως κατὰ τὴν ἐγκειμένην τοῖς οὖσι σοφίαν ἑπομένη τάξις πρὸς τὴν ἑκάστου τῶν στοιχείων ἀνάδειξιν τῶν θείων προσταγμάτων τὴν ἀκολουθίαν ἔχει. Συνελὼν γὰρ ἐν τῇ πρώτῃ τῆς αἰσθητικῆς κτίσεως ὑποστάσει͵ περιληπτικῇ φωνῇ͵ τὸ πᾶν ὁ Μωσῆς ἐνεδείξατο εἰπών· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τὸ οὖν πλήρωμα τῶν ὄντων εἰπὼν ὅτι ἐποίησεν͵ καθεξῆς ἐν τάξει τινὶ φυσικῇ τὴν γινομένην ἑκάστου τῶν ὄντων ἀνάδειξιν ἐπισημειοῦται τῷ λόγῳ. ...

Εἰ δέ τις ἡμᾶς ἀπαιτοίη καὶ περὶ τοῦ τρίτου οὐρανοῦ λόγον͵ ὃν Μωσῆς μὲν οὐκ ἔγραψεν͵ Παῦλος δὲ εἶδεν καὶ ἐν αὐτῷ καθάπερ ἐν ἀδύτοις τισὶ τῆς σοφίας γενόμενος τῶν ἀῤῥήτων ἐπηκροάσατο͵ τοῦτό φαμεν͵ ὅτι οὐκ ἔξω τῶν ἐξητασμένων ὁ τρίτος ἐκεῖνος οὐρανός ἐστι. Δοκεῖ γάρ μοι ὁ μέγας Ἀπόστολος, ὁ πᾶσι τοῖς ἔμπροσθεν ἑαυτὸν ἐπεκτείνων͵ διαβὰς πάσης τῆς αἰσθητῆς φύσεως τοὺς ὅρους͵ εἰς τὴν νοητὴν κατάστασιν παρεισδῦναι͵ οὐ σωματικῆς ἀκριβῶς γινομένης αὐτῷ τῆς τῶν νοητῶν θεωρίας. Τοῦτο γὰρ καὶ αὑτὸς τῷ ἰδίῳ λόγῳ παρασημαίνεται εἰπὼν ὅτι, εἴτε ἐν σώματι οὐκ οἶδα͵ εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα· ὁ Θεὸς οἶδεν ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Τὸ οὖν ἀκρότατον τοῦ αἰσθητοῦ κόσμου τρίτον οἶμαι οὐρανὸν προειρηκέναι τὸν Παῦλον͵ τριχῆ μὲν τεμόντα πᾶν τὸ φαινόμενον͵ κατὰ δὲ τὴν συνήθειαν τῆς Γραφῆς͵ ἕκαστον τῶν τμημάτων τούτων οὐρανὸν ὀνομάσαντα. Ὁ γὰρ τῆς Γραφῆς λόγος͵ ἐν καταχρήσει τινὶ ῥημάτων͵ ἕνα μὲν οὐρανὸν ὀνομάζει͵ τὸν ὅρον τοῦ παχυμερεστέρου ἀέρος͵ μέχρις οὗ καὶ νέφη καὶ ἄνεμοι καὶ ἡ τῶν ὑψιπετῶν ὀρνέων φέρεται φύσις. Καὶ γὰρ καὶ νεφέλας οὐρανοῦ λέγει καὶ πετεινὰ οὐρανοῦ· καὶ οὐχ ἁπλῶς οὐρανὸν λέγει τοῦτον͵ ἀλλὰ καὶ μετὰ τοῦ στερεώματος. Λέγει γὰρ͵ Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ.

Εἶτα τὸ ἕτερον͵ οὐρανόν τε καὶ στερέωμα κατονομάζει͵ τὸ μετὰ τὴν ἀπλανῆ σφαῖραν περὶ τὸ ἐντὸς θεωρούμενον͵ ἐν ᾧ οἱ πλανῆται τῶν ἀστέρων διαπορεύονται. Λέγει γὰρ͵ ὅτι Ἐποίησεν ὁ Θεὸς τοὺς φωστῆρας τοὺς μεγάλους καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ͵ ὥστε φαίνειν ἐπὶ τῆς γῆς. Παντὶ δὲ πρόδηλον τῷ ὁπωσοῦν ἐπεσκεμμένῳ τὴν τοῦ παντὸς διακόσμησιν͵ ὅσον ὑποβέβληκε ταῦτα περὶ τὴν ἄνω φορὰν καὶ αὐτὸ δὲ τὸ ἀκρότατον τοῦ αἰσθητοῦ κόσμου͵ ὃ μεθόριον τῆς νοητῆς κτίσεως͵ στερέωμά τε καὶ οὐρανὸν ὀνομάζει. Ὁ οὖν ἐπιθυμητὴς τῶν ὑπὲρ λόγον καὶ σκοπῶν καθὼς καὶ ἡμῖν ἐγκελεύεται μηδὲν τῶν βλεπομένων· ὅτι τὰ μὲν βλεπόμενα πρόσκαιρα͵ τὰ δὲ μὴ βλεπόμενα αἰώνια, ὅπου αὐτὸν ἡ ἐπιθυμία ἐπῆρεν͵ ἐκεῖ ἐγένετο ὑψωθεὶς τῇ δυνάμει. Τοῦτο ἐπιθυμητὸν αὐτῷ προδεικνύντος καὶ ἀντὶ εἰπεῖν͵ Οἶδα ἄνθρωπον πᾶσαν τὴν αἰσθητὴν διαβάντα κτίσιν καὶ ἐν τοῖς ἀδύτοις τῆς νοητῆς γενόμενον φύσεως· ἐπειδὴ ἐκ παιδὸς τὰ ἱερὰ γράμματα οἶδεν͵ ταῖς γραφικαῖς φωναῖς διασημαίνει τὸ ὄνομα͵ τρίτον οὐρανὸν ὀνομάσας τὴν τῶν τριῶν τούτων τῶν ἐν τῷ παντὶ θεωρουμένων τμημάτων διέξοδον· κατέλιπε γὰρ τὸν ἀέρα· παρέδραμε καὶ τὴν διὰ μέσου τῶν ἀστέρων κυκλοφορίαν· ἐπέρασε δὲ καὶ τὴν ἄκραν τῶν αἰθερίων ὅρων περιβολὴν καὶ ἐν τῇ στασίμῳ καὶ νοητῇ φύσει γενόμενος͵ οἶδε τὰ τοῦ παραδείσου κάλλη καὶ ἤκουσεν ἃ ἀνθρωπίνη φύσις οὐ φθέγγεται.


Βάπτισμα

ΒΑΠΤΙΣΜΑ ἐστὶν ἁμαρτιῶν κάθαρσις͵ ἄφεσις πλημμελημάτων͵ ἀνακαινισμοῦ καὶ ἀναγεννήσεως αἰτία͵ ἀναγέννησιν δὲ νόησον ἐννοίᾳ θεωρουμένην͵ ὀφθαλμοῖς οὐ βλεπομένην· οὐ γὰρ ὄντως κατὰ τὸν Ἑβραῖον Νικόδημον καὶ τὴν ἐκείνου παχυτέραν διάνοιαν τὸν πρεσβύτην ἐναλλάξομεν εἰς παιδίον οὔτε τὸν ῥυσὸν πεπολιωμένον εἰς ἁπαλὸν καὶ νέον μετασκευάσομεν ἢ πάλιν εἰς τὴν γαστέρα τῆς μητρὸς τὸν ἄνθρωπον ἐπανάξομεν͵ ἀλλὰ τὸν κατεστιγμένον ταῖς ἁμαρτίαις καὶ κακοῖς ἐπιτηδεύμασιν ἐμπαλαιωθέντα χάριτι βασιλικῇ ἐπανάγομεν εἰς τὸ τοῦ βρέφους ἀνεύθυνον. Ὡς γὰρ τὸ εὐθύτοκον παιδίον ἐλεύθερόν ἐστιν ἐγκλημάτων καὶ τιμωριῶν͵ οὕτως καὶ ὁ τῆς ἀναγεννήσεως παῖς οὐκ ἔχει περὶ τίνος ἀπολογήσεται βασιλικῇ δωρεᾷ τῶν εὐθυνῶν ἀφεθείς. Ταύτην δὲ τὴν εὐεργεσίαν οὐ τὸ ὕδωρ χαρίζεται (ἦν γὰρ ἂν πάσης τῆς κτίσεως ὑψηλότερον)͵ ἀλλὰ Θεοῦ πρόσταγμα καὶ ἡ τοῦ Πνεύματος ἐπιφοίτησις μυστικῶς ἐρχομένη πρὸς τὴν ἡμετέραν ἐλευθερίαν͵ ὕδωρ δὲ ὑπηρετεῖ πρὸς ἔνδειξιν τῆς καθάρσεως. Ἐπειδὴ γὰρ εἰώθαμεν ῥύπῳ καὶ βορβόρῳ τὸ σῶμα καθυβρισθὲν ὕδατι νίπτοντες καθαρὸν ἀποφαίνειν͵ διὰ τοῦτο καὶ ἐπὶ τῆς μυστικῆς πράξεως αὐτὸ προσλαμβάνομεν τῷ αἰσθητῷ πράγματι τὴν ἀσώματον δηλοῦντες λαμπρότητα. Μᾶλλον δὲ͵ εἰ δοκεῖ͵ καὶ λεπτότερον προσκαρτερήσωμεν τῇ περὶ τοῦ λουτροῦ ζητήσει οἷον ἐκ πηγῆς τινος ἀρξάμενοι τοῦ γραφικοῦ παραγγέλματος· Ἐὰν μή τις γεννηθῇ͵ φησίν͵ ἐξ ὕδατος καὶ Πνεύματος͵ οὐ δύναται εἰσελθεῖν εἰς τὴν Βασιλείαν τοῦ θεοῦ. Διὰ τί τὰ δύο καὶ οὐχὶ μόνον τὸ Πνεῦμα αὔταρκες ἐνομίσθη πρὸς τὴν συμπλήρωσιν τοῦ βαπτίσματος;

Σύνθετος ὁ ἄνθρωπος καὶ οὐχ ἁπλοῦς͵ ὡς ἀκριβῶς ἐπιστάμεθα͵ καὶ διὰ τοῦτο τῷ διπλῷ καὶ συνεζευγμένῳ τὰ συγγενῆ καὶ ὅμοια φάρμακα πρὸς θεραπείαν ἀπεκληρώθη͵ σώματι μὲν τῷ φαινομένῳ ὕδωρ τὸ αἰσθητόν͵ ψυχῇ δὲ τῇ ἀοράτῳ πνεῦμα τὸ ἀφανὲς πίστει καλούμενον͵ ἀρρήτως παραγινόμενον. Τὸ γὰρ Πνεῦμα ὅπου θέλει πνεῖ͵ καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις͵ ἀλλ΄ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει. Εὐλογεῖ τὸ σῶμα τὸ βαπτιζόμενον καὶ τὸ ὕδωρ τὸ βαπτίζον. Διὸ μὴ καταφρονήσῃς τοῦ θείου λουτροῦ μηδὲ ὡς κοινὸν αὐτὸ ἐξευτελίσῃς διὰ τὴν χρῆσιν τοῦ ὕδατος· τὸ γὰρ ἐνεργοῦν μέγα καὶ ἀπ΄ ἐκείνου θαυμαστὰ γίνεται τὰ τελούμενα. Ἐπεὶ καὶ τὸ θυσιαστήριον τοῦτο τὸ ἅγιον͵ ᾧ παρεστήκαμεν͵ λίθος ἐστὶ κατὰ τὴν φύσιν κοινὸς οὐδὲν διαφέρων τῶν ἄλλων πλακῶν͵ αἳ τοὺς τοίχους ἡμῶν ἐπικοσμοῦσι καὶ καλλωπίζουσι τὰ ἐδάφη͵ ἐπειδὴ δὲ καθιερώθη τῇ τοῦ Θεοῦ θεραπείᾳ καὶ τὴν εὐλογίαν ἐδέξατο͵ ἔστι τράπεζα ἁγία͵ θυσιαστήριον ἄχραντον οὐκέτι παρὰ πάντων ψηλαφώμενον ἀλλὰ μόνων τῶν ἱερέων καὶ τούτων εὐλαβουμένων. Ὁ ἄρτος πάλιν ἄρτος ἐστὶ τέως κοινός͵ ἀλλ΄ ὅταν αὐτὸν τὸ μυστήριον ἱερουργήσῃ͵ σῶμα Χριστοῦ λέγεταί τε καὶ γίνεται. Οὕτως τὸ μυστικὸν ἔλαιον͵ οὕτως ὁ οἶνος͵ ὀλίγου τινὸς ἄξια ὄντα πρὸ τῆς εὐλογίας μετὰ τὸν ἁγιασμὸν τὸν παρὰ τοῦ Πνεύματος ἑκάτερον αὐτῶν ἐνεργεῖ διαφόρως. Ἡ αὐτὴ δὲ τοῦ Λόγου δύναμις καὶ τὸν ἱερέα ποιεῖ σεμνὸν καὶ τίμιον τῇ καινότητι τῆς εὐλογίας τῆς πρὸς τοὺς πολλοὺς κοινότητος χωριζόμενον· χθὲς γὰρ καὶ πρώην εἷς ὑπάρχων τῶν πολλῶν καὶ τοῦ δήμου ἀθρόον ἀποδείκνυται καθηγεμών͵ πρόεδρος͵ διδάσκαλος εὐσεβείας͵ μυστηρίων λανθανόντων μυσταγωγός· καὶ ταῦτα ποιεῖ μηδὲν τοῦ σώματος ἢ τῆς μορφῆς ἀμειφθείς͵ ἀλλ΄ ὑπάρχων κατὰ τὸ φαινόμενον ἐκεῖνος ὃς ἦν͵ ἀοράτῳ δέ τινι δυνάμει καὶ χάριτι τὴν ἀόρατον ψυχὴν μεταμορφωθεὶς πρὸς τὸ βέλτιον. ...

Kαὶ ἵνα συνελὼν εἴπω͵ πανταχοῦ ἡ τοῦ Θεοῦ δύναμις καὶ ἐνέργεια ἀκατάληπτός ἐστι καὶ ἀτεχνολόγητος ὑφιστῶσα μὲν εὐκόλως ἅπερ ἂν ἐθέλῃ͵ τὴν δὲ λεπτομερῆ γνῶσιν τῆς ἐνεργείας ἡμῖν ἀποκρύψασα. ... Τί δέ φησι τὸ τοῦ δεσπότου παράγγελμα; Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Πῶς εἰς τὸ ὄνομα τοῦ Πατρός; Ἐπειδὴ ἀρχὴ τῶν πάντων. Πῶς εἰς τὸν Υἱόν; Ἐπειδὴ δημιουργὸς τῆς κτίσεως. Πῶς εἰς τὸ Πνεῦμα τὸ ἅγιον; Ἐπειδὴ τελειωτικὸν τῶν πάντων. Ὑποκύπτομεν οὖν Πατρί͵ ἵνα ἁγιασθῶμεν· ὑποκύπτομεν καὶ Υἱῷ͵ ἵνα αὐτὸ τοῦτο γένηται· Ὑποκύπτομεν καὶ ἁγίῳ Πνεύματι͵ ἵνα τοῦτο γενώμεθα ὅπερ ἐκεῖνό ἐστι καὶ λέγεται. ... Καλὸν δὲ λοιπὸν τῷ φιλανθρώπῳ τῆς τοσαύτης δωρεᾶς χορηγῷ προσαναπαῦσαι τὸν λόγον φωνὴν ὀλίγην ὑπὲρ πραγμάτων μεγάλων τὴν ἀμοιβὴν ἀντεισφέροντας. Σὺ γὰρ ἀληθῶς ὑπάρχεις δέσποτα καθαρὰ καὶ ἀέναος τῆς ἀγαθωσύνης πηγή͵ ὃς ἀπεστράφης ἡμᾶς δικαίως καὶ ἠλέησας φιλανθρώπως͵ ἐμίσησας καὶ διηλλάγης͵ κατηράσω καὶ εὐλόγησας͵ ἐξώρισας τοῦ παραδείσου καὶ πάλιν ἀνεκαλέσω͵ ἐξέδυσας τὰ φύλλα τῆς συκῆς τὴν ἀσχήμονα σκέπην καὶ περιέβαλες ἱμάτιον πολυτίμητον͵ ἤνοιξας τὸ δεσμωτήριον καὶ ἀφῆκας τοὺς κατακεκριμένους͵ ἐρράντισας ὕδατι καθαρῷ καὶ τῶν ῥύπων ἐκάθαρας. Οὐκέτι καλούμενος παρά σου ὁ Ἀδὰμ αἰσχυνθήσεται οὐδὲ παρὰ τοῦ συνειδότος ἐλεγχόμενος ἐγκαλύψεται ὑπὸ τῇ λόχμῃ τοῦ παραδείσου κρυπτόμενος οὔτε μὴν ἡ φλογίνη ῥομφαία κυκλώσει τὸν παράδεισον ἀπρόσιτον τοῖς ἐγγίζουσι ποιοῦσα τὴν εἴσοδον͵ πάντα δὲ ἡμῖν τοῖς κληρονόμοις τῆς ἁμαρτίας μετεσκευάσθη πρὸς εὐφροσύνην. Καὶ βατὸς μὲν ἀνθρώπῳ παράδεισος καὶ οὐρανὸς αὐτός͵ συνηρμόσθη δὲ εἰς φιλίαν ἡ κτίσις ἡ ἐγκόσμιός τε καὶ ὑπερκόσμιος πάλαι πρὸς ἑαυτὴν στασιάζουσα καὶ ἄνθρωποι τοῖς ἀγγέλοις ἐγενόμεθα σύμφωνοι τὴν αὐτὴν ἐκείνοις εὐσεβοῦντες θεολογίαν. Διὰ δὴ ταῦτα πάντα τὸν τῆς χαρᾶς ὕμνον ἄσωμεν τῷ Θεῷ͵ ὃν στόμα τῷ Πνεύματι κάτοχον πάλαι προφητικῶς ἐξεβόησεν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ μοι͵ ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. Κοσμήτωρ δὲ πάντως τῆς νύμφης ὁ Χριστὸς ὁ ὢν καὶ πρόων καὶ ἐσόμενος͵ εὐλογητὸς νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων͵ ἀμήν.


Ὁ Θεὸς ἔχει ἔρθει μέσα στὸν ἄνθρωπο

ΤΟ ἐν τῇ φύσει γενέσθαι ἡμῶν τὴν θεότητα τοῖς μὴ λίαν μικροψύχως κατανοοῦσι τὰ ὄντα οὐδένα ἂν ἐκ τοῦ εὐλόγου ξενισμὸν ἐπαγάγοι. Τίς γὰρ οὕτω νήπιος τὴν ψυχὴν ὡς εἰς τὸ πᾶν βλέπων μὴ ἐν παντὶ πιστεύειν εἶναι τὸ θεῖον͵ καὶ ἐνδυόμενον καὶ ἐμπεριέχον καὶ ἐγκαθήμενον; Τοῦ γὰρ ὄντος ἐξῆπται τὰ ὄντα καὶ οὐκ ἔνεστιν εἶναί τι μὴ ἐν τῷ ὄντι τὸ εἶναι ἔχον. Εἰ οὖν ἐν αὐτῷ τὰ πάντα καὶ ἐν πᾶσιν ἐκεῖνο͵ τί ἐπαισχύνονται τῇ οἰκονομίᾳ τοῦ μυστηρίου τοῦ θεὸν ἐν ἀνθρώπῳ γεγενῆσθαι διδάσκοντος τὸν οὐδὲ νῦν ἔξω τοῦ ἀνθρώπου εἶναι πεπιστευμένον; Εἰ γὰρ καὶ ὁ τρόπος τῆς ἐν ἡμῖν τοῦ θεοῦ παρουσίας οὐχ ὁ αὐτὸς οὗτος ἐκείνῳ͵ ἀλλ΄ οὖν τὸ ἐν ἡμῖν εἶναι καὶ νῦν καὶ τότε κατὰ τὸ ἴσον διωμολόγηται. Νῦν μὲν οὖν ἐγκέκραται ἡμῖν ὡς συνέχων ἐν τῷ εἶναι τὴν φύσιν, τότε δὲ κατεμίχθη πρὸς τὸ ἡμέτερον͵ ἵνα τὸ ἡμέτερον τῇ πρὸς τὸ θεῖον ἐπιμιξίᾳ γένηται θεῖον͵ ἐξαιρεθὲν τοῦ θανάτου καὶ τῆς τοῦ ἀντικειμένου τυραννίδος ἔξω γενόμενον. Ἡ γὰρ ἐκείνου ἀπὸ τοῦ θανάτου ἐπάνοδος ἀρχὴ τῷ θνητῷ γένει τῆς εἰς τὴν ἀθάνατον ζωὴν ἐπανόδου γίγνεται.


Ὁ Χριστὸς γεννιέται συνεχῶς

ΤO Πρὸ πάντων βουνῶν γεννᾷ με ἐμφαίνει πάντοτε γεννώμενον τοῖς ἀνθρώποις ὑπὸ τοῦ Πατρὸς τὸν Σωτῆρα· καὶ τὸ Σήμερον γεγέννηκά σε καίτοι προγεγεννημένον καὶ ἀεὶ συνόντα, ὑπὸ χρόνου μέρει τὸ σήμερον ἄγουσα ἡ γραφὴ σημαίνει ἀεὶ τοῖς καθεξῆς προϊοῦσιν αὐτὸν συγγεννᾶσθαι͵ ἄχρις οὗ τὸ σήμερον καλεῖται. Eἴ ποτε δὲ τὸ σήμερον τοῦ κόσμου τούτου συμπεριορισθείη τοῖς τέλεσιν͵ οὐκέτι γεννᾶται͵ ἀλλ΄ ἅπαξ τοῖς ἅπασι γεγεννημένος καὶ πάντων κριτὴς καὶ δικαστὴς καθεσθεὶς ζώντων καὶ νεκρῶν εἰς αἰῶνα βασιλεύσει σὺν τῷ Πατρί.

ΘΕΟΤΟΚΟΣ ὁ κυρίως καί κατ᾿ ἀλήθειαν εἶναι Θεοτόκον τήν ἁγίαν Παρθένον πιστεύων [ὁ πρός μόνην εὐσεβῶς τήν δήλωσιν τῆς ἐν Χριστῷ σωζομένης τῶν ἐξ ὧν ἐστι φύσεων διαφορᾶς τῷ ἀριθμῷ χρώμενος μετά τήν ἕνωσιν], ὅτι περ αὐτόν ἀντί σπορᾶς συλλαβοῦσα τόν Λόγον, κεκύεκέ τε καί τέτοκεν ἐξ αὐτῆς σαρκωθέντα, τόν αὐτόν ἐνεργοῦντα τά θαύματα, τόν αὐτόν τῆς τῶν ἀνθρωπίνων παθημάτων κατά θέλησιν ἀνεχόμενον πείρας τόν αὐτόν σταυρωθέντα, ταφέντα, ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατά τάς Γραφάς, ἀναληφθέντα σεσαρκωμένον εἰς οὐρανούς, ἐξ ὧν ἄσαρκος πρός ἡμᾶς κατελήλυθεν, ὡς οἶδεν αὐτός, ὁ μηδεμίαν ἔχων ὡς Θεός κατά φύσιν τήν ἐκ τόπων εἰς τόπους μετάβασιν. Φύσει γάρ ἄπειρος καί διά τοῦτο μηδενί τρόπῳ τοῖς οὖσι χωρούμενος, ὡς πάσης περιγραφῆς ὑπάρχων ἐλεύθερος καί φύσει φιλάνθρωπος καί διά τοῦτο τῆς ἡμῶν κατά θέλησιν σαρκικῆς γεννήσεως ἀνασχόμενος καί χωρητός τοῖς ἡμετέροις γενόμενος, τόν αὐτόν ἤξοντα μετά τῆς ἑκάστω δοῦναι τήν κατ’ ἀξίαν ἡτοιμασμένων διανομήν.


Δίνει στὸ πρόσωπο τῆς Ἐκκλησίας τὴ Μορφὴ τοῦ δικοῦ Του χαρακτήρα

ΤΟΝ ΘΕΙΟΝ Ἀπόστολον πρὸς τὴν τῶν μυστηρίων τούτων ἑρμηνείαν παραληψόμεθα· φησὶ γάρ που τῶν ἑαυτοῦ λόγων ἐκεῖνος πρὸς Ἐφεσίους γράφων͵ ὅτε τὴν μεγάλην οἰκονομίαν τῆς διὰ σαρκὸς γεγενημένης θεοφανείας ἡμῖν διηγήσατο͵ ὅτι οὐ μόνον ἡ ἀνθρωπίνη φύσις ἐπαιδεύθη τὰ θεῖα διὰ τῆς χάριτος ταύτης μυστήρια͵ ἀλλὰ καὶ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις ἐγνωρίσθη ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ διὰ τῆς κατὰ Χριστὸν ἐν τοῖς ἀνθρώποις οἰκονομίας φανερωθεῖσα. Ἔχει δὲ ἡ λέξις οὕτως· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν͵ ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ· τῷ ὄντι γὰρ διὰ τῆς Ἐκκλησίας γνωρίζεται ταῖς ὑπερκοσμίοις δυνάμεσιν ἡ ποικίλη τοῦ Θεοῦ σοφία ἡ διὰ τῶν ἐναντίων θαυματουργήσασα τὰ μεγάλα θαυμάσια͵ πῶς γέγονε διὰ θανάτου ζωὴ καὶ δικαιοσύνη διὰ τῆς ἁμαρτίας καὶ διὰ κατάρας εὐλογία καὶ δόξα διὰ τῆς ἀτιμίας καὶ διὰ τῆς ἀσθενείας ἡ δύναμις· μόνην γὰρ ἐν τοῖς πρὸ τούτου χρόνοις τὴν ἁπλῆν τε καὶ μονοειδῆ τοῦ Θεοῦ σοφίαν αἱ ὑπερκόσμιοι δυνάμεις ἐγίνωσκον καταλλήλως ἐνεργοῦσαν τῇ φύσει τὰ θαύματα (καὶ ποικίλον ἦν ἐν τοῖς ὁρωμένοις οὐδὲν ἐν τῷ δύναμιν οὖσαν τὴν θείαν φύσιν πᾶσαν τὴν κτίσιν κατ΄ ἐξουσίαν ἐργάζεσθαι ἐν μόνῃ τῇ ὁρμῇ τοῦ θελήματος τὴν τῶν ὄντων φύσιν εἰς γένεσιν ἄγουσαν καὶ ποιεῖν τὰ πάντα καλὰ λίαν τὰ ἀπὸ τῆς τοῦ καλοῦ πηγῆς ἀναβρύοντα)͵ τὸ δὲ ποικίλον τοῦτο τῆς σοφίας εἶδος τὸ ἐκ τῆς πρὸς τὰ ἐναντία διαπλοκῆς συνιστάμενον νῦν διὰ τῆς Ἐκκλησίας σαφῶς ἐδιδάχθησαν͵ πῶς ὁ Λόγος σὰρξ γίνεται͵ πῶς ἡ ζωὴ θανάτῳ μίγνυται͵ πῶς τῷ ἰδίῳ μώλωπι τὴν ἡμετέραν ἐξιᾶται πληγήν͵ πῶς τῇ ἀσθενείᾳ τοῦ σταυροῦ καταπαλαίει τοῦ ἀντικειμένου τὴν δύναμιν͵ πῶς τὸ ἀόρατον ἐν σαρκὶ φανεροῦται͵ πῶς ἐξωνεῖται τοὺς αἰχμαλώτους αὐτός τε ὢν ὁ ὠνούμενος καὶ αὐτὸς χρῆμα γινόμενος (ἑαυτὸν γὰρ ἔδωκε λύτρον ὑπὲρ ἡμῶν τῷ θανάτῳ)͵ πῶς καὶ ἐν τῷ θανάτῳ γίνεται καὶ τῆς ζωῆς οὐκ ἐξίσταται͵ πῶς καὶ τῇ δουλείᾳ καταμίγνυται καὶ ἐν τῇ βασιλείᾳ μένει· ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα ποικίλα ὄντα καὶ οὐχ ἁπλᾶ τῆς σοφίας ἔργα διὰ τῆς Ἐκκλησίας οἱ φίλοι τοῦ Νυμφίου μαθόντες ἐκαρδιώθησαν͵ ἄλλον χαρακτῆρα τῆς θείας σοφίας ἐν τῷ μυστηρίῳ κατανοήσαντες.

Εἰ δὲ μὴ τολμηρόν ἐστιν εἰπεῖν͵ τάχα κἀκεῖνοι διὰ τῆς νύμφης τὸ τοῦ Nυμφίου κάλλος ἰδόντες ἐθαύμασαν τὸ πᾶσι τοῖς οὖσιν ἀόρατόν τε καὶ ἀκατάληπτον· ὃν γὰρ Οὐδεὶς ἑώρακε πώποτε͵ καθώς φησιν Ἰωάννης͵ Οὐδὲ ἰδεῖν τις δύναται͵ καθὼς ὁ Παῦλος μαρτύρεται͵ οὗτος σῶμα ἑαυτοῦ τὴν Ἐκκλησίαν ἐποίησε καὶ διὰ τῆς προσθήκης τῶν σῳζομένων οἰκοδομεῖ ἑαυτὸν ἐν ἀγάπῃ͵ Μέχρις ἂν καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον͵ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Εἰ οὖν σῶμα τοῦ Χριστοῦ ἡ Ἐκκλησία͵ κεφαλὴ δὲ τοῦ σώματος ὁ Χριστὸς τῷ ἰδίῳ χαρακτῆρι μορφῶν τῆς Ἐκκλησίας τὸ πρόσωπον͵ τάχα διὰ τοῦτο πρὸς ταύτην βλέποντες οἱ φίλοι τοῦ Νυμφίου ἐκαρδιώθησαν͵ ὅτι τρανότερον ἐν αὐτῇ τὸν ἀόρατον βλέπουσιν· καθάπερ οἱ αὐτὸν τοῦ ἡλίου τὸν κύκλον ἰδεῖν ἀδυνατοῦντες͵ διὰ δὲ τῆς τοῦ ὕδατος αὐγῆς εἰς αὐτὸν ὁρῶντες͵ οὕτω κἀκεῖνοι ὡς ἐν κατόπτρῳ καθαρῷ τῇ Ἐκκλησίᾳ τὸν τῆς δικαιοσύνης ἥλιον βλέπουσι τὸν διὰ τοῦ φαινομένου κατανοούμενον. Τούτου χάριν οὐχ ἅπαξ εἴρηται τῇ νύμφῃ παρὰ τῶν φίλων τὸ ἐκαρδίωσας ἡμᾶς (ὅπερ ἐστὶν ὅτι ψυχήν τινα καὶ διάνοιαν πρὸς τὴν τοῦ φωτὸς κατανόησιν δι΄ ἑαυτῆς ἡμῖν ἐνεποίησας)͵ ἀλλὰ καὶ πάλιν τὸν αὐτὸν ἐπαναλαμβάνουσι λόγον ἀξιοπιστίαν προστιθέντες τῷ λεγομένῳ διὰ τῆς δευτερώσεως· λέγουσι γὰρ ἐπαναλαμβάνοντες ὅτι Ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου. Τοῦτό ἐστι μάλιστα ὃ τὴν θαυμαστικὴν ἐνεποίησε τοῖς φίλοις περὶ τῆς νύμφης διάθεσιν· διπλῆς γὰρ οὔσης τῇ ψυχῇ τῆς ὀπτικῆς ἐνεργείας καὶ τῆς μὲν τὴν ἀλήθειαν ὁρώσης͵ τῆς δὲ ἑτέρας περὶ τὰ μάταια πλανωμένης͵ ἐπειδὴ περὶ μόνην τοῦ ἀγαθοῦ τὴν φύσιν ἀνέῳκται τῆς νύμφης ὁ καθαρὸς ὀφθαλμός͵ ἀργεῖ δὲ ὁ ἕτερος͵ τούτου χάριν τῷ ἑνὶ τῶν ὀφθαλμῶν προσάγουσιν οἱ φίλοι τὸν ἔπαινον͵ δι΄ οὗ μόνου θεωρεῖ τὸν μόνον͵ ἐκεῖνον λέγω τὸν μόνον τὸν ἐν τῇ ἀτρέπτῳ τε καὶ ἀϊδίῳ καταλαμβανόμενον φύσει͵ τόν τε ἀληθινὸν Πατέρα καὶ τὸν μονογενῆ Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα· μόνον γάρ ἐστιν ὡς ἀληθῶς τὸ ἐν μιᾷ θεωρούμενον φύσει͵ μηδένα χωρισμὸν ἢ ἀλλοτρίωσιν τῆς κατὰ τὰς ὑποστάσεις διαφορᾶς ἐμποιούσης.


Αὑτογνωσία

ΑΚΟΥΣΩΜΕΝ͵ τί ἡ ἄμπελος ἡ εὐθηνοῦσα περὶ τῶν καρπῶν ἑαυτῆς διαλέγεται ἡ ἐν πᾶσι τοῖς κλίτεσι τῆς τοῦ θεοῦ οἰκίας͵ καθώς φησιν ὁ προφήτης͵ διηπλωμένη καὶ διὰ τῶν τῆς ἀγάπης ἑλίκων περιελισσομένη τῇ θείᾳ τε καὶ ἀκηράτῳ ζωῇ. Βότρυς͵ φησί͵ τῆς κύπρου ἀδελφιδός μου ἐμοὶ ἐν ἀμπελῶνι ἐν Γαδί. Τίς οὕτω μακάριος͵ μᾶλλον δὲ τίς οὕτω κρείττων πάσης μακαριότητος͵ ὥστε τὸν ἴδιον καρπὸν βλέπων ἐν αὐτῷ τῷ βότρυϊ τῆς ἑαυτοῦ ψυχῆς ὁρᾶν τὸν τοῦ ἀμπελῶνος δεσπότην; Ἰδοὺ γὰρ ὅσον ηὐξήθη ἐν τῇ ἰδίᾳ νάρδῳ τοῦ νυμφίου ἐπιγνοῦσα τὴν εὔπνοιαν· ἡ στακτὴν αὐτὸν εὐώδη ποιησαμένη καὶ διαλαβοῦσα τῷ τῆς καρδίας ἐνδέσμῳ τὸ ἄρωμα͵ ὡς ἂν παραμένοι αὐτῇ τὸ ἀγαθὸν διὰ παντὸς ἀδιάπνευστον͵ μήτηρ τοῦ θείου βότρυος γίνεται τοῦ πρὸ μὲν τοῦ πάθους κυπρίζοντος͵ ὅπερ ἐστὶν ἀνθοῦντος͵ ἐν δὲ τῷ πάθει τὸν οἶνον προχέοντος. Ὁ γὰρ τὴν καρδίαν ἡμῶν εὐφραίνων οἶνος αἷμα σταφυλῆς μετὰ τὴν τοῦ πάθους οἰκονομίαν γίνεταί τε καὶ ὀνομάζεται. διπλῆς οὖν οὔσης ἐν τῷ βότρυϊ τῆς ἀπολαύσεως͵ τῆς μὲν ἐκ τοῦ ἄνθους͵ ὅταν εὐφραίνῃ τῇ εὐοσμίᾳ τὰ αἰσθητήρια͵ τῆς δὲ διὰ τοῦ τελειωθέντος ἤδη καρποῦ͵ ὅταν ὑπάρχῃ κατ΄ ἐξουσίαν ἢ τῆς βρώσεως κατατρυφᾶν ἢ ἐν συμποσίοις τῷ οἴνῳ φαιδρύνεσθαι ἐνταῦθα ἡ νύμφη ἔτι τὸν ἀνθοῦντα βότρυν καρποφορεῖ κύπρον τὴν οἰνάνθην κατονομάζουσα. Tὸ γὰρ γεννηθὲν ἐν ἡμῖν παιδίον͵ ὁ Ἰησοῦς ὁ ἐν τοῖς δεξαμένοις αὐτὸν διαφόρως προκόπτων σοφίᾳ τε καὶ ἡλικίᾳ καὶ χάριτι οὐκ ἐν πᾶσιν ὁ αὐτός ἐστιν͵ ἀλλὰ πρὸς τὸ μέτρον τοῦ ἐν ᾧ γίνεται͵ καθὼς ἂν ὁ χωρῶν αὐτὸν ἱκανῶς ἔχῃ͵ τοιοῦτος φαίνεται ἢ νηπιάζων ἢ προκόπτων ἢ τελειούμενος κατὰ τὴν τοῦ βότρυος φύσιν͵ ὃς οὐ πάντοτε μετὰ τοῦ αὐτοῦ εἴδους ἐπὶ τῆς ἀμπέλου ὁρᾶται͵ ἀλλὰ συνεξαλλάσσει τῷ χρόνῳ τὸ εἶδος͵ ἀνθῶν͵ κυπρίζων͵ τελειούμενος͵ πεπαινόμενος͵ οἶνος γενόμενος.

Ἐπαγγέλλεται τοίνυν ἡ ἄμπελος τῷ ἰδίῳ καρπῷ͵ ὃς οὔπω μέν ἐστι πρὸς οἶνον ὥριμος͵ ἀλλ΄ ἀναμένει τὸ πλήρωμα τῶν καιρῶν͵ οὐ μὴν ὡς εἰς τρυφὴν ἀναπόλαυστος· τὴν ὄσφρησιν γὰρ εὐφραίνει ἀντὶ τῆς γεύσεως τῇ προσδοκίᾳ τῶν ἀγαθῶν τοῖς ἀτμοῖς τῆς ἐλπίδος ἡδύνων τὰ τῆς ψυχῆς αἰσθητήρια· τὸ γὰρ πιστόν τε καὶ ἀναμφίβολον τῆς ἐλπιζομένης χάριτος ἀπόλαυσις τοῖς δι΄ ὑπομονῆς ἀπεκδεχομένοις τὸ προσδοκώμενον γίνεται. Οὗτος οὖν ὁ τῆς κύπρου βότρυς ἐστί͵ βότρυς οἶνον ἐπαγγελλόμενος͵ οὔπω δὲ οἶνος γινόμενος͵ ἀλλὰ διὰ τοῦ ἄνθους (ἡ δὲ ἐλπὶς τὸ ἄνθος ἐστί) τὴν ἐσομένην χάριν πιστούμενος. Ἡ δὲ τοῦ ἐν Γαδὶ προσθήκη σημαίνει τὸν πίονα χῶρον͵ ᾧ ἐνριζωθεῖσα ἡ ἄμπελος εὔτροφον καὶ ἡδὺν τὸν καρπὸν ἀπεργάζεται· οὕτω γὰρ οἱ τοπικῶς ἱστορήσαντες λέγουσι τὸν κλῆρον τοῦ Γὰδ ἐπιτηδείως ἔχειν πρὸς εὐτροφίαν βοτρύων. Ἐπειδὴ τοίνυν ὁ τῷ νόμῳ τοῦ Κυρίου σύμφωνον ἔχων τὸ θέλημα καὶ διὰ πάσης νυκτός τε καὶ ἡμέρας ταύτην τὴν μελέτην ποιούμενος ἀειθαλὲς γίνεται δένδρον ταῖς τῶν ὑδάτων ἐπιρροαῖς πιαινόμενος καὶ ἐν τῷ καθήκοντι καιρῷ τὸν καρπὸν παρεχόμενος͵ τούτου χάριν καὶ ἡ τοῦ νυμφίου ἄμπελος ἐν τῷ Γαδί͵ τῷ πίονι τούτῳ τόπῳ ἐρριζωμένη (τουτέστιν ἐν βαθείᾳ τῇ διανοίᾳ τῇ διὰ τῶν θείων διδαγμάτων καταρδομένῃ) καὶ αὔξουσα τὸν εὐανθῆ τοῦτον καὶ κυπρίζοντα βότρυν ἐκαρποφόρησεν͵ ᾧ τὸν γεωργόν τε καὶ φυτηκόμον ἑαυτῆς ἐνορᾷ. Ὡς μακάριον τὸ τοιοῦτον γεώργιον͵ οὗ ὁ καρπὸς πρὸς τὴν τοῦ νυμφίου ὁμοιοῦται μορφήν. Ἐπειδὴ γὰρ φῶς ἀληθινόν ἐστιν ἐκεῖνος καὶ ἀληθινὴ ζωὴ καὶ δικαιοσύνη ἀληθής͵ καθὼς ἡ Σοφία φησί͵ καὶ πάντα τὰ τοιαῦτα͵ ὅταν τις διὰ τῶν ἔργων ταῦτα γένηται͵ ἃ ἐκεῖνός ἐστιν͵ οὗτος τὸν τῆς ἰδίας συνειδήσεως βότρυν βλέπων αὐτὸν τὸν νυμφίον ἐν τούτῳ βλέπει τῇ φωτεινῇ τε καὶ ἀκηλιδώτῳ ζωῇ τὸ φῶς τῆς ἀληθείας ἐνοπτριζόμενος. Διὰ τοῦτό φησιν ἡ ἄμπελος ἡ εὐθηνοῦσα͵ ὅτι ἐμὸς βότρυς ὁ διὰ τοῦ ἄνθους κυπρίζων αὐτὸς ἐκεῖνός ἐστιν ὁ ἀληθινὸς βότρυς͵ ὁ ἐπὶ τῶν ξυλίνων ἀναφορέων ἑαυτὸν δείξας͵ οὗ τὸ αἷμα τοῖς σῳζομένοις τε καὶ εὐφραινομένοις πότιμόν τε καὶ σωτήριον γίνεται͵ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.


Θρηνεῖ γιὰ μᾶς

ΕΙ ἡμεῖς μήπω Χριστοῦ͵ οὐδέπω καὶ Χριστὸς Θεοῦ͵ ὁ δι΄ ἡμᾶς ὀδυνώμενος. Ὅταν οὖν πάντες Χριστοῦ γενώμεθα͵ τότε ἔσται καὶ Χριστὸς Θεοῦ δι΄ ἑαυτοῦ τοὺς πάντας ὑποτάττων τῷ Πατρὶ οὓς πρότερον παρ΄ αὐτοῦ εἰλήφει͵ Ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν. Ἐπεὶ δοκεῖ πως μὴ ὑποτετάχθαι τῷ Πατρί͵ τῶν ἐγγεγυημένων ὑπ΄ αὐτοῦ καὶ ὧν τὴν εἰκόνα φέρει μηδέπω ὑποτεταγμένων αὐτῷ.


Στέφανος

ΟΙΟΝ ἦν τὸ τῶν φονώντων συνέδριον καὶ πῶς κατὰ τὸ ἴσον πᾶσι πρὸς τὸν φόνον ὁ θυμὸς διεγήγερτο· ὅση πρὸς τὸ κακὸν ἦν τοῖς συνειλεγμένοις ἡ σύμπνοια· οἷον ἑκάστου τὸ βλέμμα͵ οἷον τὸ σχῆμα͵ οἷον τὸ περὶ τοὺς ὀδόντας πάθος͵ καθὼς παρασημαίνεται ἡ θεία Γραφή͵ ὅτι διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ΄ αὐτόν. Καὶ ὃς ἐν μέσῳ τοιούτων καὶ τοσούτων ἑστὼς καὶ πάσῃ τῇ ἀντικειμένῃ δυνάμει τῇ ἐν τοῖς μιαιφόνοις ἐνεργουμένῃ ἑαυτὸν ἀντεγείρων διὰ πάντων ὑπερέσχε τῷ μεγαλοφυεῖ τοῦ φρονήματος͵ ἀντιτιθεὶς τῷ μὲν θυμῷ τὴν μακροθυμίαν͵ ταῖς δὲ ἀπειλαῖς τὴν ὑπεροψίαν͵ τῷ δὲ τοῦ θανάτου φόβῳ τὴν τῆς ζωῆς καταφρόνησιν͵ τῷ μίσει τὴν ἀγάπην͵ τῇ δυσμενείᾳ τὴν εὐποιίαν͵ τῇ συκοφαντίᾳ τὴν τῆς ἀληθείας φανέρωσιν. ... Οἱ μὲν πρὸς τὸν φόνον ἔβλεπον καὶ ἤδη τὰς χεῖρας τοῖς λίθοις ἐξώπλιζον καὶ τῷ βλέμματι καὶ τῷ ἄσθματι καὶ τῇ τῶν ὀδόντων συμπτώσει τὴν πικρίαν ἐπισημαίνοντες͵ ὁ δὲ ὡς ἀδελφοὺς ἑώρα καὶ ὡς πατέρας ἠσπάζετο. Ἄνδρες γάρ͵ φησίν͵ ἀδελφοὶ καὶ πατέρες͵ ἀκούσατε. Οἱ μὲν τὴν συκοφαντίαν πιθανῶς συνέπλασσον͵ τῷ δὲ τὸ τῶν φονώντων συνέδριον τῆς ἀληθείας φροντιστήριον ἦν. Οὐκ ἐπέκοπτε φόβῳ τὸν λόγον οὐδὲ πάρετος πρὸς τὴν ἐλπίδα τῶν κινδύνων ἐγίνετο οὐδὲ πρὸς τὸν θάνατον ἔβλεπεν͵ ἀλλ΄ ἐπὶ τοῦ ὕψους τὴν ψυχὴν ἔχων καὶ τὰ ἐν ποσὶ πάντα περιορῶν ὡς παιδία μάτην ἀφραίνοντα ἐπαιδαγώγει τῷ λόγῳ͵ τοῖς παρ΄ αὐτῶν ἐκείνων πιστευομένοις εἰς ἀπόδειξιν τοῦ πεπλανῆσθαι αὐτοὺς περὶ τῶν δογμάτων συγχρώμενος.

Ἀβραὰμ τῷ λόγῳ παράγεται καὶ ἡ κατ΄ αὐτὸν ἱστορία πᾶσα δι΄ ὀλίγων ὑπ΄ ὄψιν ἄγεται͵ εἶτα ἡ τῶν ἐφεξῆς ἁγίων διαδοχή. Μωυσῆς ἐπὶ τούτοις τικτόμενος͵ ἀνατρεφόμενος͵ παιδευόμενος͵ ἐπὶ τοῦ ὄρους μυσταγωγούμενος͵ μαστίζων τὴν Αἴγυπτον͵ τὸ Ἰσραηλιτικὸν διασώζων͵ τὸ κατὰ τὸν Κύριον προμηνύων μυστήριον. Ὃ καὶ μάλιστα συγκινεῖ τὸ συνέδριον καὶ ἀναθερμαίνει τὴν νόσον͵ ὅτι καὶ Μωυσῆς͵ οὗ δὴ προσεποιοῦντο ὑπερσπουδάζειν͵ συνήγορος ἐπεδείχθη τοῦ δόγματος. Ἐφ΄ ᾧ καὶ διαναστάντες τὸ πέρας ἐπάγουσιν ἄξιον καὶ τῆς ἰδίας πικρίας καὶ τῆς τοῦ Στεφάνου ἐπιθυμίας.

Ὁ μὲν γὰρ ἐκβὰς τὴν φύσιν καὶ πρὶν ἐκβῆναι τοῦ σώματος βλέπει τοῖς καθαροῖς ὀφθαλμοῖς οὐρανίας αὐτῷ πύλας διισταμένας καὶ τὸ ἐντὸς τῶν ἀδύτων διαφαινόμενον͵ αὐτήν τε τὴν θείαν δόξαν καὶ τὸ τῆς δόξης ἀπαύγασμα· καὶ τῆς μὲν Πατρικῆς δόξης οὐδεὶς ὑπογράφεται χαρακτὴρ διὰ τοῦ λόγου͵ τὸ δὲ ἀπαύγασμα ἐν τῷ ὀφθέντι τοῖς ἀνθρώποις εἴδει τῷ ἀθλητῇ καθορᾶται͵ ὡς ἦν χωρητὸν τῇ ἀνθρωπίνῃ φύσει͵ οὕτω φαινόμενον. Ὁ μὲν οὖν ἔξω γεγονὼς τῆς ἀνθρωπίνης φύσεως καὶ πρὸς τὴν ἀγγελικὴν μεταποιηθεὶς χάριν͵ ὡς καὶ αὐτοῖς εἶναι τοῖς μιαιφόνοις ἐν θαύματι͵ πρὸς τὴν τῶν ἀγγέλων ἀξίαν τοῦ περὶ τὸ πρόσωπον εἴδους ἀλλοιωθέντος͵ καὶ εἶδε τὰ ἀθέατα καὶ τὴν ὀφθεῖσαν αὐτῷ χάριν ἐβόησεν. Οἱ δὲ συνεῖχον τὰ ὦτα καὶ τὸ διήγημα τῆς ὀπτασίας οὐ παρεδέχοντο͵ καλῶς τοῦτο γοῦν ἐν πᾶσι ποιήσαντες· οὐδὲ γὰρ ἦν ἀξία βεβήλων ἀκοὴ θείας ἐμφανείας διηγήματα δέξασθαι. Ἐκεῖνος μὲν οὖν ἐκοινώνει τοῖς παροῦσι τῆς χάριτος͵ εἰς τὸ κοινὸν ἐκεῖνα προτιθεὶς τῷ διηγήματι͵ ὧν κατὰ μόνας ἠξίωτο͵ θεωρῶ͵ λέγων͵ τοὺς οὐρανοὺς ἀνεῳγότας καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ. Οἱ δὲ κράξαντες φωνῇ μεγάλῃ καὶ συσχόντες τὰ ὦτα αὐτῶν ὥρμησαν ἐπ΄ αὐτὸν ὁμοθυμαδόν.


Ἀνάσταση

ΑΥΤΗ ἐστὶν ἡ ἡμέρα͵ ἣν ἐποίησεν ὁ Κύριος͵ ἄλλη παρὰ τὰς ἐν ἀρχῇ τῆς κτίσεως γεγενημένας ἡμέρας͵ αἷς διαμετρεῖται ὁ χρόνος͵ ἄλλης κτίσεώς ἐστιν ἀρχὴ αὕτη· ἐν ταύτῃ γὰρ ποιεῖ ὁ Θεὸς τῇ ἡμέρᾳ οὐρανὸν καινὸν καὶ γῆν καινήν͵ καθώς φησιν ὁ προφήτης. Ποῖον οὐρανόν; Τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως. Ποίαν γῆν; Τὴν ἀγαθὴν καρδίαν φημί͵ καθὼς εἶπεν ὁ Κύριος͵ τὴν γῆν τὴν πίνουσαν τὸν ἐπ΄ αὐτῆς ἐρχόμενον ὑετὸν καὶ τὸν πολύχουν στάχυν ἁδρύνουσαν. Ἐν ταύτῃ τῇ κτίσει ἥλιος μέν ἐστιν ὁ καθαρὸς βίος͵ ἄστρα δὲ αἱ ἀρεταί͵ ἀὴρ δὲ ἡ διαφανὴς πολιτεία͵ θάλασσα δὲ τὸ βάθος ἐστὶ τοῦ πλούτου τῆς σοφίας τε καὶ τῆς γνώσεως͵ πόα δὲ καὶ βλαστήματα ἡ ἀγαθὴ διδασκαλία καὶ τὰ θεῖα διδάγματα͵ ἅπερ ὁ λαὸς τῆς νομῆς͵ τουτέστιν ἡ ποίμνη τοῦ Θεοῦ ἐπινέμεται͵ δένδρα δὲ ποιοῦντα καρπὸν ἡ τῶν ἐντολῶν ἐργασία. Ἐν ταύτῃ κτίζεται καὶ ὁ ἀληθινὸς ἄνθρωπος ὁ κατ΄ εἰκόνα γενόμενος Θεοῦ καὶ ὁμοίωσιν. Ὁρᾷς οἵου κόσμου γίνεται ἀρχὴ αὕτη ἡ ἡμέρα͵ ἣν ἐποίησεν ὁ Κύριος͵ περὶ ἧς φησιν ὁ προφήτης͵ ὅτι οὔτε ἡμέρα κατὰ τὰς ἄλλας ἡμέρας οὔτε νὺξ κατὰ τὰς ἄλλας νύκτας. Καὶ οὔπω τὸ ἐξαίρετον τῆς παρούσης χάριτος ὁ λόγος ἐκήρυξεν. Αὕτη ἔλυσε τὴν τοῦ θανάτου ὠδῖνα͵ αὕτη τὸν τῶν νεκρῶν πρωτότοκον ἐμαιεύσατο͵ ἐν ταύτῃ συνετρίβησαν αἱ σιδηραῖ τοῦ θανάτου πύλαι͵ ἐν ταύτῃ οἱ χαλκοῖ τοῦ ᾅδου μοχλοὶ συνεθλάσθησαν. Νῦν ἀνοίγεται τοῦ θανάτου τὸ δεσμωτήριον͵ νῦν κηρύσσεται τοῖς αἰχμαλώτοις ἡ ἄφεσις͵ νῦν γίνεται τοῖς τυφλοῖς ἡ ἀνάβλεψις͵ νῦν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἡ ἐξ ὕψους ἀνατολὴ ἐπισκέπτεται. ...

Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Κατανόησόν μοι γὰρ τοῦ δεῖ τὴν διάνοιαν͵ δι΄ ἧς εὑρίσκεται τὸ μὴ δεῖν ἄλλως ἢ διὰ τοῦ Σταυροῦ πάντως γενέσθαι τὸ πάθος δογματιζόμενον. Τίς οὖν ὁ περὶ τούτου λόγος; Μόνου τοῦ μεγάλου Παύλου ἐστι ἐκ τῶν ἀρρήτων ἐκείνων ῥημάτων͵ ἃ ἐν τοῖς ἀδύτοις τοῦ παραδείσου μυηθεὶς ἠκροάσατο͵ καὶ τὸ περὶ τούτου διασαφῆσαι μυστήριον͵ καθὼς ἐν μέρει διὰ τῶν πρὸς Ἐφεσίους λόγων τὸ κρυπτὸν ὑπῃνίξατο λέγων· Ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις͵ τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος͵ γνῶναί τε τὴν ὑπερβάλλουσαν ἀγάπην τῆς γνώσεως τοῦ Χριστοῦ ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. Οὐ γὰρ ἀργῶς ὁ θεῖος ἐκεῖνος ὀφθαλμὸς τοῦ ἀποστόλου τὸ σχῆμα τοῦ Σταυροῦ κατενόησεν͵ ἀλλ΄ ἔδειξε καὶ διὰ τούτου σαφῶς͵ ὅτι πάσας τὰς τῆς ἀγνοίας λεπίδας ἀποβαλὼν τῶν ὀμμάτων πρὸς αὐτὴν ὁρᾷ καθαρῶς τὴν τῶν ὄντων ἀλήθειαν· εἶδε γὰρ ὅτι τὸ σχῆμα τοῦτο τέσσαρσι προβολαῖς ἀπὸ τῆς ἐν τῷ μέσῳ συμβολῆς μεριζόμενον τὴν διὰ πάντων ἥκουσαν τοῦ ἐν αὐτῷ φανέντος δύναμίν τε καὶ πρόνοιαν διασημαίνει καὶ τούτου χάριν ἑκάστην προβολὴν ἰδιαζούσαις κατονομάζει φωναῖς βάθος λέγων τὸ ἐκ τοῦ μέσου κάτω καὶ ὕψος τὸ ὑπερκείμενον͵ πλάτος δὲ καὶ μῆκος τὸ ἐκ πλαγίου παρατεινόμενον μετὰ τὴν συμβολὴν ἑκατέρωθεν͵ ὡς τὸ μὲν ἔνθεν τοῦ μέσου πλάτος τὸ δὲ ἑτέρωθεν μῆκος προσαγορεῦσαι͵ δι΄ ὧν τοῦτό μοι δοκεῖ σαφῶς διασημαίνειν τῷ λόγῳ͵ ὅτι οὐδὲν τῶν ὄντων ἐστίν͵ ὃ μὴ τῇ θείᾳ πάντως διακρατεῖται φύσει͵ τὸ ὑπερουράνιον͵ τὸ ὑποχθόνιον͵ τὸ ἐπὶ τὰ πέρατα τῶν ὄντων πάντοθεν ἐκ πλαγίου παρατεινόμενον· σημαίνει γὰρ διὰ μὲν τοῦ ὕψους τὸ ὑπερκείμενον͵ διὰ δὲ τοῦ βάθους τὸ ὑποχθόνιον͵ τῷ μήκει δὲ καὶ τῷ πλάτει τὰ διὰ μέσου πέρατα τὰ ὑπὸ τῆς τὸ πᾶν διακρατούσης δυνάμεως κατεχόμενα. ...

Διὰ τοῦτο καὶ ὁ μέγας ἀπόστολος͵ ὅταν πληρωθῇ τὰ πάντα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως͵ προσκυνεῖσθαι λέγει τὸν ὑπὲρ πᾶν ὄντα ὄνομα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ὑπό τε τῶν οὐρανίων καὶ τῶν ἐπιγείων καὶ τῶν καταχθονίων. Πάλιν καὶ διὰ τούτων κατὰ τὸ σχῆμα τοῦ σταυροῦ μερίζει τοῦ Χριστοῦ τὴν προσκύνησιν· ἡ μὲν γὰρ ὑπερκόσμιος λῆξις ἐν τῷ ἄνω τοῦ Σταυροῦ μέρει τῷ δεσπότῃ πληροῖ τὴν προσκύνησιν͵ ἡ δὲ ἐγκόσμιος ἐν τοῖς μέσοις͵ ἡ δὲ ὑποχθόνιος τοῦ βάθους ἔχεται. ... Διό μοι δοκεῖ πρὸς τοῦτο βλέπειν ἡ θεία τοῦ Εὐαγγελίου φωνή͵ ὅτι ἐκεῖνό ἐστιν͵ ἐν ᾧ τὰ πάντα συνέστηκε͵ τὸ τῶν ἐν αὐτῷ περικρατουμένων ἀιδιώτερον͵ ὃ τὴν ἑαυτοῦ δύναμιν τὴν συντηρητικὴν πάντων τῶν ὄντων οἷον δι΄ αἰνίγματος καὶ ἐσόπτρου τινὸς διὰ τοῦ κατὰ τὸν Σταυρὸν σχήματος ὑποδείκνυσι. διὰ δὴ τοῦτό φησιν͵ ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου οὐχ ἁπλῶς ἀποθανεῖν͵ ἀλλὰ σταυρωθῆναι͵ ἵνα γένηται τοῖς διορατικωτέροις θεολόγος ὁ σταυρὸς τὴν παντοδύναμον ἐξουσίαν τοῦ ἐπ΄ αὐτῷ δειχθέντος καὶ πάντα ἐν πᾶσιν ὄντος ἀνακηρύσσων τῷ σχήματι. ... Μηκέτι μετὰ τῶν νεκρῶν τὸν ζῶντα ζητήσωμεν· τὸν γὰρ οὕτως αὐτὸν ζητοῦντα ἀπωθεῖται ὁ Κύριος λέγων· Μή μου ἅπτου͵ ἀλλ΄ ὅταν ἀναβῶ πρὸς τὸν Πατέρα͵ τότε σοι ἔξεστιν ἅπτεσθαι͵ τουτέστιν μηκέτι τὴν σωματώδη καὶ δουλικὴν μορφὴν ἐν τῇ σεαυτοῦ πίστει ἀνατυπώσῃ͵ ἀλλὰ τὸν ἐν τῇ δόξῃ τοῦ Πατρὸς ὄντα καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχοντα καὶ Θεοῦ ὄντα Λόγον τοῦτον προσκύνει͵ μὴ τὴν τοῦ δούλου μορφήν. Ἀκούσωμεν͵ τί εὐαγγελίζεται ἡμῖν καὶ ἡ γυνὴ ἡ προλαβοῦσα τὸν ἄνδρα διὰ τῆς πίστεως καλῶς τοῦτο ποιήσασα͵ ἵνα διὰ τοῦ κατάρξαι πρὸς τὸ ἀγαθὸν περὶ τῆς τοῦ κακοῦ αἰτίας ἀπολογήσηται. τί οὖν ἐστι τὸ τῆς γυναικὸς εὐαγγέλιον; Ὄντως Οὐκ ἐξ ἀνθρώπων οὐδὲ δι΄ ἀνθρώπων͵ ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. Ἄκουε͵ γάρ φησιν͵ ὃ ἐντέταλται ἡμῖν ὁ Κύριος πρὸς ὑμᾶς εἰπεῖν͵ ὑμᾶς οὓς καὶ ἀδελφοὺς αὐτοῦ κατονομάζει͵ ὅτι Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ὢ καλῶν τε καὶ ἀγαθῶν εὐαγγελίων. Ὁ δι΄ ἡμᾶς γενόμενος καθ΄ ἡμᾶς͵ ἵνα διὰ τοῦ γενέσθαι ἡμῖν ὁμογενὴς ἀδελφοὺς ἡμᾶς ἑαυτοῦ ποιήσῃ͵ προσάγει τὸν ἑαυτοῦ ἄνθρωπον τῷ ἀληθινῷ Πατρί͵ ἵνα δι΄ αὐτοῦ ἅπαν τὸ ὁμογενὲς ἐφελκύσηται͵ ὡς μηκέτι ὄνειδος εἶναι τοῖς δουλεύσασι τοῖς φύσει μὴ οὖσι θεοῖς.


Ἀποκατάσταση στὸ ἀρχαῖο κάλλος

ΝΟΗΣΟΝ͵ τί ἐστι τὸ ἐσόμενον͵ καὶ ἐπιγνώσῃ ὃ γέγονε. Τοῦτο δέ ἐστι τὸ νόησόν μοι͵ φησίν͵ ὦ ἄνθρωπε͵ οἷος γενήσῃ διὰ τῆς ἀρετῆς σεαυτὸν ὑψώσας. Εἰ κατὰ πάντα διὰ τῶν ἀγαθῶν χαρακτήρων τὴν ψυχὴν μορφωθείης͵ εἰ ἔξω γένοιο τῶν τῆς κακίας καλίδων͵ εἰ πάντα ῥύπον τῶν ὑλικῶν μολυσμάτων τῆς ἑαυτοῦ φύσεως ἀποκλύσειας͵ τί γενήσῃ διὰ τῶν τοιούτων καλλωπιζόμενος; Οἵαν σεαυτῷ περιθήσεις μορφήν; Ἐὰν τοῦτο τῷ λογισμῷ κατανοήσῃς͵ ἐδιδάχθης τὸ ἐν τοῖς πρώτοις γενόμενον͵ ὅ γε ἀληθῶς ἐστι γενησόμενον͵ τὸ Κατ΄ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν. Καὶ ποῦ νῦν ἐκεῖνό ἐστιν͵ ἐρῶ πρὸς τὸν ταῦτα διδάσκοντα͵ ὅ ποτε γέγονε καὶ εἰς ὕστερον αὖθις ἐλπίζεται͵ νῦν δὲ οὐκ ἔστιν; Ἀλλ΄ ἀποκρίνεται πάντως τὸν αὐτὸν λόγον ἡμῖν ὁ τὰ ὑψηλὰ παιδεύων [Ἐκκλησιαστής]͵ ὅτι διὰ τοῦτο τὰ παρόντα ματαιότης ὠνόμασται͵ διότι ἐκεῖνο ἐν τοῖς παροῦσιν οὐκ ἔστι. Καὶ τί͵ φησί͵ τὸ πεποιημένον; Αὐτὸ τὸ ποιηθησόμενον. Μηδεὶς τῶν ἀκουόντων πολυλογίαν οἰέσθω καὶ ματαίαν τινὰ ῥημάτων ἐπανάληψιν ἐν τῇ διαφορᾷ τοῦ γεγονότος καὶ τοῦ πεποιημένου. Δείκνυσι γὰρ δι΄ ἑκατέρου τῶν ῥημάτων ὁ λόγος τὴν τῆς ψυχῆς πρὸς τὴν σάρκα διαφοράν. Γέγονεν ἡ ψυχὴ καὶ τὸ σῶμα πεποίηται. Οὐκ ἐπειδὴ ἄλλο τι καὶ ἄλλο σημαίνει τῶν ῥημάτων ἡ ἔμφασις͵ τῇ διαφορᾷ ταύτῃ κέχρηται τῶν ῥημάτων ἐφ΄ ἑκατέρου τῶν σημαινομένων ὁ λόγος͵ ἀλλ΄ ἵνα σοι δῷ τὰ πρόσφορα περὶ ἑκατέρου λογίζεσθαι. Ἐκεῖνο κατ΄ ἀρχὰς γέγονεν ἡ ψυχή͵ ὃ εἰς ὕστερον καθαρθεῖσα πάλιν ἀναφανήσεται· ἐκεῖνο πεποίηται ταῖς χερσὶ τοῦ θεοῦ τὸ σῶμα πλασσόμενον͵ ὃ δείξει τοῖς καθήκουσι χρόνοις αὐτὸ ἡ ἀνάστασις· ὁποῖον γὰρ ἂν μετὰ τὴν ἀνάστασιν ἴδοις͵ τοιοῦτον πάντως παρὰ τὴν πρώτην πεποίηται. Οὐδὲ γὰρ ἄλλο τι ἐστιν ἡ ἀνάστασις͵ εἰ μὴ πάντως ἡ εἰς τὸ ἀρχαῖον ἀποκατάστασις.

Διὸ τούτοις ἐπάγει καὶ τὸ ἀκόλουθον λέγων͵ ὅτι ἔξω τοῦ ἀρχαίου ἐστὶν οὐδέν. Οὐκ ἔστι γάρ͵ φησί͵ πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον͵ ὡς ἂν εἰ ἔλεγεν͵ ὅτι εἴ τι μὴ κατὰ τὸ ἀρχαῖόν ἐστιν͵ οὐδὲ ἔστιν ὅλως͵ ἀλλὰ νομίζεται. Οὐ γὰρ ἔστι͵ φησί͵ πρόσφατόν τι ὑπὸ τὸν ἥλιον͵ ὥστε λαλῆσαί τινα καὶ δεῖξαί τι τῶν ἐπιγενομένων͵ ὅτι καινόν ἐστι τοῦτο καὶ τῷ ὄντι ὑφέστηκεν. Αὕτη τῶν εἰρημένων ἐστὶν ἡ διάνοια͵ ἡ δὲ λέξις τοῦτον ἔχει τὸν τρόπον· Καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον͵ ὃς λαλήσει καὶ ἐρεῖ͵ ἴδε τοῦτο καινόν ἐστι. Καὶ ἐπαγωνίζεται τοῖς εἰρημένοις διὰ τῶν ἐφεξῆς λόγων· εἴ τι ἀληθῶς͵ φησί͵ γέγονεν͵ ἐκεῖνό ἐστιν͵ ὃ ἐν τοῖς αἰῶσιν ἐγένετο τοῖς πρὸ ἡμῶν. Ταύτην γὰρ ἐνδείκνυται τὴν διάνοιαν αὐτὰ τὰ ῥήματα τῆς Γραφῆς οὕτως ἔχοντα· ῎Ηδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γεγονόσιν ἀπὸ ἔμπροσθεν ἡμῶν. Εἰ δὲ ἐπεκράτησε λήθη τῶν γενομένων͵ θαυμάσῃς μηδέν· καὶ γὰρ τὰ νῦν ὄντα λήθῃ συγκαλυφθήσεται. Ὅτε γὰρ πρὸς κακίαν ἡ φύσις ἔρρεψε͵ ἐν λήθῃ τῶν ἀγαθῶν ἐγενόμεθα· ὅταν γένηται πρὸς τὸ ἀγαθὸν αὖθις ἡμῖν ἡ ἀνάλυσις͵ πάλιν τὸ κακὸν λήθῃ συγκαλυφθήσεται. Ταύτην γὰρ οἶμαι τὴν διάνοιαν ἐν τοῖς εἰρημένοις εἶναι͵ ἐν οἷς φησιν· Οὐκ ἔστι μνήμη τοῖς πρώτοις͵ καί γε τοῖς ἐσχάτοις γενομένοις οὐκ ἔσται αὐτῶν μνήμη͵ ὡς ἂν εἰ ἔλεγεν͵ ὅτι τῶν ἐπιγενομένων μετὰ τὴν ἐξ ἀρχῆς εὐκληρίαν͵ δι΄ ὧν ἐν κακοῖς γέγονε τὸ ἀνθρώπινον͵ ἐξαλείψει τὴν μνήμην τὰ πάλιν ἐν τοῖς ἐσχάτοις ἐπιγινόμενα· Οὐκ ἔσται γὰρ αὐτῶν μνήμη μετὰ τῶν γενομένων εἰς τὴν ἐσχάτην͵ τουτέστιν ἡ ἐσχάτη κατάστασις ἀφανισμὸν παντελῆ τῆς τῶν κακῶν μνήμης ἐμποιήσει τῇ φύσει͵ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν͵ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ἡ δύναμη τῆς τελείωσης ποὺ ἐλπίζουμε

ΑΛΛ΄ ἡγεῖσθαι κατὰ τὴν ἐν τοῖς σπέρμασιν ἀναλογίαν τὸ ἀεὶ παρὸν πρός τι πάντως χρησίμως τε καὶ ἀναγκαίως ἔχειν͵ οὐ μὴν τοῦτο εἶναι οὗ χάριν εἰς γένεσιν ἤλθομεν. Οὐ γὰρ ἐπὶ τὸ ἔμβρυον γενέσθαι παρὰ τοῦ δημιουργήσαντος ἡμᾶς ὑπέστημεν οὐδὲ πρὸς τὸν βρεφώδη βίον ὁ σκοπὸς τῆς φύσεως βλέπει οὐδὲ πρὸς τὰς ἐφεξῆς ἡλικίας ὁρᾷ, ἃς ἀεὶ διὰ τῆς ἀλλοιώσεως μετενδύεται τῷ χρόνῳ τὸ εἶδος συνεξαλλάσσουσα͵ οὐδὲ πρὸς τὴν ἐπιγινομένην διὰ τοῦ θανάτου λύσιν τῷ σώματι͵ ἀλλὰ πάντα ταῦτα καὶ τὰ τοιαῦτα τῆς ὁδοῦ δι΄ ἧς πορευόμεθα͵ μέρη ἐστίν. Ὁ δὲ σκοπὸς καὶ τὸ πέρας τῆς διὰ τούτων πορείας ἡ πρὸς τὸ ἀρχαῖον ἀποκατάστασις͵ ὅπερ οὐδὲν ἕτερον ἢ ἡ πρὸς τὸ θεῖόν ἐστιν ὁμοίωσις. Καὶ ὥσπερ ἐπὶ τῆς κατὰ τὸν στάχυν εἰκόνος ἀναγκαῖος μὲν ἐφάνη τῷ λόγῳ τῆς φύσεως καὶ ὁ προεκβαλλόμενος χόρτος͵ οὐ μὴν δὲ δι΄ ἐκεῖνόν ἐστιν ἡ γεωργία οὐδὲ χιτῶνες καὶ ἀθέρες καὶ καλάμη καὶ ὑποζώματα πρόκεινται τῇ τῆς γεωργίας σπουδῇ, ἀλλ΄ ὁ τρόφιμος καρπὸς ὁ διὰ τούτων προιὼν εἰς τελείωσιν͵ οὕτω καὶ τῆς ζωῆς τὸ μὲν προσδοκώμενον πέρας μακαριότης ἐστίν͵ τὰ δὲ ὅσα περὶ τὸ σῶμα νῦν καθορᾶται͵ θάνατος καὶ γῆρας καὶ νεότης καὶ νηπιότης καὶ ἡ ἐν ἐμβρύῳ διάπλασις͵ πάντα ταῦτα οἷόν τινες χόρτοι καὶ ἀθέρες καὶ κάλαμοι ὁδὸς καὶ ἀκολουθία καὶ δύναμις τῆς ἐλπιζομένης ἐστὶ τελειώσεως. Πρὸς ἣν βλέπων ἐὰν εὐφρονῇς͵ οὔτε ἀπεχθῶς ἕξεις πρὸς ταῦτα οὔτε μὴν ἐμπαθῶς τε καὶ ἐπιθυμητικῶς διατεθήσῃ ὡς ἢ χωριζόμενος αὐτῶν ἀνιᾶσθαι ἢ αὐτομολεῖν πρὸς τὸν θάνατον.

Ἐπειδὴ δι΄ ἀπάτης τοῦ ἐχθροῦ τῆς ζωῆς ἡμῶν πρὸς τὸ κτηνῶδες καὶ ἄλογον ἑκουσίως τὴν ῥοπὴν ἔσχεν ὁ ἄνθρωπος͵ τὸ μὲν ἄκοντας ἀποστῆσαι τοῦ χείρονος καὶ πρὸς τὸ κρεῖττον ἀναγκαστικῶς μεταθεῖναι τοῖς μὲν ἀνεξετάστοις χρήσιμον ἴσως δοκεῖ͵ τῷ δὲ πλάστῃ τῆς φύσεως ἀλυσιτελὲς ἐφάνη καὶ ἄδικον τὴν τοῦ μεγίστου τῶν ἀγαθῶν ζημίαν διὰ τῆς τοιαύτης οἰκονομίας ἐμποιῆσαι τῇ φύσει. Ἐπειδὴ γὰρ θεοειδὴς ὁ ἄνθρωπος ἐγένετο καὶ μακάριος τῷ αὐτεξουσίῳ τετιμημένος (τὸ γὰρ αὐτοκρατές τε καὶ ἀδέσποτον ἴδιόν ἐστι τῆς θείας μακαριότητος)͵ τὸ δι΄ ἀνάγκης αὐτὸν ἐπί τι μεταχθῆναι βιαίως ἀφαίρεσις τοῦ ἀξιώματος ἦν. Εἰ γὰρ ἑκουσίως τὴν ἀνθρωπίνην φύσιν κατὰ τὴν αὐτεξούσιον κίνησιν ἐπί τι τῶν οὐ δεόντων ὁρμήσασαν βιαίως τε καὶ κατηναγκασμένως τῶν ἀρεσάντων ἀπέστησεν͵ ἀφαίρεσις ἂν ἦν τοῦ προέχοντος ἀγαθοῦ τὸ γινόμενον καὶ τῆς ἰσοθέου τιμῆς ἀποστέρησις. Ἰσόθεον γάρ ἐστι τὸ αὐτεξούσιον. Ὡς ἂν οὖν καὶ ἡ ἐξουσία μένοι τῇ φύσει καὶ τὸ κακὸν ἀπογένοιτο͵ ταύτην εὗρεν ἡ σοφία τοῦ Θεοῦ τὴν ἐπίνοιαν τὸ ἐᾶσαι τὸν ἄνθρωπον ἐν οἷς ἐβουλήθη γενέσθαι͵ ἵνα γευσάμενος τῶν κακῶν ὧν ἐπεθύμησεν καὶ τῇ πείρᾳ μαθὼν οἷα ἀνθ΄ οἵων ἠλλάξατο͵ παλινδρομήσῃ διὰ τῆς ἐπιθυμίας ἑκουσίως πρὸς τὴν πρώτην μακαριότητα ἅπαν τὸ ἐμπαθές τε καὶ ἄλογον ὥσπερ τι ἄχθος ἀποσκευάσας τῆς φύσεως.


Αἰτία τῆς ἁμαρτίας

ΤOIOYTON τινα λόγον παρὰ τῶν Πατέρων διεδεξάμεθα, ἔστι δὲ ὁ λόγος οὐ μυθώδης διήγησις͵ ἀλλ΄ ἐξ αὐτῆς τῆς φύσεως ἡμῶν τὸ πιστὸν ἐπαγόμενος. Διπλῆ τίς ἐστιν ἐν τοῖς οὖσιν ἡ κατανόησις͵ εἰς τὸ νοητόν τε καὶ αἰσθητὸν τῆς θεωρίας διῃρημένης, καὶ οὐδὲν ἂν παρὰ ταῦτα καταληφθείη ἐν τῇ τῶν ὄντων φύσει τῆς διαιρέσεως ταύτης ἔξω φερόμενον. Διῄρηται δὲ ταῦτα πρὸς ἄλληλα πολλῷ τῷ μέσῳ͵ ὡς μήτε τὴν αἰσθητὴν ἐν τοῖς νοητοῖς εἶναι γνωρίσμασι͵ μήτε ἐν τοῖς αἰσθητοῖς ἐκείνην͵ ἀλλ΄ ἀπὸ τῶν ἐναντίων ἑκατέραν χαρακτηρίζεσθαι. ἡ μὲν γὰρ νοητὴ φύσις ἀσώματόν τι χρῆμά ἐστι καὶ ἀναφὲς καὶ ἀνείδεον· ἡ δὲ αἰσθητὴ κατ΄ αὐτὸ τὸ ὄνομα ἐντός ἐστι τῆς διὰ τῶν αἰσθητηρίων κατανοήσεως. Ἀλλ΄ ὥσπερ ἐν αὐτῷ τῷ αἰσθητῷ κόσμῳ πολλῆς πρὸς ἄλληλα τῶν στοιχείων οὔσης ἐναντιώσεως ἐπινενόηταί τις ἁρμονία διὰ τῶν ἐναντίων ἁρμοζομένη παρὰ τῆς τοῦ παντὸς ἐπιστατούσης σοφίας καὶ οὕτως πάσης γίνεται πρὸς ἑαυτὴν συμφωνία τῆς κτίσεως͵ οὐδαμοῦ τῆς φυσικῆς ἐναντιότητος τὸν τῆς συμπνοίας εἱρμὸν διαλυούσης, κατὰ τὸν αὐτὸν τρόπον καὶ τοῦ αἰσθητοῦ πρὸς τὸ νοητὸν γίνεταί τις κατὰ θείαν σοφίαν μίξις τε καὶ ἀνάκρασις͵ ὡς ἂν πάντα τοῦ καλοῦ κατὰ τὸ ἴσον μετέχοι καὶ μηδὲν τῶν ὄντων ἀμοιροίη τῆς τοῦ κρείττονος φύσεως. Διὰ τοῦτο τὸ μὲν κατάλληλον τῇ νοητῇ φύσει χωρίον ἡ λεπτὴ καὶ εὐκίνητός ἐστιν οὐσία͵ κατὰ τὴν ὑπερκόσμιον λῆξιν πολλὴν ἔχουσα τῷ ἰδιάζοντι τῆς φύσεως πρὸς τὸ νοητὸν τὴν συγγένειαν͵ προμηθείᾳ δὲ κρείττονι πρὸς τὴν αἰσθητὴν κτίσιν γίνεταί τις τοῦ νοητοῦ συνανάκρασις͵ ὡς ἂν μηδὲν ἀπόβλητον εἴη τῆς κτίσεως͵ καθώς φησιν ὁ Ἀπόστολος͵ μηδὲ τῆς θείας κοινωνίας ἀπόκληρον. Τούτου χάριν ἐκ νοητοῦ τε καὶ αἰσθητοῦ τὸ κατὰ τὸν ἄνθρωπον μίγμα παρὰ τῆς θείας ἀναδείκνυται φύσεως͵ καθὼς διδάσκει τῆς κοσμογονίας ὁ λόγος.

Λαβὼν γὰρ ὁ Θεός͵ φησιν͵ χοῦν ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον ἔπλασε καὶ διὰ τῆς ἰδίας ἐμπνεύσεως τῷ πλάσματι τὴν ζωὴν ἐνεφύτευσεν͵ ὡς ἂν συνεπαρθείη τῷ θείῳ τὸ γήινον καὶ μία τις κατὰ τὸ ὁμότιμον διὰ πάσης τῆς κτίσεως ἡ χάρις διήκοι͵ τῆς κάτω φύσεως πρὸς τὴν ὑπερκόσμιον συγκιρναμένης. Ἐπεὶ οὖν τῆς νοητῆς κτίσεως προυποστάσης καὶ ἑκάστῃ τῶν ἀγγελικῶν δυνάμεων πρὸς τὴν τοῦ παντὸς σύστασιν ἐνεργείας τινὸς παρὰ τῆς τῶν πάντων ἐπιστατούσης ἐξουσίας προσνεμηθείσης͵ ἦν τις δύναμις καὶ ἡ τὸν περίγειον τόπον συνέχειν τε καὶ περικρατεῖν τεταγμένη͵ εἰς αὐτὸ τοῦτο δυναμωθεῖσα παρὰ τῆς τὸ πᾶν οἰκονομούσης δυνάμεως. Εἶτα κατεσκευάσθη τὸ γήινον πλάσμα͵ τῆς ἄνω δυνάμεως ἀπεικόνισμα. Τοῦτο δὲ τὸ ζῷον ὁ ἄνθρωπος καὶ ἦν ἐν αὐτῷ τὸ θεοειδὲς τῆς νοητῆς φύσεως κάλλος͵ ἀρρήτῳ τινὶ δυνάμει συγκεκραμένον. Δεινὸν ποιεῖται καὶ οὐκ ἀνεκτὸν ὁ τὴν περίγειον οἰκονομίαν λαχών͵ εἰ ἐκ τῆς ὑποχειρίου αὐτῷ φύσεως ἀναδειχθήσεταί τις οὐσία πρὸς τὴν ὑπερέχουσαν ἀξίαν ὡμοιωμένη. Τὸ δ΄ ὅπως ἐπὶ τὸ πάθος κατερρύη τοῦ φθόνου ὁ ἐπὶ μηδενὶ κακῷ κτισθεὶς παρὰ τοῦ τὸ πᾶν ἐν ἀγαθότητι συστησαμένου͵ τὸ μὲν δι΄ ἀκριβείας ἐπεξιέναι οὐ τῆς παρούσης πραγματείας ἐστί͵ δυνατὸν δ΄ ἂν εἴη καὶ δι΄ ὀλίγου τοῖς εὐπειθεστέροις παραθέσθαι τὸν λόγον. Τῆς γὰρ ἀρετῆς καὶ τῆς κακίας οὐχ ὡς δύο τινῶν καθ΄ ὑπόστασιν φαινομένων ἡ ἀντιδιαστολὴ θεωρεῖται, ἀλλ΄ ὥσπερ ἀντιδιαιρεῖται τῷ ὄντι τὸ μὴ ὂν καὶ οὐκ ἔστι καθ΄ ὑπόστασιν εἰπεῖν τὸ μὴ ὂν ἀντιδιαστέλλεσθαι πρὸς τὸ ὄν͵ ἀλλὰ τὴν ἀνυπαρξίαν ἀντιδιαιρεῖσθαι λέγομεν πρὸς τὴν ὕπαρξιν͵ κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ κακία τῷ τῆς ἀρετῆς ἀντικαθέστηκε λόγῳ͵ οὐ καθ΄ ἑαυτήν τις οὖσα͵ ἀλλὰ τῇ ἀπουσίᾳ νοουμένη τοῦ κρείττονος, καὶ ὥσπερ φαμὲν ἀντιδιαιρεῖσθαι τῇ ὁράσει τὴν πήρωσιν͵ οὐ καθ΄ ἑαυτὴν οὖσαν τῇ φύσει τὴν πήρωσιν͵ ἀλλὰ προλαβούσης ἕξεως στέρησιν͵ οὕτω καὶ τὴν κακίαν ἐν τῇ τοῦ ἀγαθοῦ στερήσει θεωρεῖσθαι λέγομεν͵ οἷόν τινα σκιὰν τῇ ἀναχωρήσει τῆς ἀκτῖνος ἐπισυμβαίνουσαν.

Ἐπειδὴ τοίνυν ἡ ἄκτιστος φύσις τῆς κινήσεως τῆς κατὰ τροπὴν καὶ μεταβολὴν καὶ ἀλλοίωσίν ἐστιν ἀνεπίδεκτος͵ πᾶν δὲ τὸ διὰ κτίσεως ὑποστὰν συγγενῶς πρὸς τὴν ἀλλοίωσιν ἔχει͵ διότι καὶ αὐτὴ τῆς κτίσεως ἡ ὑπόστασις ἀπὸ ἀλλοιώσεως ἤρξατο͵ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι θείᾳ δυνάμει μετατεθέντος, κτιστὴ δὲ ἦν καὶ ἡ μνημονευθεῖσα δύναμις͵ αὐτεξουσίῳ κινήματι τὸ δοκοῦν αἱρουμένη, ἐπειδὴ πρὸς τὸ ἀγαθόν τε καὶ ἄφθονον ἐπέμυσεν ὄμμα͵ ὥσπερ ὁ ἐν ἡλίῳ τοῖς βλεφάροις τὰς ὄψεις ὑποβαλὼν σκότος ὁρᾷ͵ οὕτω κἀκεῖνος αὐτῷ τῷ μὴ θελῆσαι τὸ ἀγαθὸν νοῆσαι τὸ ἐναντίον τῷ ἀγαθῷ κατενόησε. Τοῦτο δέ ἐστιν ὁ φθόνος. Ὁμολογεῖται δὲ παντὸς πράγματος ἀρχὴν τῶν μετ΄ αὐτὴν κατὰ τὸ ἀκόλουθον ἐπισυμβαινόντων αἰτίαν εἶναι͵ οἷον τῇ ὑγείᾳ τὸ εὐεκτεῖν͵ τὸ ἐργάζεσθαι͵ τὸ καθ΄ ἡδονὴν βιοτεύειν, τῇ δὲ νόσῳ τὸ ἀσθενεῖν͵ τὸ ἀνενέργητον εἶναι͵ τὸ ἐν ἀηδίᾳ τὴν ζωὴν ἔχειν. Οὕτω καὶ τὰ ἄλλα πάντα ταῖς οἰκείαις ἀρχαῖς κατὰ τὸ ἀκόλουθον ἕπεται. Ὥσπερ οὖν ἡ ἀπάθεια τῆς κατ΄ ἀρετὴν ζωῆς ἀρχὴ καὶ ὑπόθεσις γίνεται͵ οὕτως ἡ διὰ τοῦ φθόνου γενομένη πρὸς κακίαν ῥοπὴ τῶν μετ΄ αὐτὴν πάντων ἀναδειχθέντων κακῶν ὁδὸς κατέστη. Ἐπειδὴ γὰρ ἅπαξ πρὸς τὸ κακὸν τὴν ῥοπὴν ἔσχεν ὁ τῇ ἀποστροφῇ τῆς ἀγαθότητος ἐν ἑαυτῷ γεννήσας τὸν φθόνον͵ ὥσπερ λίθος ἀκρωρείας ἀπορραγεὶς ὑπὸ τοῦ ἰδίου βάρους πρὸς τὸ πρανὲς συνελαύνεται͵ οὕτω κἀκεῖνος͵ τῆς πρὸς τὸ ἀγαθὸν συμφυίας ἀποσπασθεὶς καὶ πρὸς κακίαν βρίσας͵ αὐτομάτως οἷόν τινι βάρει πρὸς τὸν ἔσχατον τῆς πονηρίας ὅρον συνωσθεὶς ἀπηνέχθη͵ καὶ τὴν διανοητικὴν δύναμιν͵ ἣν εἰς συνέργειαν τῆς τοῦ κρείττονος μετουσίας ἔσχε παρὰ τοῦ κτίσαντος͵ ταύτην εἰς εὕρεσιν τῶν κατὰ κακίαν ἐπινοουμένων συνεργὸν ποιησάμενος͵ εὐμηχάνως περιέρχεται δι΄ ἀπάτης τὸν ἄνθρωπον͵ αὐτὸν ἑαυτοῦ γενέσθαι πείσας φονέα τε καὶ αὐτόχειρα.

Ἐπειδὴ γὰρ διὰ τῆς θείας εὐλογίας δυναμωθεὶς ὁ ἄνθρωπος ὑψηλὸς μὲν ἦν τῷ ἀξιώματι, βασιλεύειν γὰρ ἐτάχθη τῆς γῆς τε καὶ τῶν ἐπ΄ αὐτῆς πάντων, καλὸς δὲ τὸ εἶδος, ἀπεικόνισμα γὰρ τοῦ ἀρχετύπου ἐγεγόνει κάλλους, ἀπαθὴς δὲ τὴν φύσιν, τοῦ γὰρ ἀπαθοῦς μίμημα ἦν, ἀνάπλεως δὲ παρρησίας͵ αὐτῆς κατὰ πρόσωπον τῆς θείας ἐμφανείας κατατρυφῶν, ταῦτα δὲ τῷ ἀντικειμένῳ τοῦ κατὰ τὸν φθόνον πάθους ὑπεκκαύματα ἦν, ἰσχύι δέ τινι καὶ βίᾳ δυνάμεως κατεργάσασθαι τὸ κατὰ γνώμην οὐχ οἷός τε ἦν, ὑπερίσχυε γὰρ ἡ τῆς εὐλογίας τοῦ θεοῦ δύναμις τῆς τούτου βίας, διὰ τοῦτο ἀποστῆσαι τῆς ἐνισχυούσης αὐτὸν δυνάμεως μηχανᾶται͵ ὡς ἂν εὐάλωτος αὐτῷ πρὸς τὴν ἐπιβουλὴν κατασταίη. Καὶ ὥσπερ ἐπὶ λύχνου τοῦ πυρὸς τῆς θρυαλλίδος περιδεδραγμένου͵ εἴ τις ἀδυνατῶν τῷ φυσήματι σβέσαι τὴν φλόγα ὕδωρ ἐμμίξειε τῷ ἐλαίῳ διὰ τῆς ἐπινοίας ταύτης ἀμαυρώσει τὴν φλόγα͵ οὕτως δι΄ ἀπάτης τῇ προαιρέσει τοῦ ἀνθρώπου τὴν κακίαν ἐμμίξας ὁ ἀντικείμενος σβέσιν τινὰ καὶ ἀμαύρωσιν τῆς εὐλογίας ἐποίησεν͵ ἧς ἐπιλειπούσης ἐξ ἀνάγκης τὸ ἀντικείμενον ἀντεισέρχεται. Ἀντίκειται δὲ τῇ ζωῇ μὲν ὁ θάνατος͵ ἡ ἀσθένεια δὲ τῇ δυνάμει͵ τῇ εὐλογίᾳ δὲ ἡ κατάρα͵ τῇ παρρησίᾳ δὲ ἡ αἰσχύνη͵ καὶ πᾶσι τοῖς ἀγαθοῖς τὰ κατὰ τὸ ἐναντίον νοούμενα. Διὰ τοῦτο ἐν τοῖς παροῦσι κακοῖς ἐστὶ νῦν τὸ ἀνθρώπινον͵ τῆς ἀρχῆς ἐκείνης τοῦ τοιούτου τέλους τὰς ἀφορμὰς παρασχούσης.


Ἄγγελος καὶ δαίμονας

ΤΩ ὄντι τοῖς ἐν ἀρετῇ κατορθοῦσι καὶ ἡ παρὰ τοῦ Θεοῦ δοθεῖσα τῇ φύσει ἡμῶν συμμαχία συνίσταται͵ ἣ προγενεστέρα μέν ἐστι κατὰ τὴν πρώτην γένεσιν͵ τότε δὲ φαίνεται καὶ γνωρίζεται͵ ὅταν ἱκανῶς τῷ ὑψηλοτέρῳ βίῳ διὰ προσοχῆς τε καὶ ἐπιμελείας ἑαυτοὺς οἰκειώσαντες πρὸς τοὺς ἰσχυροτέρους τῶν ἀθλητῶν ἀποδυώμεθα. Ὡς δ΄ ἂν μὴ δι΄ αἰνίγματος ἡμῖν τὰ αἰνίγματα διαλύοιτο͵ γυμνότερον ἐκθήσομαι τὴν περὶ τούτου διάνοιαν. Λόγος τίς ἐστιν͵ ἐκ πατρικῆς παραδόσεως τὸ πιστὸν ἔχων͵ ὅς φησι͵ πεσούσης ἡμῶν εἰς ἁμαρτίαν τῆς φύσεως͵ μὴ περιιδεῖν τὸν Θεὸν τὴν πτῶσιν ἡμῶν ἀπρονόητον͵ ἀλλ΄ ἄγγελόν τινα τῶν τὴν ἀσώματον εἰληχότων φύσιν παρακαθιστᾶν εἰς συμμαχίαν τῇ ἑκάστου ζωῇ͵ ἐκ δὲ τοῦ ἐναντίου τὸν φθορέα τῆς φύσεως ἀντιμηχανᾶσθαι τὸ ἴσον͵ διὰ πονηροῦ τινος καὶ κακοποιοῦ δαίμονος τῇ τοῦ ἀνθρώπου ζωῇ λυμαινόμενον͵ ἐν μέσῳ δὲ ὄντα τῶν δύο τὸν ἄνθρωπον τὸν ἑκατέρου τῶν παρεπομένων σκοπὸν ὑπεναντίως πρὸς τὸν ἕτερον ἔχοντα δι΄ ἑαυτοῦ ποιεῖν κατὰ τοῦ ἄλλου ἐπικρατέστερον͵ προδεικνύντος τοῖς λογισμοῖς τοῦ μὲν ἀγαθοῦ τὰ τῆς ἀρετῆς ἀγαθά͵ ὅσα τοῖς κατορθοῦσιν δι΄ ἐλπίδος ὁρᾶται͵ τοῦ δὲ ἑτέρου τὰς ὑλώδεις ἡδονάς͵ ἀφ΄ ὧν ἐλπὶς μὲν ἀγαθῶν οὐδεμία͵ τὸ δὲ παρὸν καὶ μετεχόμενον καὶ ὁρώμενον τὰς αἰσθήσεις τῶν ἀνοήτων ἀνδραποδίζεται. Εἴπερ οὖν ἀλλοτριωθείη τις τῶν ἐπὶ κακῷ δελεαζόντων͵ πρὸς τὸ κρεῖττον τοῖς λογισμοῖς ἐπιτρέψας καὶ οἱονεὶ κατὰ νώτου τὴν κακίαν ποιήσειεν͵ ἀντιπρόσωπον τὴν ἑαυτοῦ ψυχήν͵ οἷόν τι κάτοπτρον͵ πρὸς τὴν ἐλπίδα τῶν ἀγαθῶν στήσας͵ ὡς τῆς προδεικνυμένης αὐτῷ θεόθεν ἀρετῆς τὰς εἰκόνας τε καὶ τὰς ἐμφάσεις τῷ καθαρῷ τῆς ἰδίας ψυχῆς ἐντυπώσασθαι͵ τότε αὐτῷ ἡ τοῦ ἀδελφοῦ συμμαχία συναντᾷ καὶ συνίσταται. Ἀδελφὸς γὰρ τρόπον τινὰ κατὰ τὸ λογικόν τε καὶ νοερὸν τῆς ψυχῆς τοῦ ἀνθρώπου ὁ ἄγγελος͵ ὁ τότε͵ καθὼς εἴρηται͵ φαινόμενός τε καὶ παριστάμενος͵ ὅταν τῷ Φαραὼ προσεγγίζωμεν.


Κατὰ εἰμαρμένης

ΤΟ ΑΠΟΣΤΗΣΑΙ τὸν ἄνθρωπον τοῦ πρὸς τὸν θεὸν βλέπειν κἀκεῖθεν ἑαυτῷ τὴν τῶν ἀγαθῶν μοῖραν παρασκευάζειν͵ ἀντὶ παντὸς τοῖς δαίμοσι σπουδάζεται. Τὸ τοίνυν πεπεῖσθαι τοὺς εὐεξαπατήτους μὴ ἐπὶ τῷ θείῳ βουλήματι τὰ κατὰ τὸν βίον κεῖσθαι͵ ἀλλ΄ ἐπὶ τῇ τοιᾷδε τῶν ἄστρων διαπλοκῇ καὶ τῇ ἐκεῖθεν ἀπορρεούσῃ δυνάμει͵ πάντων μάλιστα πρὸς τὸν σκοπὸν τῆς βλαπτικῆς τῶν δαιμόνων φύσεως βλέπει. Εἰ οὖν κεχαρισμένον ἐστὶ τοῖς δαίμοσι τοῦ θεοῦ ἀποστῆσαι τὸν ἄνθρωπον͵ ἀφίστησι δὲ ἡ περὶ ταῦτα πλάνη͵ ἀποδείκνυται σαφῶς δαιμονία τις οὖσα ἐνέργεια δι΄ ἀπάτης παρακρουομένη τοὺς πᾶσαν μὲν ἐν τούτοις τὴν δύναμιν εἶναι νομίζοντας͵ πρὸς δὲ τὴν παντοδύναμον τοῦ θεοῦ ἐξουσίαν μὴ ἀποβλέποντας.


Τὰ πάντα στηρίζονται στὴ δική μας προαίρεση

ΜΑΚΑΡΙΟΙ οἱ ἐλεήμονες͵ ὅτι αὐτοὶ ἐλεηθήσονται. Ἔστι μὲν οὖν τι καὶ δογμάτων ὑψηλότερον ἐν τῷ λόγῳ μαθεῖν· ὅτι πάντων ἀγαθῶν τὰς ἀφορμὰς ὁ κατ΄ εἰκόνα ἑαυτοῦ ποιήσας τὸν ἄνθρωπον͵ τῇ φύσει τοῦ πλάσματος ἐναπέθετο͵ ὡς μηδὲν ἡμῖν τῶν καλῶν ἔξωθεν ἐπεισκρίνεσθαι͵ ἀλλ΄ ἐφ΄ ἡμῖν εἶναι ὅπερ βουλόμεθα͵ οἷον ἐκ ταμείου τινὸς προχειριζομένους τὸ ἀγαθὸν ἐκ τῆς φύσεως· ἀπὸ μέρους γὰρ περὶ τοῦ παντὸς διδασκόμεθα͵ ὅτι οὐκ ἔστιν ἄλλως τινὰ τῶν κατ΄ ἐπιθυμίαν τυχεῖν͵ μὴ αὐτὸν ἑαυτῷ τὸ ἀγαθὸν χαριζόμενον· διό φησί που πρὸς τοὺς ἀκούοντας ὁ Κύριος͵ ὅτι Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν· καὶ͵ ὅτι Πᾶς ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται· ὡς καὶ τὸ λαβεῖν τὸ ποθούμενον καὶ τὸ εὑρεῖν τὸ ζητούμενον καὶ τὸ ἐντὸς τῶν ἐπιθυμουμένων γενέσθαι͵ ἐφ΄ ἡμῖν εἶναι ὅταν βουλώμεθα καὶ τῆς ἡμετέρας ἐξηρτῆσθαι γνώμης. Ὧ κατὰ τὸ ἀκόλουθον συγκατασκευάζεται͵ καὶ τὸ ἐξ ἐναντίου νοούμενον͵ ὅτι καὶ ἡ πρὸς τὸ χεῖρον ῥοπὴ͵ μηδεμιᾶς ἔξωθεν βιαζομένης ἀνάγκης ἐγγίνεται͵ ἀλλ΄ ὁμοῦ τὸ ἑλέσθαι τὸ κακὸν ὑφίσταται͵ τότε εἰς γένεσιν παραγενόμενον͵ ὅταν ἑλώμεθα· αὐτὸ δὲ ἐφ΄ ἑαυτοῦ κατ΄ ἰδίαν ὑπόστασιν ἔξω προαιρέσεως͵ οὐδαμοῦ τὸ κακὸν εὑρίσκεται κείμενον. Ἐκ δὲ τούτων ἡ αὐτοκρατής τε καὶ αὐτεξούσιος δύναμις͵ ἣν ἐνετεκτήνατο τῇ φύσει τῶν ἀνθρώπων ὁ τῆς φύσεως Κύριος͵ σαφῶς ἐπιδείκνυται͵ διὰ τοῦ πάντα τῆς προαιρέσεως τῆς ἡμετέρας ἠρτῆσθαι͵ εἴτε ἀγαθὰ εἴτε χείρονα· τὴν δὲ θείαν κρίσιν ἀδεκάστῳ καὶ δικαίῳ ψήφῳ τῆς κατὰ τὴν ἡμετέραν πρόθεσιν ἑπομένην͵ ἐκεῖνο νέμειν ἑκάστῳ͵ ὅπερ ἂν ἑαυτῷ τις παρεχόμενος τύχῃ· τοῖς μὲν͵ καθώς φησιν ὁ Ἀπόστολος͵ καθ΄ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν ζητοῦσι͵ ζωὴν αἰώνιον· τοῖς δὲ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ͵ πειθομένοις δὲ τῇ ἀδικίᾳ͵ ὀργὴν καὶ θλίψιν καὶ πάντα ὅσα τῆς σκυθρωπῆς ἀντιδόσεώς ἐστιν ὀνόματα. Ὥσπερ γὰρ τὰ ἀκριβῆ τῶν κατόπτρων τοιαύτας δείκνυσι τὰς τῶν προσώπων ἐμφάσεις͵ οἷά περ ἂν τὰ πρόσωπα ᾖ͵ φαιδρὰ μὲν τῶν φαιδρυνομένων͵ κατηφῆ δὲ τῶν σκυθρωπαζόντων· καὶ οὐκ ἄν τις αἰτιάσαιτο τὴν τοῦ κατόπτρου φύσιν͵ εἰ σκυθρωπὸν ἐμφανείη τὸ ἀπεικόνισμα τοῦ πρωτοτύπου διὰ κατηφείας συμπεπτωκότος· οὕτω καὶ ἡ δικαία τοῦ Θεοῦ κρίσις ταῖς ἡμετέραις διαθέσεσιν ἐξομοιοῦται͵ οἷά περ ἂν τὰ παρ΄ ἡμῶν ᾖ͵ τοιαῦτα ἡμῖν ἐκ τῶν ἰδίων παρέχουσα.

Δεῦτε͵ φησίν͵ οἱ εὐλογημένοι· καὶ͵ Πορεύεσθε͵ οἱ κατηραμένοι͵ Μή τις ἀνάγκη τῶν ἔξωθεν ἐπὶ τούτων ἐστίν͵ τοῖς δεξιοῖς μὲν τὴν γλυκεῖαν φωνὴν͵ τοῖς δὲ ἀριστεροῖς τὴν σκυθρωπὴν ἀποκληροῦσα; Οὐχ οὗτοι μὲν δι΄ ὧν ἐποίησαν ἔσχον τὸν ἔλεον͵ οἱ δὲ τῷ πρὸς τοὺς ὁμοφύλους ἀπηνῶς ἔχειν͵ ἀπηνὲς ἑαυτοῖς τὸ Θεῖον ἐποίησαν; Οὐκ ἠλέησε τὸν τῷ πυλῶνι προσταλαιπωροῦντα πτωχὸν ὁ ταῖς τρυφαῖς διακεχυμένος πλούσιος͵ διὰ τοῦτο ἑαυτῷ ἀποκόπτει τὸν ἔλεον͵ ἐλεηθῆναι δεόμενος καὶ οὐκ ἀκουόμενος· οὐχ ὅτι ζημίαν ἔφερε μία ῥανὶς εἰς τὴν μεγάλην τοῦ παραδείσου πηγὴν͵ ἀλλ΄ ὅτι ἡ τῆς ἐλεημοσύνης σταγὼν ἀμίκτως ἔχει πρὸς τὴν ἀπήνειαν. Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; Οἷα͵ φησίν͵ ἂν σπείρῃ ὁ ἄνθρωπος͵ τοιαῦτα καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα͵ ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Σπορὰν οἶμαι τὴν ἀνθρωπίνην εἶναι προαίρεσιν· θέρος δὲ τὴν ἐπὶ τῇ προαιρέσει ἀντίδοσιν. Πολύχους ὁ τῶν ἀγαθῶν στάχυς͵ τοῖς τοιαύτην ἑλομένοις σποράν· ἐπίπονος ἡ ἀκανθολογία τοῖς ἀκανθώδη σπέρματα καταβαλλομένοις τῷ βίῳ. Χρὴ γὰρ πάντως αὐτὸ θερίσαι τινὰ͵ ὅπερ ἔσπειρεν͵ καὶ οὐκ ἔστιν ἄλλως.


Ὀμορφαίνει ὅ,τι ἀκολουθεῖ μὲ αὐτὸ ποὺ τὸ ὑπερβαίνει

ΕΠΕΙΔΗ καθάπερ τι μουσικὸν ὄργανον ἅπαν τὸ σῶμα δεδημιούργηται͵ ὥσπερ συμβαίνει πολλάκις ἐπὶ τῶν μελῳδεῖν μὲν ἐπισταμένων͵ ἀδυνατούντων δὲ δεῖξαι τὴν ἐπιστήμην͵ τῆς τῶν ὀργάνων ἀχρηστίας οὐ παραδεχομένης τὴν τέχνην (τὸ γὰρ ἢ χρόνῳ φθαρὲν͵ ἢ παρεῤῥηγμένον ἐκ καταπτώσεως͵ ἢ ὑπό τινος ἰοῦ καὶ εὐρῶτος ἠχρειωμένον͵ ἄφθογγον μένει καὶ ἀνενέργητον͵ κἂν ὑπὸ τοῦ προέχειν δοκοῦντος κατὰ τὴν αὐλητικὴν τέχνην ἐμπνέηται), οὕτω καὶ ὁ νοῦς δι΄ ὅλου τοῦ ὀργάνου διήκων καὶ καταλλήλως ταῖς νοητικαῖς ἐνεργείαις͵ καθὸ πέφυκεν͵ ἑκάστῳ τῶν μερῶν προσαπτόμενος͵ ἐπὶ μὲν τῶν κατὰ φύσιν διακειμένων τὸ οἰκεῖον ἐνήργησεν͵ ἐπὶ δὲ τῶν ἀσθενούντων δέξασθαι τὴν τεχνικὴν αὐτοῦ κίνησιν͵ ἄπρακτός τε καὶ ἀνενέργητος ἔμεινε. Πέφυκε γάρ πως ὁ νοῦς πρὸς μὲν τὸ κατὰ φύσιν διακείμενον οἰκείως ἔχειν͵ πρὸς δὲ τὸ παρενεχθὲν ἀπὸ ταύτης ἀλλοτριοῦσθαι. Καί μοι δοκεῖ φυσικώτερον εἶναί τι κατὰ τὸ μέρος τοῦτο θεώρημα͵ δι΄ οὗ μαθεῖν ἔστι τι τῶν ἀστειοτέρων δογμάτων. Ἐπειδὴ γὰρ τὸ κάλλιστον πάντων καὶ ἐξοχώτατον ἀγαθὸν αὐτὸ τὸ Θεῖόν ἐστι͵ πρὸς ὃ πάντα νένευκεν͵ ὅσα τοῦ καλοῦ τὴν ἔφεσιν ἔχει͵ διὰ τοῦτό φαμεν καὶ τὸν νοῦν͵ ἅτε κατ΄ εἰκόνα τοῦ καλλίστου γενόμενον͵ ἕως ἂν μετέχῃ τῆς πρὸς τὸ ἀρχέτυπον ὁμοιότητος͵ καθόσον ἐνδέχεται καὶ αὐτὸν ἐν τῷ καλῷ διαμένειν͵ εἰ δέ πως ἔξω γένοιτο τούτου͵ γυμνοῦσθαι τοῦ κάλλους ἐν ᾧ ἦν. Ὥσπερ δὲ ἔφαμεν τῇ ὁμοιώσει τοῦ πρωτοτύπου κάλλους κατακοσμεῖσθαι τὸν νοῦν͵ οἷόν τι κάτοπτρον τῷ χαρακτῆρι τοῦ ἐμφαινομένου μορφούμενον, κατὰ τὴν αὐτὴν ἀναλογίαν καὶ τὴν οἰκονομουμένην ὑπ΄ αὐτοῦ φύσιν ἔχεσθαι τοῦ νοῦ λογιζόμεθα͵ καὶ τῷ παρακειμένῳ κάλλει καὶ αὐτὴν κοσμεῖσθαι οἷόν τι κατόπτρου κάτοπτρον γινομένην, κρατεῖσθαι δὲ ὑπὸ ταύτης καὶ συνέχεσθαι τὸ ὑλικὸν τῆς ὑποστάσεως περὶ ἣν θεωρεῖται ἡ φύσις. Ἕως ἂν οὖν ἔχηται τοῦ ἑτέρου τὸ ἕτερον͵ διὰ πάντων ἀναλόγως ἡ τοῦ ὄντως κάλλους κοινωνία διέξεισι͵ διὰ τοῦ ὑπερκειμένου τὸ προσεχὲς καλλωπίζουσα.

Ἐπειδὰν δέ τις γένηται τῆς ἀγαθῆς ταύτης συμφυΐας διασπασμὸς ἢ καὶ πρὸς τὸ ἔμπαλιν͵ ἀντακολουθῇ τῷ ὑποβεβηκότι τὸ ὑπερέχον, τότε αὐτῆς τε τῆς ὕλης͵ ὅταν μονωθῇ τῆς φύσεως͵ διηνέχθη τὸ ἄσχημον (ἄμορφον γάρ τι καθ΄ ἑαυτὴν ἡ ὕλη καὶ ἀκατάσκευον) καὶ τῇ ἀμορφίᾳ ταύτης συνδιεφθάρη τὸ κάλλος τῆς φύσεως͵ ἣ διὰ τοῦ νοῦ καλλωπίζεται. Καὶ οὕτως ἐπ΄ αὐτὸν τὸν νοῦν τοῦ κατὰ τὴν ὕλην αἴσχους διὰ τῆς φύσεως ἡ διάδοσις γίνεται͵ ὡς μηκέτι τοῦ Θεοῦ τὴν εἰκόνα ἐν τῷ χαρακτῆρι καθορᾶσθαι τοῦ πλάσματος. Οἷον γάρ τι κάτοπτρον κατὰ νώτου τὴν τῶν ἀγαθῶν ἰδέαν ὁ νοῦς ποιησάμενος͵ ἐκβάλλει μὲν τῆς ἐκλάμψεως τοῦ ἀγαθοῦ τὰς ἐμφάσεις͵ τῆς δὲ ὕλης τὴν ἀμορφίαν εἰς ἑαυτὸν ἀναμάσσεται. Καὶ τούτῳ γίνεται τῷ τρόπῳ τοῦ κακοῦ ἡ γένεσις͵ διὰ τῆς ὑπεξαιρέσεως τοῦ καλοῦ παρυφισταμένη. Καλὸν δὲ πᾶν͵ ὅπερ ἂν τύχῃ πρὸς τὸ πρῶτον ἀγαθὸν οἰκείως ἔχον, ὅ τι δ΄ ἂν ἔξω γένηται τῆς πρὸς τοῦτο σχέσεώς τε καὶ ὁμοιώσεως͵ ἄμοιρον τοῦ καλοῦ πάντως ἐστίν. Εἰ οὖν ἓν μὲν κατὰ τὸν θεωρηθέντα λόγον τὸ ὄντως ἀγαθόν, ὁ δὲ νοῦς τῷ κατ΄ εἰκόνα τοῦ καλοῦ γεγενῆσθαι καὶ αὐτὸς ἔχει τὸ καλὸς εἶναι, ἡ δὲ φύσις ἡ ὑπὸ τοῦ νοῦ συνεχομένη͵ καθάπερ τις εἰκὼν εἰκόνος ἐστί, δείκνυται διὰ τούτων͵ ὅτι τὸ ὑλικὸν ἡμῶν συνέστηκε μὲν καὶ περικρατεῖται͵ ὅταν οἰκονομῆται ὑπὸ τῆς φύσεως, λύεται δὲ καὶ διαπίπτει πάλιν͵ ὅταν χωρισθῇ τοῦ περικρατοῦντός τε καὶ συνέχοντος καὶ διασπασθῇ τῆς πρὸς τὸ καλὸν συμφυΐας. Τὸ δὲ τοιοῦτον οὐκ ἄλλως γίνεται ἢ ὅταν τῆς φύσεως πρὸς τὸ ἔμπαλιν γένηται ἡ ἐπιστροφή͵ μὴ πρὸς τὸ καλὸν τῆς ἐπιθυμίας νευούσης͵ ἀλλὰ πρὸς τὸ χρῇζον τοῦ καλλωπίζοντος. Ἀνάγκη γὰρ πᾶσα τῇ πτωχευούσῃ τῆς ἰδίας μορφῆς ὕλῃ κατὰ τὸ ἄσχημόν τε καὶ ἀκαλλὲς συμμεταμορφοῦσθαι τὸ ὁμοιούμενον.


Γινόμαστε πατέρες τοῦ ἑαυτοῦ μας

ΚΑΙΡΟΣ͵ φησί [ὁ Ἐκκλησιαστής]͵ τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν. Εἴθε κἀμοὶ γένοιτο ἐν καιρῷ τε ὁ τόκος καὶ ὁ εὔκαιρος θάνατος οὐ γὰρ ἄν τις εἴποι τὴν ἀκούσιον ταύτην ὠδῖνα καὶ τὸν αὐτόματον θάνατον παρὰ τοῦ ἐκκλησιαστοῦ νῦν ὡς ἐν ἀρετῆς κατορθώσει προδείκνυσθαι· οὔτε γὰρ ἐπὶ τῷ θελήματι τῆς γυναικὸς ἡ ὠδὶς οὔτε ἐπὶ τῇ προαιρέσει τῶν τελευτώντων ὁ θάνατος. Ὃ δὲ ἐφ΄ ἡμῖν οὐκ ἔστιν͵ οὔτε ἀρετὴν ἄν τις οὔτε κακίαν ὁρίσαιτο. Οὐκοῦν νοῆσαι προσήκει τὸν τόκον τὸν εὔκαιρον καὶ τὸν ἐν καιρῷ γινόμενον θάνατον. Ἐμοὶ δοκεῖ τόκος ὥριμος καὶ οὐκ ἀμβλωθρίδιος εἶναι͵ ὅταν͵ καθώς φησιν Ἡσαΐας͵ ἐκ τοῦ θείου τις φόβου κυοφορήσας διὰ τῶν τῆς ψυχῆς ὠδίνων τὴν ἰδίαν σωτηρίαν γεννήσῃ· ἑαυτῶν γὰρ τρόπον τινὰ πατέρες γινόμεθα͵ ὅταν διὰ τῆς ἀγαθῆς προαιρέσεως ἑαυτοὺς πλάσωμέν τε καὶ γεννήσωμεν καὶ εἰς φῶς προαγάγωμεν. Τοῦτο δὲ ποιοῦμεν διὰ τοῦ δέξασθαι ἐν ἑαυτοῖς τὸν Θεόν͵ τέκνα θεοῦ καὶ τέκνα δυνάμεως καὶ υἱοὶ ὑψίστου γενόμενοι. Καὶ πάλιν ἑαυτοὺς ἀμβλίσκομεν καὶ ἀτελεσφορήτους τε καὶ ὑπηνεμίους ἀπεργαζόμεθα͵ ὅταν μὴ μορφωθῇ ἐν ἡμῖν͵ καθώς φησιν ὁ ἀπόστολος͵ ἡ τοῦ Χριστοῦ μορφή. Δεῖ γὰρ εἶναι͵ φησίν͵ ἄρτιον τὸν τοῦ Θεοῦ ἄνθρωπον. Ἄρτιος δὲ πάντως ἐκεῖνός ἐστιν͵ ᾧ τελείως ὁ τῆς φύσεως συμπεπλήρωται λόγος. Οὐκοῦν εἰ μέν τις δι΄ ἀρετῆς τέκνον Θεοῦ ἑαυτὸν ἐποίησε λαβὼν ἐξουσίαν τῆς εὐγενείας ταύτης͵ ἔγνω οὗτος τὸν καιρὸν τῆς ἀγαθῆς ὠδῖνος καὶ χαίρει κατὰ τὸ εὐαγγέλιον εἰκότως͵ Ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. Ὁ δὲ γενόμενος τέκνον ὀργῆς καὶ υἱὸς ἀπωλείας καὶ σκότους ἔκγονος͵ γέννημα ἐχίδνης͵ ἔκγονον κακὸν καὶ τὰ ἄλλα πάντα͵ δι΄ ὧν ὁ πονηρὸς διαβάλλεται τόκος͵ οὐκ ἔγνω τὸν ζωογονοῦντα καιρόν· εἷς γὰρ καιρὸς ὁ εἰς ζωὴν τίκτων καὶ οὐ πολλοί. Οὗ ὁ διαμαρτὼν ἐν τῇ ἀκαιρίᾳ τοῦ τόκου τῇ ἀπωλείᾳ ἑαυτὸν ὤδινε καὶ τῷ θανάτῳ τὴν ψυχὴν ἐμαιεύσατο.


Ἀπὸ τὴ φυλακὴ τοῦ βίου αὐτοῦ ἔξω

ΟΠΕΡ εἰκὸς τοὺς ἔξω τοῦ δεσμωτηρίου περὶ τῶν ἔτι καθειργμένων διανοεῖσθαι ὡς ἐλεεινῇ προσταλαιπωρούντων ζωῇ͵ τοῦτο μοι δοκοῦσι καὶ οἱ τῆς τοῦ βίου τούτου φυλακῆς ἔξω γενόμενοι͵ εἴπερ ὅλως δυνατὸν ἦν αὐτοῖς διὰ δακρύων ἐνδείξασθαι τὴν πρὸς τοὺς κακοπαθοῦντας συμπάθειαν͵ θρηνεῖν καὶ δακρύειν τῶν ἐν ταῖς ὀδύναις τοῦ βίου τούτου παρατεινομένων ὅτι μὴ ὁρῶσι τὰ ὑπερκόσμιά τε καὶ ἄϋλα κάλλη͵ θρόνους τε καὶ ἀρχὰς καὶ ἐξουσίας καὶ κυριότητας καὶ στρατιὰς ἀγγελικὰς καὶ ἐκκλησίας ὁσίων καὶ τὴν ἄνω πόλιν καὶ τὴν ὑπερουράνιον τῶν ἀπογεγραμμένων πανήγυριν. Τὸ γὰρ ὑπερκείμενον τούτων κάλλος͵ ὃ τοὺς καθαροὺς τῇ καρδίᾳ βλέπειν ὁ ἀψευδὴς ἀπεφήνατο λόγος͵ κρεῖττόν τε πάσης ἐλπίδος ἐστὶ καὶ τῆς ἐκ στοχασμῶν εἰκασίας ἀνώτερον. Οὐ τοῦτο δὲ μόνον στεναγμῶν τε καὶ λύπης ἄξιον ἀφ΄ ἡμῶν τοῖς μεταστᾶσιν ἂν ἐνομίσθη͵ ἀλλ΄ ὅτι τοσούτων ἀλγεινῶν περικειμένων τῷ βίῳ τοσαύτη τις ἐνέστηκεν αὐτοῖς ἡ περὶ τὰ μοχθηρὰ συνδιάθεσις͵ ὥστε οὐχ ὡς ἀναγκαίαν τινὰ λειτουργίαν τὴν προσβολὴν αὐτῶν φέρουσιν͵ ἀλλ΄ ὅπως ἂν εἰς τὸ διηνεκὲς παραμένοι ταῦτα τὴν σπουδὴν ποιοῦνται. Ἡ γὰρ περὶ τὰς δυναστείας τε καὶ πλεονεξίας καὶ τὰς ἀπολαυστικὰς ταύτας λαιμαργίας ἐπιθυμία καὶ εἴ τι ἄλλο τοιοῦτον σπουδάζεται ὧν χάριν καὶ ὅπλα καὶ πόλεμοι καὶ ἀλληλοφονίαι καὶ πᾶσα ἡ ἑκουσίως ἐνεργουμένη ταλαιπωρία καὶ δολιότης͵ οὐδὲν ἄλλο ἢ σωρεία τίς ἐστι συμφορῶν ἐκ προαιρέσεως μετὰ σπουδῆς τε καὶ προθυμίας ἐπεισαγομένη τῷ βίῳ. ... Ἐπειδὰν ἡ ὠδὶς τοῦ θανάτου πρὸς ἕτερον βίον τοὺς ἀνθρώπους μαιεύηται͵ αὐτοὶ μὲν ὅταν εἰς τὸ φῶς ἐκεῖνο προέλθωσιν καὶ τοῦ καθαροῦ σπάσωσι Πνεύματος͵ τῇ πείρᾳ γινώσκουσιν ὅσον ἐστὶ τῆς ζωῆς ἐκείνης πρὸς τὴν νῦν τὸ διάφορον͵ οἱ δὲ ὑπολειφθέντες τῷ ὑγρῷ τούτῳ καὶ πλαδῶντι βίῳ ἔμβρυα ὄντες ἀτεχνῶς καὶ οὐκ ἄνθρωποι ταλανίζουσι τὸν προεξελθόντα τῆς περιεχούσης ἡμᾶς συνοχῆς ὡς ἀγαθοῦ τινος ἔξω γενόμενον͵ οὐκ εἰδότες ὅτι ἐκείνῳ καθ΄ ὁμοιότητα τοῦ τεχθέντος βρέφους ἀνοίγεται μὲν ὁ ὀφθαλμός͵ ὅταν ἔξω τοῦ νῦν συνέχοντος γένηται (νοεῖν δὲ χρὴ πάντως τὸν ὀφθαλμὸν τῆς ψυχῆς ᾧ διορᾷ τὴν τῶν ὄντων ἀλήθειαν)͵ ἀνοίγεται δὲ τὸ ἀκουστικὸν αἰσθητήριον͵ δι΄ οὗ τῶν ἀρρήτων ἐπακούει ῥημάτων Ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι καθώς φησιν ὁ ἀπόστολος͵ ἀνοίγεται δὲ τὸ στόμα καὶ ἕλκει τὸ καθαρόν τε καὶ ἄϋλον Πνεῦμα͵ δι΄ οὗ τονοῦται πρὸς τὴν νοητὴν φωνὴν καὶ τὸν ἀληθινὸν Λόγον͵ ὅταν καταμιχθῇ τῷ ἤχῳ τῶν ἑορταζόντων ἐν τῷ τῶν ἁγίων χορῷ· οὕτω δὲ καὶ γεύσεως ἀξιοῦται θείας͵ δι΄ ἧς γινώσκει κατὰ τὴν ψαλμῳδίαν͵ Ὅτι χρηστὸς ὁ Κύριος͵ καὶ διὰ τῆς ὀσφραντικῆς ἐνεργείας τῆς τοῦ Χριστοῦ εὐωδίας ἀντιλαμβάνεται͵ καὶ τὴν ἁπτικὴν προσλαμβάνει δύναμιν ἐφαπτομένη τῆς ἀληθείας ἡ ψυχὴ καὶ ψηλαφῶσα τὸν Λόγον κατὰ τὴν Ἰωάννου μαρτυρίαν.


Θὰ ἔρθει ὁ Θεὸς σὲ σένα

ΟΙ ΦΟΒΟΥΜΕΝΟΙ τὸν κύριον͵ ἐν οἷς ἐστε τόποις͵ αἰνέσατε αὐτόν. Θεοῦ γὰρ προσεγγισμὸν τοπικὴ μετάστασις οὐ κατεργάζεται͵ ἀλλ΄ ὅπουπερ ἂν ᾖς͵ πρὸς σὲ ἥξει ὁ Θεός͵ ἐάν γε τὸ τῆς ψυχῆς σου καταγώγιον τοιοῦτον εὑρεθῇ͵ ὥστε ἐνοικῆσαι τὸν Κύριον ἐν σοὶ καὶ ἐμπεριπατῆσαι. Εἰ δὲ πλήρη ἔχεις τὸν ἔσω ἄνθρωπον λογισμῶν πονηρῶν͵ κἂν ἐπὶ τοῦ Γολγοθᾶ ᾖς κἂν ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν κἂν ὑπὸ τὸ μνῆμα τῆς Ἀναστάσεως͵ τοσοῦτον ἀπέχεις τοῦ τὸν Χριστὸν δέξασθαι ἐν ἑαυτῷ ὅσον οἱ μηδὲ τὴν ἀρχὴν ὁμολογήσαντες. Συμβούλευσον οὖν͵ ἀγαπητέ͵ τοῖς ἀδελφοῖς ἐκδημεῖν ἀπὸ τοῦ σώματος πρὸς τὸν Κύριον καὶ μὴ ἀπὸ Καππαδοκίας εἰς Παλαιστίνην. Εἰ δέ τις τὴν τοῦ Κυρίου φωνὴν προβάλοιτο τὴν παραγγείλασαν τοῖς μαθηταῖς μὴ χωρίζεσθαι ἀπὸ Ἱεροσολύμων͵ νοησάτω τὸ εἰρημένον. Ἐπειδήπερ ἡ τοῦ ἁγίου Πνεύματος χάρις καὶ διανομὴ οὔπω ἐπεφοίτησε τοῖς Ἀποστόλοις͵ προσέταξεν αὐτοῖς ὁ Κύριος ἐπὶ τὸ αὐτὸ μένειν͵ ἕως ἂν ἐνδύσωνται δύναμιν ἐξ ὕψους. Εἰ μὲν οὖν ὃ ἦν ἀπ΄ ἀρχῆς ἐγίνετο μέχρι τοῦ νῦν͵ τοῦ ἁγίου Πνεύματος ἐν εἴδει πυρὸς τῶν χαρισμάτων οἰκονομοῦντος ἕκαστον͵ ἔδει πάντας εἶναι ἐν τῷ τόπῳ ἐκείνῳ ἐν ᾧ ἡ διανομὴ τοῦ χαρίσματος ἐγίνετο· εἰ δὲ τὸ πνεῦμα ὅπου θέλει πνεῖ͵ καὶ οἱ ἐνταῦθα πιστεύσαντες μέτοχοι γίνονται τοῦ χαρίσματος κατὰ τὴν ἀναλογίαν τῆς πίστεως͵ οὐ κατὰ τὴν ἐπιδημίαν τὴν ἐν Ἱεροσολύμοις.


Παντοῦ τὴ σκέψη σου τὴ συναντάει ὁ Θεός

ΕΠΕΙΔΗ πάντα κατὰ τὸν ὑψηλότερόν τε καὶ θειότερον λόγον ἐν τῷ Eὐαγγελίῳ καὶ εἴρηται καὶ γεγένηται καὶ οὐκ ἔστιν ὅ,τι μὴ τοιοῦτόν ἐστιν͵ ὃ οὐχὶ πάντως μίξις τις ἐμφαίνεται τοῦ θείου πρὸς τὸ ἀνθρώπινον͵ τῆς μὲν φωνῆς ἢ τῆς πράξεως ἀνθρωπικῶς διεξαγομένης͵ τοῦ δὲ κατὰ τὸ κρυπτὸν νοουμένου τὸ θεῖον ἐμφαίνοντος͵ ἀκόλουθον ἂν εἴη καὶ ἐν τῷ μέρει τούτῳ μὴ τὸ μὲν βλέπειν͵ παρορᾷν δὲ τὸ ἕτερον͵ ἀλλ΄ ἐν μὲν τῷ θανάτῳ καθορᾷν τὸ ἀνθρώπινον͵ ἐν δὲ τῷ τρόπῳ πολυπραγμονεῖν τὸ θειότερον. Ἐπειδὴ γὰρ ἴδιόν ἐστι τῆς θεότητος τὸ διὰ πάντων ἥκειν καὶ τῇ φύσει τῶν ὄντων κατὰ πᾶν μέρος συμπαρεκτείνεσθαι, οὐ γὰρ ἄν τι διαμένοι ἐν τῷ εἶναι͵ μὴ ἐν τῷ ὄντι μένον, τὸ δὲ κυρίως καὶ πρώτως ὂν ἡ θεία φύσις ἐστίν͵ ἣν ἐξ ἀνάγκης πιστεύειν ἐν πᾶσιν εἶναι τοῖς οὖσιν ἡ διαμονὴ τῶν ὄντων καταναγκάζει, τοῦτο διὰ τοῦ σταυροῦ διδασκόμεθα͵ τετραχῆ τοῦ κατ΄ αὐτὸν σχήματος διῃρημένου͵ ὡς ἐκ τοῦ μέσου͵ καθ΄ ὃ πρὸς ἑαυτὸν συνάπτεται͵ τέσσαρας ἀριθμεῖσθαι τὰς προβολάς͵ ὅτι ὁ ἐπὶ τούτου ἐν τῷ καιρῷ τῆς κατὰ τὸν θάνατον οἰκονομίας διαταθεὶς ὁ τὸ πᾶν πρὸς ἑαυτὸν συνδέων τε καὶ συναρμόζων ἐστί͵ τὰς διαφόρους τῶν ὄντων φύσεις πρὸς μίαν σύμπνοιάν τε καὶ ἁρμονίαν δι΄ ἑαυτοῦ συνάγων. Ἐν γὰρ τοῖς οὖσιν ἢ ἄνω τι νοεῖται ἢ κάτω ἢ πρὸς τὰ κατὰ τὸ πλάγιον πέρατα διαβαίνει ἡ ἔννοια. Ἂν τοίνυν λογίσῃ τῶν ἐπουρανίων ἢ τῶν ὑποχθονίων ἢ τῶν καθ΄ ἑκάτερον τοῦ παντὸς περάτων τὴν σύστασιν͵ πανταχοῦ τῷ λογισμῷ σου προαπαντᾷ ἡ θεότης͵ μόνη κατὰ πᾶν μέρος τοῖς οὖσιν ἐνθεωρουμένη καὶ ἐν τῷ εἶναι τὰ πάντα συνέχουσα. Εἴτε δὴ θεότητα τὴν φύσιν ταύτην ὀνομάζεσθαι χρὴ εἴτε λόγον εἴτε δύναμιν εἴτε σοφίαν εἴτε ἄλλο τι τῶν ὑψηλῶν τε καὶ μᾶλλον ἐνδείξασθαι δυναμένων τὸ ὑπερκείμενον͵ οὐδὲν ὁ λόγος ἡμῶν περὶ φωνῆς ἢ ὀνόματος ἢ τύπου ῥημάτων διαφέρεται.

Ἐπεὶ οὖν πᾶσα πρὸς αὐτὸν ἡ κτίσις βλέπει καὶ περὶ αὐτόν ἐστι καὶ δι΄ ἐκείνου πρὸς ἑαυτὴν συμφυὴς γίνεται͵ τῶν ἄνω τοῖς κάτω καὶ τῶν πλαγίων πρὸς ἄλληλα δι΄ ἐκείνου συμφυομένων͵ ἔδει μὴ μόνον δι΄ ἀκοῆς ἡμᾶς πρὸς τὴν τῆς θεότητος κατανόησιν χειραγωγεῖσθαι͵ ἀλλὰ καὶ τὴν ὄψιν γενέσθαι τῶν ὑψηλοτέρων νοημάτων διδάσκαλον͵ ὅθεν καὶ ὁ μέγας ὁρμηθεὶς Παῦλος μυσταγωγεῖ τὸν ἐν Ἐφέσῳ λαόν͵ δύναμιν αὐτοῖς ἐντιθεὶς διὰ τῆς διδασκαλίας πρὸς τὸ γνῶναι τί ἐστι τὸ βάθος καὶ τὸ ὕψος τό τε πλάτος καὶ τὸ μῆκος. Ἑκάστην γὰρ τοῦ σταυροῦ προβολὴν ἰδίῳ ῥήματι κατονομάζει͵ ὕψος μὲν τὸ ὑπερέχον͵ βάθος δὲ τὸ ὑποκείμενον͵ πλάτος τε καὶ μῆκος τὰς πλαγίας ἐκτάσεις λέγων. Καὶ σαφέστερον ἑτέρωθι τὸ τοιοῦτον νόημα πρὸς Φιλιππησίους͵ οἶμαι͵ ποιεῖ οἷς φησὶν ὅτι Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Ἐνταῦθα τὴν μέσην κεραίαν μιᾷ προσηγορίᾳ διαλαμβάνει͵ πᾶν τὸ διὰ μέσου τῶν ἐπουρανίων καὶ ὑποχθονίων ὀνομάσας ἐπίγειον. Τοῦτο μεμαθήκαμεν περὶ τοῦ σταυροῦ τὸ μυστήριον. Τὰ δὲ ἀπὸ τούτου τοιαῦτα κατὰ τὸ ἀκόλουθον περιέχει ὁ λόγος͵ ὡς ὁμολογεῖσθαι καὶ παρὰ τῶν ἀπίστων μηδὲν ἀλλότριον εἶναι τῆς θεοπρεποῦς ὑπολήψεως. Τὸ γὰρ μὴ ἐμμεῖναι τῷ θανάτῳ καὶ τὰς διὰ τοῦ σιδήρου κατὰ τοῦ σώματος γενομένας πληγὰς μηδὲν ἐμπόδιον πρὸς τὸ εἶναι ποιήσασθαι͵ κατ΄ ἐξουσίαν τε φαίνεσθαι μετὰ τὴν ἀνάστασιν τοῖς μαθηταῖς͵ ὅτε βούλοιτο παρεῖναί τε αὐτοῖς μὴ ὁρώμενον καὶ ἐν μέσῳ γίγνεσθαι͵ μηδὲν τῆς εἰσόδου τῆς διὰ τῶν θυρῶν προσδεόμενον͵ ἐνισχύειν τε τοὺς μαθητὰς τῇ προσφυσήσει τοῦ πνεύματος͵ ἐπαγγέλλεσθαί τε καὶ τὸ μετ΄ αὐτῶν εἶναι καὶ μηδενὶ μέσῳ διατειχίζεσθαι καὶ τῷ μὲν φαινομένῳ πρὸς τὸν οὐρανὸν ἀνιέναι͵ τῷ δὲ νοουμένῳ πανταχοῦ εἶναι καὶ ὅσα τοιαῦτα περιέχει ἡ ἱστορία͵ οὐδὲν τῆς ἐκ τῶν λογισμῶν συμμαχίας προσδέεται πρὸς τὸ θεῖά τε εἶναι καὶ τῆς ὑψηλῆς καὶ ὑπερεχούσης δυνάμεως.


Ἡ χάρη τῆς ὑποταγῆς

ΜΕΤΑ τὸν ἐν τῷ Χριστῷ ἄνθρωπον ὃς ἐγένετο ἀπαρχὴ τῆς φύσεως ἡμῶν δεξάμενος ἐν ἑαυτῷ τὴν θεότητα͵ ὃς καὶ Ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο καὶ Πρωτότοκος ἐκ τῶν νεκρῶν Λύσας τὰς ὠδῖνας τοῦ θανάτου· μετὰ τοῦτον τοίνυν τὸν ἄνθρωπον͵ τὸν καθόλου τῆς ἁμαρτίας κεχωρισμένον καὶ καταργήσαντα ἐν ἑαυτῷ τοῦ θανάτου τὸ κράτος καὶ πᾶσαν αὐτοῦ ἀρχήν τε καὶ ἐξουσίαν καὶ δύναμιν καταλύσαντα͵ εἴ τις κατὰ τὸν Παῦλον εὑρεθείη͵ τὸν ὡς ἦν δυνατὸν μιμητὴν τοῦ Χριστοῦ γενόμενον ἐν τῇ τοῦ κακοῦ ἀλλοτριώσει͵ ὁ τοιοῦτος τῇ ἀπαρχῇ κατόπιν ἀκολουθήσει ἐν τῷ τῆς παρουσίας καιρῷ· καὶ πάλιν τούτῳ͵ λέγω δὲ καθ΄ ὑπόθεσιν͵ ὁ Τιμόθεος͵ ἂν οὕτω τύχῃ͵ ὁ καθὼς οἷός τε ἦν μιμησάμενος ἐν ἑαυτῷ τὸν διδάσκαλον͵ ἤ τις τοιοῦτος ἕτερος· καὶ οὕτω καθεξῆς ὅσοι διὰ τῆς κατ΄ ὀλίγον τοῦ ἀγαθοῦ ὑφέσεως τῶν ἀεὶ προλαμβανόντων κατόπιν εὑρίσκονται͵ ἕως ἂν εἰς ἐκείνους ἡ ἀκολουθία τῶν ἑπομένων φθάσῃ ἐν οἷς τοῦ κακοῦ πλεονάζοντος ἐλάττων ἡ τοῦ κρείττονος εὑρίσκεται μοῖρα· κατὰ τὴν αὐτὴν ἀναλογίαν παρὰ τῶν ἐν κακίᾳ τὸ ἔλαττον ἐχόντων τῆς ἀκολουθίας ἐπὶ τοὺς προέχοντας ἐν τῷ κακῷ τὴν τάξιν τῶν πρὸς τὸ κρεῖττον ἀναλυόντων ποιούσης͵ ἕως ἂν ἐπὶ τὸ ἀκρότατον τοῦ κακοῦ πέρας ἡ τοῦ ἀγαθοῦ πρόοδος φθάσῃ τὴν κακίαν ἐξαφανίζουσα. ὅπερ δὴ τέλος τῆς ἐλπίδος ἐστίν͵ ὡς μηδὲν ὑπεναντίον τῷ ἀγαθῷ περιλειφθῆναι͵ ἀλλὰ διὰ πάντων τὴν θείαν ζωὴν διεξελθοῦσαν ἐξαφανίσαι καθόλου ἐκ τῶν ὄντων τὸν θάνατον͵ προαναιρεθείσης αὐτοῦ τῆς ἁμαρτίας ἀφ΄ ἧς͵ καθὼς εἴρηται͵ τὴν βασιλείαν κατὰ τῶν ἀνθρώπων ὁ θάνατος ἔσχεν.

Πάσης τοίνυν πονηρᾶς ἐξουσίας τε καὶ ἀρχῆς ἐν ἡμῖν καταλυθείσης καὶ μηκέτι μηδενὸς πάθους τῆς φύσεως ἡμῶν κυριεύοντος͵ ἀνάγκη πᾶσα μηδενὸς κατακρατοῦντος ἑτέρου πάντα ὑποταγῆναι τῇ ἐπὶ πάντων ἀρχῇ. Θεοῦ δὲ ὑποταγή ἐστιν ἡ παντελὴς τοῦ κακοῦ ἀλλοτρίωσις. Ὅταν οὖν κατὰ μίμησιν τῆς ἀπαρχῆς ἔξω τοῦ κακοῦ πάντες γενώμεθα͵ τότε ὅλον τὸ φύραμα τῆς φύσεως τῇ ἀπαρχῇ συμμιχθὲν καὶ ἓν κατὰ τὸ συνεχὲς σῶμα γενόμενον τοῦ ἀγαθοῦ μόνου τὴν ἡγεμονίαν ἐφ΄ ἑαυτοῦ δέξεται καὶ οὕτω παντὸς τοῦ τῆς φύσεως ἡμῶν σώματος πρὸς τὴν θείαν τε καὶ ἀκήρατον φύσιν ἀνακραθέντος, ἐκείνη ἡ τοῦ υἱοῦ λεγομένη ὑποταγὴ δι΄ ἡμῶν γίνεται͵ τῆς ἐν τῷ σώματι αὐτοῦ κατορθωθείσης ὑποταγῆς εἰς αὐτὸν ἀναφερομένης τὸν ἐν ἡμῖν τὴν χάριν τῆς ὑποταγῆς ἐνεργήσαντα. ... Ὅταν οὖν διὰ πάντων ἔλθῃ τὸ ἀγαθόν͵ τότε ὅλον αὐτοῦ τὸ σῶμα ὑποταγήσεται τῇ ζωοποιῷ ἐξουσίᾳ καὶ οὕτως ἡ τοῦ σώματος τούτου ὑποταγή, αὐτοῦ λέγεται εἶναι τοῦ υἱοῦ ὑποταγή, τοῦ ἀνακεκραμένου πρὸς τὸ ἴδιον σῶμα͵ ὅπερ ἐστὶν ἡ ἐκκλησία͵ καθώς φησι πρὸς τοὺς Κολοσσαεῖς ὁ ἀπόστολος͵ οὑτωσὶ λέγων τῷ ῥήματι· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν ὑπὲρ Χριστοῦ θλίψεων ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ͵ ὅ ἐστιν ἡ ἐκκλησία͵ ἧς ἐγενόμην διάκονος κατὰ τὴν οἰκονομίαν. Καὶ πρὸς τὴν Κορινθίων ἐκκλησίαν φησίν· Ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Σαφέστερον δὲ τοῖς Ἐφεσίοις τὸ περὶ τούτου παρατίθεται δόγμα δι΄ ὧν φησιν ὅτι Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλή͵ ὁ Χριστός͵ ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ΄ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ· ὡς διὰ τῶν ἀεὶ προστιθεμένων τῇ πίστει ἑαυτὸν τοῦ Χριστοῦ οἰκοδομοῦντος. Ὃς τότε παύσεται ἑαυτὸν οἰκοδομῶν ὅταν εἰς τὸ ἴδιον μέτρον φθάσῃ ἡ τοῦ σώματος αὐτοῦ αὔξησίς τε καὶ τελείωσις καὶ μηκέτι λίπῃ τῷ σώματι τὸ δι΄ οἰκοδομῆς προστιθέμενον͵ πάντων ἐποικοδομηθέντων ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν τε καὶ ἀποστόλων καὶ προσθεμένων τῇ πίστει͵ ὅταν͵ καθώς φησιν ὁ ἀπόστολος͵ Καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον͵ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Εἰ τοίνυν κεφαλὴ ὢν αὐτὸς τὸ ἐφεξῆς αὐτοῦ σῶμα οἰκοδομεῖ διὰ τῶν ἀεὶ προστιθεμένων συναρμολογῶν καὶ συμβιβάζων τοὺς πάντας εἰς ἃ πέφυκεν ἕκαστος κατὰ τὸ μέτρον τῆς ἐνεργείας͵ ὥστε ἢ χεῖρα ἢ ὀφθαλμὸν ἢ πόδα ἢ ἀκοὴν ἢ ἄλλο τι γενέσθαι τῶν συμπληρούντων τὸ σῶμα κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου πίστεως͵ ταῦτα δὲ ποιῶν ἑαυτὸν οἰκοδομεῖ͵ καθὼς εἴρηται͵ δῆλον ἂν εἴη διὰ τούτων ὅτι ἐν πᾶσι γινόμενος εἰς ἑαυτὸν δέχεται πάντας τοὺς ἑνουμένους αὐτῷ διὰ τῆς κοινωνίας τοῦ σώματος καὶ μέλη τοῦ ἰδίου σώματος ποιεῖται τοὺς πάντας͵ ὥστε εἶναι Πολλὰ μὲν μέλη ἓν δὲ σῶμα. Ὁ τοίνυν πρὸς ἑαυτὸν ἡμᾶς ἑνώσας καὶ ἡμῖν ἑνωθεὶς καὶ διὰ πάντων ἓν πρὸς ἡμᾶς γενόμενος τὰ ἡμέτερα οἰκειοῦται πάντα. Κεφάλαιον δὲ τῶν ἡμετέρων ἀγαθῶν ἡ πρὸς τὸ θεῖόν ἐστιν ὑποταγή͵ ὅταν ὁμόφωνος πᾶσα ἡ κτίσις γένηται πρὸς ἑαυτὴν καὶ Πᾶν αὐτῷ γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστός. Τότε πάσης τῆς κτίσεως ἓν σῶμα γενομένης καὶ πάντων διὰ τῆς ὑπακοῆς μετ΄ ἀλλήλων ἐν αὐτῷ συμφυέντων͵ τὴν τοῦ ἰδίου σώματος πρὸς τὸν Πατέρα ὑποταγὴν εἰς ἑαυτὸν ἀναφέρει. ... Πάντων τοίνυν τῶν ποτε ἐχθρῶν ὑποπόδιον τῶν ποδῶν τοῦ θεοῦ γενομένων ἐν τῷ δέξασθαι τὸ θεῖον ἴχνος ἐν ἑαυτοῖς͵ καὶ τοῦ θανάτου καταργηθέντος (μὴ γὰρ ὄντων τῶν ἀποθνῃσκόντων οὐδὲ ὁ θάνατος ἔσται πάντως)͵ τότε ἐν τῇ πάντων ἡμῶν ὑποταγῇ͵ ἥτις οὐχὶ δουλικὴ νοεῖται ταπεινότης ἀλλὰ βασιλεία καὶ ἀφθαρσία καὶ μακαριότης͵ ὁ ἐν ἡμῖν ζῶν ὑποταγήσεσθαι τῷ θεῷ παρὰ τοῦ Παύλου λέγεται͵ ὁ τὸ ἀγαθὸν ἡμῶν δι΄ ἑαυτοῦ τελειῶν καὶ ποιῶν ἑαυτῷ ἐν ἡμῖν τὸ εὐάρεστον.


Ἔγιναν παιδιά

ΟΦΘΑΛΜΟΥ ῥομφαία τὸ διὰ παντὸς ὁρᾶν πρὸς τὸν κύριον καὶ ὀρθὰ βλέπειν καὶ μηδενὶ τῶν ῥυπαρῶν θεαμάτων καταμολύνεσθαι͵ ἀκοῆς ὅπλον ὡσαύτως ἡ τῶν θείων διδαγμάτων ἀκρόασις καὶ τὸ μηδέποτε μάταιον λόγον ἐν ἑαυτῇ παραδέξασθαι. Οὕτως ἔστιν ὁπλίσαι καὶ τὴν γεῦσιν καὶ τὴν ἁφὴν καὶ τὴν ὄσφρησιν τῇ τῆς ἐγκρατείας ῥομφαίᾳ καταλλήλως ἑκάστην τῶν αἰσθήσεων θωρακίζοντα͵ δι΄ ὧν γίνεται θάμβος καὶ ἔκπληξις τοῖς σκοτεινοῖς ἐχθροῖς͵ ὧν καιρὸς εἰς τὴν κατὰ τῶν ψυχῶν ἐπιβουλὴν ἡ νὺξ γίνεται καὶ τὸ σκότος. Ἐν ταύτῃ γὰρ εἶπεν ὁ προφήτης τὰ θηρία τοῦ ἀγροῦ τὴν πονηρὰν βρῶσιν ἑαυτοῖς ἐκ τῶν τοῦ θεοῦ ποιμνίων περιεργάζεσθαι· Ἔθου γάρ͵ φησί͵ σκότος καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ͵ σκύμνοι ὠρυόμενοι ἁρπάσαι. Ἐπειδὴ τοίνυν Ἰσραὴλ γίνεται πᾶς ὁ σῳζόμενος (οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ͵ ἀλλ΄ ὅσοι βλέπουσι τὸν θεὸν ἐκ τῆς ἐνεργείας κυρίως τῇ προσηγορίᾳ ταύτῃ κατονομάζονται)͵ ἴδιον δὲ τοῦ ὁρῶντός ἐστι τὸν θεὸν τὸ μηδενὶ τῶν αἰσθητηρίων πρὸς ἁμαρτίαν βλέπειν (οὐδεὶς γὰρ δύναται πρὸς δύο κυρίους ὁρᾶν͵ ἀλλὰ χρὴ τὸν ἕνα μισηθῆναι πάντως͵ εἰ μέλλοι ἀγαπᾶσθαι ὁ ἕτερος)͵ τούτου χάριν μία κλίνη τοῦ βασιλέως γίνεται πᾶν τὸ σῳζόμενον· εἰ γὰρ πάντες ὄψονται τὸν θεὸν οἱ καθαροὶ τῇ καρδίᾳ γενόμενοι͵ οἱ δὲ τὸν θεὸν ἰδόντες Ἰσραὴλ κυρίως γίνονταί τε καὶ ὀνομάζονται͵ δώδεκα δὲ διαιρεῖται φυλαῖς κατά τινα λόγον ἀπόρρητον τοῦτο τὸ ὄνομα͵ καλῶς τὸ πλήρωμα τῶν σῳζομένων τῷ ἀριθμῷ τῶν ἑξήκοντα κεφαλαιοῦται ἑνὸς μὲν ἀφ΄ ἑκάστου μέρους λαμβανομένου͵ εἰς πέντε δὲ ὁπλίτας κατὰ τὸν ἀριθμὸν τῶν αἰσθήσεων τοῦ ἑνὸς τούτου μεριζομένου. Οὐκοῦν πάντες οἱ τὴν θείαν ἐνδυσάμενοι πανοπλίαν μίαν κυκλοῦσι τοῦ βασιλέως κλίνην εἷς Ἰσραὴλ οἱ πάντες γενόμενοι καὶ διὰ τῶν δώδεκα φυλῶν τῆς πενταχῇ νοουμένης ἀριστείας εἰς τὸν ἀριθμὸν τῶν ἑξήκοντα πάντως ἀνακεφαλαιουμένου τοῦ τῶν ἀριστέων πληρώματος μία παράταξις καὶ στρατὸς εἷς καὶ μία κλίνη͵ τουτέστιν ἐκκλησία μία καὶ λαὸς εἷς καὶ νύμφη μία οἱ πάντες γενήσονται ὑφ΄ ἑνὶ ταξιάρχῃ καὶ Ἐκκλησιαστῇ καὶ Νυμφίῳ πρὸς ἑνὸς σώματος κοινωνίαν συναρμοζόμενοι. Τὸ δὲ κλίνην τὴν ἀνάπαυσιν εἶναι τῶν σῳζομένων καὶ ἐκ τῆς τοῦ Κυρίου φωνῆς διδασκόμεθα͵ ὅς φησι πρὸς τὸν ἀναιδῶς ἐν νυκτὶ θυροκρουστοῦντα ὅτι ῎Ηδη ἡ θύρα κέκλεισται καὶ τὰ παιδία μετ΄ ἐμοῦ ἐπὶ τῆς κοίτης ἐστίν. Καλῶς δὲ τοὺς διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τὸ ἀπαθὲς ἑαυτοῖς κατορθώσαντας παιδία κατονομάζει ὁ λόγος δόγμα διὰ τούτων ἡμῖν ὑφηγούμενος͵ ὅτι τὸ ἐξ ἐπιμελείας προσγινόμενον ἡμῖν ἀγαθὸν οὐκ ἄλλο τί ἐστι παρὰ τὸ ἐξ ἀρχῆς ἐναποτεθὲν τῇ φύσει· ὅ τε γὰρ τῷ μηρῷ τὴν ῥομφαίαν διαζωσάμενος διὰ προσοχῆς τοῦ κατ΄ ἀρετὴν βίου τὸ πάθος ἀπεσκευάσατο τό τε νήπιον τῇ ἡλικίᾳ ἀναισθήτως ἔχει τοῦ τοιούτου πάθους· οὐ γὰρ χωρεῖ τὸ πάθος ἡ νηπιότης. Οὐκοῦν ταὐτόν ἐστιν ὁπλίτας τε περὶ τὴν κλίνην εἶναι μαθεῖν καὶ νήπια ἐπὶ τῆς κοίτης ἀναπαυόμενα. Μία γὰρ ἐπ΄ ἀμφοτέρων ἡ ἀπάθεια τῶν τε μὴ παραδεξαμένων καὶ τῶν ἀπωσαμένων τὸ πάθος. Οἱ μὲν γὰρ οὔπω ἔγνωσαν͵ οἱ δὲ πρὸς τὴν τοιαύτην κατάστασιν ἑαυτοὺς ἐπανήγαγον στραφέντες καὶ παιδία τῇ ἀπαθείᾳ γενόμενοι. Ὡς μακάριον τὸ ἐν τούτοις εὑρεθῆναι ἢ παιδίον ἢ ὁπλίτην ἢ ἀληθινὸν Ἰσραηλίτην γενόμενον͵ ὡς μὲν Ἰσραηλίτην ἐν καθαρᾷ καρδίᾳ τὸν Θεὸν ὁρῶντα͵ ὡς δὲ ὁπλίτην ἐν ἀπαθείᾳ καὶ καθαρότητι τὴν τοῦ βασιλέως κλίνην͵ τουτέστιν τὴν ἑαυτοῦ καρδίαν φυλάσσοντα͵ ὡς δὲ παιδίον ἐπὶ τῆς μακαρίας κοίτης ἀναπαυόμενον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν͵ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ὅταν ἡ ψυχὴ βλέπει στὸ ἀρχέτυπο

ΟΠΕΡ ἐπὶ τῶν ὀφθαλμῶν γίνεται τοῦτο καὶ ἡ ψυχὴ μιμησάσθω. Καὶ γὰρ κἀκεῖνοι ἐπειδὴ οὐκ ἔστιν αὐτοῖς ἐκ φύσεως δύναμις πρὸς τὴν ἑαυτῶν θεωρίαν τὴν ὀπτικὴν ἐνέργειαν ἐπαναστρέψαι καὶ ἑαυτοὺς κατιδεῖν, ἐν κατόπτρῳ τὸ εἶδός τε καὶ τὸ σχῆμα τοῦ ἰδίου θεασάμενοι κύκλου διὰ τῆς εἰκόνος ἑαυτοὺς καθορῶσιν. Οὕτως χρὴ καὶ τὴν ψυχὴν πρὸς τὴν ἰδίαν ἀπιδεῖν εἰκόνα καὶ ὅπερ ἂν ἴδῃ ἐν τῷ χαρακτῆρι ᾧ ἀφωμοίωται͵ ὡς ἴδιον ἑαυτῆς τοῦτο θεάσασθαι. Ἀλλὰ μικρὸν ὑπαλλάξαι τι προσήκει τοῦ ὑποδείγματος͵ ἵνα οἰκειωθῇ τῷ λόγῳ τὸ νόημα· ἐπὶ μὲν γὰρ τῆς ἐν τῷ κατόπτρῳ μορφῆς ἡ εἰκὼν πρὸς τὸ ἀρχέτυπον σχηματίζεται͵ ἐπὶ δὲ τοῦ τῆς ψυχῆς χαρακτῆρος τὸ ἔμπαλιν νενοήκαμεν· κατὰ γὰρ τὸ θεῖον κάλλος τὸ τῆς ψυχῆς εἶδος ἀπεικονίζεται. Οὐκοῦν ὅταν πρὸς τὸ ἀρχέτυπον ἑαυτῆς βλέπῃ ἡ ψυχή͵ τότε δι΄ ἀκριβείας ἑαυτὴν καθορᾷ.

ΕΙ τις μικρὸν ἀποστήσας τοῦ σώματος τὴν διάνοιαν καὶ τῆς τῶν παθῶν δουλείας τε καὶ ἀφροσύνης ἔξω γενόμενος ἀδόλῳ καὶ εἰλικρινεῖ λογισμῷ τὴν αὐτὸς ἑαυτοῦ κατίδοι ψυχήν͵ ὄψεται καθαρῶς ἐν τῇ ταύτης φύσει τοῦ Θεοῦ τήν τε πρὸς ἡμᾶς ἀγάπην καὶ τὸ βούλημα τῆς ἐκείνου δημιουργίας.


Κεφαλὴ τῆς ψυχῆς

ΔΙΔΑΣΚΕΙ [ὁ Ἐκκλησιαστὴς] τίς ἐστιν ἡ ἀνθρωπίνη σοφία͵ ὅτι τὸ ἐπακολουθῆσαι τῇ ὄντως σοφίᾳ͵ ἣν καὶ βουλὴν ὀνομάζει ποιητικὴν τῶν ἀληθῶς ὄντων τε καὶ ὑφεστώτων καὶ μὴ ἐν ματαιότητι θεωρουμένων͵ τοῦτο τῆς ἀνθρωπίνης σοφίας ἐστὶ τὸ κεφάλαιον· ἡ δὲ ὄντως σοφία καὶ ἡ βουλὴ οὐδὲν ἄλλο κατά γε τὸν ἐμὸν λόγον ἐστὶ πλὴν τῆς τοῦ παντὸς προεπινοουμένης σοφίας. Αὕτη δέ ἐστιν͵ ἐν ᾗ τὰ πάντα ἐποίησεν ὁ θεός͵ καθώς φησιν ὁ προφήτης͵ ὅτι Πάντα ἐν σοφίᾳ ἐποίησας͵ Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία͵ ἐν ᾗ τὰ πάντα ἐγένετο καὶ διεκοσμήθη. Εἰ οὖν τοῦτό ἐστιν ἡ ἀνθρωπίνη σοφία τὸ ἐν περινοίᾳ τῶν ἀληθινῶν ἔργων τῆς ὄντως σοφίας τε καὶ βουλῆς γενέσθαι͵ ἔργον δὲ τῆς βουλῆς ἐκείνης ἤτοι τῆς σοφίας κατά γε τὸν ἐμὸν λόγον ἡ ἀφθαρσία ἐστὶν ἥ τε τῆς ψυχῆς μακαριότης καὶ ἡ ἀνδρεία καὶ ἡ δικαιοσύνη καὶ ἡ φρόνησις καὶ πᾶν τὸ κατ΄ ἀρετὴν νοούμενον ὄνομά τε καὶ νόημα͵ τάχα δι΄ ἀκολούθου τῇ γνώσει τῶν ἀγαθῶν προσαγόμεθα. Ἐπειδὴ γὰρ ταῦτα εἶδον͵ φησί͵ καὶ ὥσπερ ἐν ζυγῷ διέκρινα τὸ ὂν τοῦ μὴ ὄντος͵ εὗρον τὴν διαφορὰν τῆς σοφίας καὶ τῆς ἀφροσύνης͵ οἵαπερ ἂν εὑρεθείη φωτὸς ἀντεξεταζομένου πρὸς ζόφον. Καί μοι δοκεῖ προσηκόντως τῷ κατὰ τὸ φῶς ὑποδείγματι πρὸς τὴν τοῦ καλοῦ χρήσασθαι κρίσιν. Ἐπειδὴ γὰρ τὸ σκότος τῇ ἑαυτοῦ φύσει ἀνύπαρκτον (εἰ γὰρ μὴ εἴη τι τὸ ἀντιφράσσον τὴν ἡλιακὴν ἀκτῖνα͵ σκότος οὐκ ἔσται)͵ τὸ δὲ φῶς αὐτὸ ἐφ΄ ἑαυτοῦ ἐστιν ἐν ἰδίᾳ οὐσίᾳ κατανοούμενον͵ δείκνυσι τῷ ὑποδείγματι͵ ὅτι ἡ κακία καθ΄ ἑαυτὴν οὐχ ὑφέστηκεν͵ ἀλλὰ τῇ στερήσει τοῦ ἀγαθοῦ παρυφίσταται͵ τὸ δὲ ἀγαθὸν ἀεὶ ὡσαύτως ἔχει μόνιμόν τε καὶ πάγιον καὶ οὐδεμιᾷ τινος προηγουμένου στερήσει παρυφιστάμενον. Τὸ δὲ ἐκ τοῦ ἐναντίου τῷ ἀγαθῷ νοούμενον κατ΄ οὐσίαν οὐκ ἔστιν· ὃ γὰρ ἐφ΄ ἑαυτοῦ οὐκ ἔστιν͵ οὐδὲ ἔστιν ὅλως· στέρησις γὰρ τοῦ ὄντος ἐστὶν ἡ κακία καὶ οὐχὶ ὕπαρξις. Ἴση τοίνυν ἡ διαφορὰ τοῦ φωτὸς πρὸς τὸ σκότος καὶ τῆς σοφίας πρὸς ἀφροσύνην ἐστίν. Ἀπὸ μέρους γὰρ ἅπαν τὸ ἀγαθὸν περιλαμβάνει τῷ τῆς σοφίας ὀνόματι καὶ τῇ ἀφροσύνῃ πᾶσαν κακοῦ φύσιν συνερμηνεύει.

Ἀλλὰ τί κέρδος ἡμῖν ἐκ τοῦ θαυμάσαι τὸ ἀγαθόν͵ εἰ μή τις καὶ ἔφοδος παρὰ τοῦ διδασκάλου πρὸς τὴν τούτου κτῆσιν ὑποδειχθείη; Πῶς οὖν ἔστι καὶ ἡμᾶς ἐν τῇ τοῦ καλοῦ μετουσίᾳ γενέσθαι͵ ἀκούσωμεν τοῦ διδάσκοντος. Τοῦ σοφοῦ͵ φησίν͵ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ. Τί ταῦτα λέγει; Ἔστι γάρ τι ζῷον ὅλως͵ ὃ ἔξω τῆς κεφαλῆς ἔχει τὰ τῶν ὀφθαλμῶν αἰσθητήρια͵ κἂν ἔνυδρον εἴπῃς κἂν χερσαῖον κἂν ἐναέριον; Ἐν πᾶσι γὰρ ὁ ὀφθαλμὸς τοῦ λοιποῦ προβέβληται σώματος καὶ τῇ κεφαλῇ τῶν ἐχόντων κεφαλὴν ἐγκαθίδρυται. Πῶς οὖν ἐνταῦθα μόνου λέγει τοῦ σοφοῦ τὴν κεφαλὴν ὠμματῶσθαι; Ἢ τοῦτο πάντως ὑποσημαίνει τῷ λόγῳ͵ ὅτι ἀναλογία τίς ἐστι τῶν ἐν τῇ ψυχῇ θεωρουμένων πρὸς τὰ τοῦ σώματος μέρη; Καὶ ὥσπερ ἐπὶ τῆς σωματικῆς διαπλάσεως τὸ προέχον τοῦ ὅλου κεφαλὴ ὀνομάζεται͵ οὕτω καὶ ἐπὶ τῆς ψυχῆς τὸ ἡγεμονικόν τε καὶ προτεταγμένον ἀντὶ κεφαλῆς νοεῖται· καὶ ὃν τρόπον πτέρναν τὴν τοῦ ποδὸς βάσιν προσαγορεύομεν͵ οὕτως ἂν εἴη τις καὶ τῆς ψυχῆς βάσις͵ δι΄ ἧς ἐφάπτεται τῆς συμφυΐας τοῦ σώματος͵ ὅθεν τὴν αἰσθητικὴν δύναμίν τε καὶ ἐνέργειαν τῷ ὑποκειμένῳ ἐνίησιν. Ὅταν τοίνυν ἡ διορατική τε καὶ θεωρητικὴ τῆς ψυχῆς δύναμις πρὸς τὰ αἰσθητὰ τὴν ἀσχολίαν ἔχῃ͵ εἰς τὰς πτέρνας αὐτῆς ἡ τῶν ὀφθαλμῶν φύσις ἀντιμεθίσταται͵ δι΄ ὧν τὰ κάτω βλέπει͵ τῶν ὑψηλῶν θεαμάτων ἀθέατος μένουσα. Εἰ δὲ γνωρίσασα τῶν ὑποκειμένων τὸ μάταιον ἀναγάγοι τὰς ὄψεις ἐπὶ τὴν ἑαυτῆς κεφαλήν͵ ἥτις ἐστὶν ὁ Χριστός͵ καθὼς διερμηνεύει ὁ Παῦλος͵ μακαριστὴ ἂν γένοιτο τῆς ὀξυωπίας͵ ἐκεῖ ἔχουσα τοὺς ὀφθαλμούς͵ ὅπου οὐκ ἔστιν ἡ τοῦ κακοῦ ἐπισκότησις.

Παῦλος ὁ μέγας καὶ εἴ τινες ἄλλοι κατ΄ ἐκεῖνον μεγάλοι ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς εἶχον καὶ πάντες οἱ ἐν Χριστῷ ζῶντες καὶ κινούμενοι καὶ ὄντες. Ὡς γὰρ οὐκ ἔστι τὸν ἐν φωτὶ ὄντα σκότος ἰδεῖν͵ οὕτως οὐκ ἔστι τὸν ἐν Χριστῷ τὸν ὀφθαλμὸν ἔχοντα πρός τι τῶν ματαίων ἐνατενίσαι. Ὁ οὖν ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς ἔχων (κεφαλὴν δὲ τὴν τοῦ παντὸς ἀρχὴν ἐνοήσαμεν) ἐν πάσῃ ἀρετῇ τοὺς ὀφθαλμοὺς ἔχει (Χριστὸς γάρ ἐστιν ἡ παντελὴς ἀρετή)͵ ἐν ἀληθείᾳ͵ ἐν δικαιοσύνῃ͵ ἐν ἀφθαρσίᾳ͵ ἐν παντὶ ἀγαθῷ. Τοῦ οὖν σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ͵ ὁ δὲ ἄφρων ἐν σκότει πορεύεται. Ὁ γὰρ μὴ ἐπὶ τὴν λυχνίαν τὸν ἑαυτοῦ λύχνον προτείνας͵ ἀλλ΄ ὑποβαλὼν τῇ βάσει τῆς κλίνης τὸ φέγγος ἑαυτῷ σκότος ἐποίησεν͵ δημιουργὸς τοῦ ἀνυπάρκτου γενόμενος· μάταιον δὲ τὸ ἀνύπαρκτον. Ἴσον οὖν ἐστι κατὰ τὸ σημαινόμενον τῷ ματαίῳ τὸ σκότος. Τοῦ τοίνυν ἄφρονος ἡ ψυχὴ φιλοσώματός τις καὶ σαρκώδης γεγενημένη ἐν τῷ ταῦτα βλέπειν βλέπει οὐδέν· σκότος γάρ ἐστιν ἀληθῶς ἡ ἐν τούτοις ὀξυωπία. Ὁρᾷς τοὺς δριμεῖς τούτους καὶ εὐστρόφους κατὰ τὸν βίον͵ οὓς δικανικοὺς ὀνομάζομεν͵ ὅπως ἑαυτοῖς δι΄ ἐπινοίας τὴν ἀδικίαν ἐξευμαρίζουσι μάρτυσι͵ συνηγόροις͵ ἐγγράφοις͵ τῇ τῶν δικαστῶν θεραπείᾳ͵ ὥστε καὶ τὸ κακὸν κατεργάσασθαι καὶ ἐκδῦναι τὴν τιμωρίαν; Τίς οὐ θαυμάζει τὸ ἀγχίνουν τῶν τοιούτων καὶ εὐπερίβλεπτον; Ἀλλ΄ ὅμως τυφλοί εἰσιν οὗτοι͵ εἰ πρὸς ἐκεῖνον τὸν ὀφθαλμὸν ἐξετάζοιντο τὸν τὰ ἄνω βλέποντα͵ τὸν τῇ κεφαλῇ τῶν ὄντων ἐγκείμενον.


Ἂν γεννηθεῖ μέσα μας ἡ σοφία

ΕΑΝ γεννηθῇ ἐν ἡμῖν ἡ σοφία͵ τότε παρὰ τοῦ θεοῦ κατασκευάζεται ἐν ἑκάστῳ ἥ τε χώρα καὶ ἡ ἀοίκητος͵ χώρα μὲν ἡ δεχομένη τοῦ λόγου τὴν σπορὰν καὶ τὴν ἄροσιν͵ ἀοίκητος δὲ ἡ τῶν πονηρῶν οἰκητόρων χωριζομένη καρδία͵ καὶ οὕτως ἔσται ἡμῶν ἡ οἴκησις ἐπὶ τῶν ἄκρων τῆς γῆς. Ἐπειδὴ γὰρ τῆς γῆς τὸ μέν τι βάθος ἐστὶν τὸ δὲ ἐπιπόλαιον͵ ὅταν τις μὴ ὑπόγειος γένηται μηδὲ σπηλαιώδης ἐν τῷ τὰ κάτω φρονεῖν (οἷός ἐστιν τῶν ἐν ἁμαρτίαις ζώντων ὁ βίος τῶν ἐμπεπηγότων τῇ ἀνυποστάτῳ τοῦ βυθοῦ ἰλύϊ͵ οἷς ἀληθῶς φρέαρ ἐστὶν ἡ ζωὴ κατὰ τὴν ψαλμῳδίαν τὴν λέγουσαν Μηδὲ συσχέτω ἐπ΄ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ)͵ ἐὰν οὖν τις ἐγγεννηθείσης αὐτῷ τῆς σοφίας τὰ ἄνω φρονῇ͵ τοσοῦτον τῆς γῆς ἐφαπτόμενος ὅσον ἐπάναγκες͵ οὗτος τὰ ἄκρα τῆς ὑπ΄ οὐρανὸν οἰκεῖ͵ οὐκ ἐμβαθύνων τῷ γηΐνῳ φρονήματι͵ τούτῳ τὸν οὐρανὸν ἑαυτῷ ἀντὶ τῆς γῆς ἑτοιμάζοντι ἡ σοφία πάρεστι. Καὶ ὅταν τὴν τῶν ἄνωθεν νεφῶν διδασκαλίαν ἰσχυρὰν ἑαυτῷ ποιῇ͵ εἰς ἔργον ἄγων τὰ παραγγέλματα͵ τήν τε μεγάλην καὶ εὐρύχωρον τῆς κακίας θάλασσαν τῇ ἀκριβεῖ πολιτείᾳ καθάπερ ἠϊόνι τινὶ διαλαβὼν κωλύῃ τὸ ἐμπαθὲς ὕδωρ προϊέναι τοῦ στόματος͵ κἂν ἐν πηγαῖς κατάσχῃ͵ τῷ τῆς διδασκαλίας χαρίσματι μετ΄ ἀσφαλείας προχέων τοῦ λόγου τὸ νᾶμα͵ ὡς μή τινι παρασχεῖν τὸ ποτὸν ἀντὶ καθαροῦ ὕδατος ἀνατροπὴν θολεράν͵ κἂν ὑπεραρθεὶς πάσης γηΐνης βάσεως διαέριος τῷ βίῳ γένηται͵ ἐπὶ τῆς πνευματικῆς βεβηκὼς πολιτείας͵ ἣν ἀνέμους ὁ λόγος ὠνόμασεν͵ ἕστε εἰς θρόνον τοῦ ἐν αὐτῷ καθιδρυμένου ἀφορισθῆναι (οἷος ἦν ὁ Παῦλος ἀφωρισμένος εἰς Εὐαγγέλιον͵ πρὸς τὸ γενέσθαι σκεῦος ἐκλογῆς͵ πρὸς τὸ βαστάσαι τὸ ὄνομα τοῦ θεοῦ͵ ὃς ἄλλῳ λόγῳ θρόνος ἐγένετο ὁ τὸν ἐφ΄ ἑαυτοῦ καθιδρυμένον βαστάζων)͵ ὅταν ταῦτα καὶ τὰ τοιαῦτα κατορθωθῇ͵ ὥστε εὐφραίνεσθαι ἤδη τὸν ἐν ἑαυτῷ τὴν οἰκουμένην τοῦ Θεοῦ συντελέσαντα͵ εὐφραινόμενον ὅτι οὐχὶ θηρίων τινῶν καὶ ἀλόγων͵ ἀλλ΄ ἀνθρώπων πατὴρ ἐγένετο (οὗτοι δ΄ ἂν εἶεν οἱ θεοειδεῖς λογισμοὶ οἱ κατὰ τὴν θείαν εἰκόνα μορφούμενοι διὰ τῆς εἰς τὸν κτισθέντα ἐν ἡμῖν καὶ γεννηθέντα καὶ θεμελιωθέντα πίστεως͵ ἡ δὲ πίστις κατὰ τὴν Παύλου φωνὴν ὁ θεμέλιος νοεῖται͵ δι΄ ἧς γεννᾶται ἐν τοῖς πιστοῖς ἡ σοφία καὶ πάντα τὰ εἰρημένα ἐργάζεται)͵ τότε μακάριος ὡς ἀληθῶς ὁ τοῦ κατωρθωκότος γίνεται βίος͵ ᾧ ἁρμόζει καὶ ἐπευφραίνεται ἐν παντὶ καιρῷ ἡ σοφία͵ τῷ καθ΄ ἡμέραν αὐτῇ μόνῃ προσχαιρομένῳ. Εὐφραίνεται γὰρ ὁ Κύριος ἐπὶ τοῖς ὁσίοις αὐτοῦ καὶ ἐν οὐρανῷ χαρὰ γίνεται ἐπὶ τοῖς σῳζομένοις καὶ ὁ χρηστὸς Πατὴρ ἐπὶ τῷ ἀνασωθέντι υἱῷ ἑορτάζει.


Διαρκῶς νὰ προσέχεις τὸν ἑαυτό σου

ΠΟΛΛΟΙ τῶν ἀνθρώπων οὐκ αὐτοὶ κρίνουσιν ὅπως ἔχει τὰ πράγματα φύσεως͵ ἀλλὰ πρὸς τὴν συνήθειαν τῶν προβεβιωκότων ὁρῶντες τῆς ὑγιοῦς τῶν ὄντων κρίσεως ἁμαρτάνουσιν οὐκ ἔμφρονά τινα λογισμὸν ἀλλὰ συνήθειαν ἄλογον τοῦ καλοῦ κριτήριον προβαλλόμενοι, ὅθεν εἰς ἀρχάς τε καὶ δυναστείας ἑαυτοὺς εἰσωθοῦσι καὶ τὰς ἐν τῷ κόσμῳ τούτῳ περιφανείας καὶ τοὺς ὑλικοὺς ὄγκους περὶ πολλοῦ ποιοῦνται͵ ἄδηλον ὄν͵ εἰς ὅ τι τούτων ἕκαστον καταλήξει μετὰ τὸν τῇδε βίον. Οὐ γὰρ ἀσφαλὴς τῶν μελλόντων ἐγγυητὴς ἡ συνήθεια͵ ἧς τὸ πέρας ἐρίφων εὑρίσκεται πολλάκις οὐχὶ προβάτων ἀγέλη. Νοεῖς δὲ πάντως τὸν λόγον ἐκ τῆς τοῦ Εὐαγγελίου φωνῆς. Ὁ δὲ πρὸς τὸ ἴδιον τῆς ἀνθρωπίνης φύσεως βλέπων (τοῦτο δέ ἐστιν ὁ λόγος) καταφρονήσει μὲν τῆς ἀλόγου συνηθείας͵ οὐδὲν δὲ ὡς καλὸν αἱρήσεται͵ ὃ μὴ τῇ ψυχῇ φέρει τι κέρδος. Οὐκοῦν οὐ χρὴ πρὸς τὰ ἴχνη τῶν βοσκημάτων βλέπειν͵ ἃ τῷ γεώδει βίῳ διὰ τῶν πτερνῶν ἐνσημαίνονται οἱ προωδευκότες τὸν βίον· ἀφανὴς γὰρ ἐκ τῶν φαινομένων ἡ τοῦ προτιμοτέρου κρίσις͵ ἕως ἂν ἔξω τοῦ βίου γενώμεθα κἀκεῖ γνῶμεν͵ τίσιν ἠκολουθήσαμεν. Ὁ τοίνυν μὴ ἐξ αὐτῶν τῶν πραγμάτων διακρίνων τὸ καλὸν ἐκ τοῦ χείρονος ἀλλὰ τοῖς ἴχνεσι τῶν προωδευκότων ἑπόμενος τὴν παρελθοῦσαν τοῦ βίου συνήθειαν διδάσκαλον τῆς ἰδίας ζωῆς προβαλλόμενος λανθάνει πολλάκις κατὰ τὸν καιρὸν τῆς δικαίας κρίσεως ἔριφος ἀντὶ προβάτου γενόμενος. Oὐκοῦν ταῦτα λεγόντων ἔστιν ἀκούειν τῶν φίλων ὅτι σύ͵ ὦ ψυχή͵ ἡ ἐκ μελαίνης γενομένη καλή͵ εἴ σοι μέλει τοῦ διαιωνίζειν σοι τῆς εὐμορφίας τὴν χάριν͵ μὴ τοῖς ἴχνεσιν ἐπιπλανῶ τῶν προωδευκότων τὸν βίον· ἄδηλον γὰρ εἰ μὴ τρίβος ἐρίφων ἐστὶ τὸ φαινόμενον͵ ᾗ σὺ κατόπιν ἀκολουθοῦσα διὰ τὸ μὴ φαίνεσθαί σοι τοὺς διὰ τῶν ἰχνῶν τὴν ἀτραπὸν τρίψαντας͵ ἐπειδὰν παρέλθῃς τὸν βίον καὶ κατακλεισθῇς ἐν τῇ τοῦ θανάτου μάνδρᾳ͵ μήποτε προστεθῇς τῇ τῶν ἐρίφων ἀγέλῃ͵ οἷς ἀγνοοῦσα διὰ τῶν ἰχνῶν τοῦ βίου κατόπιν ἐπηκολούθησας. Ἐὰν γὰρ μὴ γνῷς σεαυτήν͵ φησίν͵ ἡ καλὴ ἐν γυναιξίν͵ ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους ἐπὶ σκηνώμασι τῶν ποιμνίων.

ὅπερ δι΄ ἑτέρου τινὸς ἀντιγράφου σαφέστερόν ἐστι κατανοῆσαι͵ ὡς μηδὲ τὴν σύνταξιν τῶν ῥημάτων δοκεῖν ἀσυναρτήτως ἔχειν. Φησὶ γὰρ ὅτι Ἐὰν μὴ γνῷς σεαυτήν͵ ἡ καλὴ ἐν γυναιξίν͵ ἐξῆλθες ἐκ τῶν πτερνῶν τοῦ ποιμνίου καὶ ποιμαίνεις ἐρίφους ἀντὶ σκηνωμάτων ποιμνίων· ὥστε δι΄ ἀκριβείας συμβαίνειν τὴν ἐν τοῖς ῥήμασι τούτοις ἐμφαινομένην διάνοιαν τῇ προαποδοθείσῃ θεωρίᾳ τοῦ λόγου. Οὐκοῦν ἵνα μὴ ταῦτα πάθῃς͵ πρόσεχε σεαυτῇ͵ φησὶν ὁ λόγος. Τοῦτο γάρ ἐστι τὸ ἀσφαλὲς τῶν ἀγαθῶν φυλακτήριον. Γνῶθι πόσον ὑπὲρ τὴν λοιπὴν κτίσιν παρὰ τοῦ πεποιηκότος τετίμησαι. Οὐκ οὐρανὸς γέγονεν εἰκὼν τοῦ θεοῦ͵ οὐ σελήνη͵ οὐχ ἥλιος͵ οὐ τὸ ἀστρῷον κάλλος͵ οὐκ ἄλλο τι τῶν κατὰ τὴν κτίσιν φαινομένων οὐδέν. Μόνη σὺ γέγονας τῆς ὑπερεχούσης πάντα νοῦν φύσεως ἀπεικόνισμα͵ τοῦ ἀφθάρτου κάλλους ὁμοίωμα͵ τῆς ἀληθινῆς θεότητος ἀποτύπωμα͵ τῆς μακαρίας ζωῆς δοχεῖον͵ τοῦ ἀληθινοῦ φωτὸς ἐκμαγεῖον͵ πρὸς ὃ βλέπουσα ἐκεῖνο γίνῃ͵ ὅπερ ἐκεῖνός ἐστι͵ μιμουμένη τὸν ἐν σοὶ λάμποντα διὰ τῆς ἀντιλαμπούσης αὐγῆς ἐκ τῆς σῆς καθαρότητος. Οὐδὲν οὕτω τῶν ὄντων μέγα͵ ὡς τῷ σῷ μεγέθει παραμετρεῖσθαι. Ὁ οὐρανὸς ὅλος τῇ τοῦ θεοῦ σπιθαμῇ περιλαμβάνεται͵ γῆ δὲ καὶ θάλασσα τῇ δρακὶ τῆς χειρὸς αὐτοῦ περιείργεται. Ἀλλ΄ ὅμως ὁ τοσοῦτος͵ ὁ τοιοῦτος͵ ὁ πᾶσαν τῇ παλάμῃ περισφίγγων τὴν κτίσιν͵ ὅλος σοὶ χωρητὸς γίνεται καὶ ἐν σοὶ κατοικεῖ καὶ οὐ στενοχωρεῖται τῇ σῇ φύσει ἐνδιοδεύων ὁ εἰπὼν Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. Ἐὰν ταῦτα βλέπῃς͵ εἰς οὐδὲν τῶν περιγείων τὸν ὀφθαλμὸν ἀσχολήσεις. Τί τοῦτο λέγω; Ἀλλ΄ οὐδὲ ὁ οὐρανός σοι θαυμαστὸς νομισθήσεται.

Πῶς γὰρ θαυμάσεις τοὺς οὐρανούς͵ ὦ ἄνθρωπε͵ σεαυτὸν βλέπων τῶν οὐρανῶν μονιμώτερον; Οἱ μὲν γὰρ παρέρχονται͵ σὺ δὲ τῷ ἀεὶ ὄντι συνδιαμένεις πρὸς τὸ ἀΐδιον. Οὐ θαυμάσεις πλάτη γῆς οὐδὲ πελάγη πρὸς ἄπειρον ἐκτεινόμενα͵ ὧν ἐπιστατεῖν ἐτάχθης ὥσπερ τινὸς ξυνωρίδος πώλων ἡνίοχος εὐπειθῆ πρὸς τὸ δοκοῦν ἔχων τὰ στοιχεῖα ταῦτα καὶ ὑπεξούσια· ἥ τε γὰρ γῆ σοι πρὸς τὰς τοῦ βίου χρείας ὑπηρετεῖται καὶ ἡ θάλασσα καθάπερ τις πῶλος εὐήνιος ὑπέχει σοι τὰ νῶτα καὶ ἐπιβάτην ἑαυτῆς τὸν ἄνθρωπον δέχεται. Ἐὰν οὖν γνῷς σεαυτήν͵ ἡ καλὴ ἐν γυναιξίν͵ παντὸς τοῦ κόσμου ὑπερφρονήσεις καὶ πρὸς τὸ ἄϋλον ἀγαθὸν διὰ παντὸς ὁρῶσα περιόψῃ τῶν κατὰ τὸν βίον τοῦτον ἰχνῶν τὴν πλάνην. Οὐκοῦν ἀεὶ πρόσεχε σεαυτῇ καὶ οὐ μὴ πλανηθήσῃ περὶ τὴν τῶν ἐρίφων ἀγέλην οὐδὲ ἔριφος ἀντὶ προβάτου ἐν τῷ καιρῷ τῆς κρίσεως ἐπιδειχθήσῃ οὐδὲ τῆς ἐκ δεξιῶν στάσεως ἀφορισθήσῃ͵ ἀλλ΄ ἀκούσῃ τῆς γλυκείας φωνῆς͵ ἥ φησι πρὸς τὰ ἐριοφόρα τε καὶ ἥμερα πρόβατα ὅτι Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου͵ κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. Ἧς καὶ ἡμεῖς ἀξιωθείημεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν͵ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.


Μέσα στὸ φῶς φῶς

ΤΙΣ εἰκότως ἐπαισχύνεσθαι τῷ Σταυρῷ κατηγορεῖται͵ ὁ τὰ ταπεινὰ περὶ αὐτοῦ λέγων ἢ ὁ περὶ τῶν ὑψηλοτέρων ἀγωνιζόμενος; Οὐκ οἶδα εἰ τῆς Παύλου μεγαλοφωνίας ὁ κατήγορος ἤκουσεν ὁ οὕτω κατασμικρύνων τὸν ἐπὶ τοῦ Σταυροῦ γνωρισθέντα Θεόν͵ οἷα καὶ ὅσα ἐκεῖνος τῷ ὑψηλῷ στόματι περὶ τοῦ Σταυροῦ διεξέρχεται. Ὁ γὰρ διὰ τοσούτων καὶ τοιούτων θαυμάτων ἑαυτὸν γνωρίζειν ἔχων μὴ γένοιτο͵ φησίν͵ ἐπί τινι ἄλλῳ καυχᾶσθαι εἰ μὴ ἐπὶ τῷ Σταυρῷ τοῦ Χριστοῦ͵ καὶ πρὸς Κορινθίους λέγει τὸν λόγον τοῦ Σταυροῦ δύναμιν Θεοῦ τοῖς σῳζομένοις εἶναι. Ἐφεσίοις δὲ τὴν τὸ πᾶν διακρατοῦσάν τε καὶ συνέχουσαν δύναμιν τῷ σχήματι τοῦ Σταυροῦ καταγράφει͵ ἐν οἷς βούλεται αὐτοὺς ὑψωθέντας γνῶναι τὴν ὑπερβάλλουσαν δόξαν τῆς δυνάμεως ταύτης͵ ὕψος καὶ πλάτος καὶ βάθος καὶ μῆκος κατονομάζων͵ ἑκάστην κεραίαν τῶν κατὰ τὸ σχῆμα τοῦ Σταυροῦ θεωρουμένων ἰδίοις προσαγορεύων ὀνόμασιν͵ ὡς τὸ μὲν ἄνω μέρος ὕψος εἰπεῖν͵ βάθος δὲ τὸ μετὰ τὴν συμβολὴν ὑποκείμενον͵ τὴν δὲ ἐγκάρσιον καθ΄ ἑκάτερον κεραίαν τῷ τοῦ μήκους τε καὶ πλάτους ὀνόματι διασημαίνων͵ ὡς ἂν διὰ τούτου φανερωθείη τὸ μέγα μυστήριον͵ ὅτι καὶ τὰ οὐράνια καὶ τὰ καταχθόνια καὶ πάντα τῶν ὄντων τὰ πέρατα διακρατεῖται καὶ συνέχεται παρὰ τοῦ τὴν ἀπόρρητον καὶ μεγάλην ταύτην δύναμιν ἐν τῷ τύπῳ τοῦ Σταυροῦ παραδείξαντος. ... Ὁ εἰπὼν ὅτι Τῇ δεξιᾷ τοῦ Θεοῦ ὑψωθείς͵ φανερῶς ἐκκαλύπτει τὴν ἀπόρρητον τοῦ μυστηρίου οἰκονομίαν͵ ὅτι ἡ δεξιὰ τοῦ Θεοῦ ἡ ποιητικὴ πάντων τῶν ὄντων͵ ἥτις ἐστὶν ὁ Κύριος δι΄ οὗ τὰ πάντα ἐγένετο καὶ οὗ χωρὶς ὑπέστη τῶν ὄντων οὐδέν͵ αὕτη τὸν ἑνωθέντα πρὸς αὐτὴν ἄνθρωπον εἰς τὸ ἴδιον ὕψος ἀνήγαγε͵ διὰ τῆς ἀνακράσεως͵ ὅπερ ἐστὶν αὐτὴ κατὰ τὴν φύσιν͵ κἀκεῖνον ποιήσασα· ἔστι δὲ αὐτὴ Κύριος καὶ Βασιλεύς, Χριστὸς γὰρ ὁ Βασιλεὺς ὀνομάζεται· ταῦτα κἀκεῖνον ἐποίησεν. Ὥσπερ γὰρ ἐν τῷ ὑψίστῳ γενόμενος ὑπερυψώθη͵ οὕτω καὶ τὰ ἄλλα πάντα ἐγένετο͵ ἐν τῷ ἀθανάτῳ ἀθάνατος͵ ἐν τῷ φωτὶ φῶς͵ ἐν τῷ ἀφθάρτῳ ἄφθαρτος͵ ἐν τῷ ἀοράτῳ ἀόρατος͵ ἐν τῷ Χριστῷ Χριστός͵ ἐν τῷ Κυρίῳ Κύριος. Πέφυκε γὰρ καὶ ἐπὶ τῶν σωματικῶν ἀνακράσεων͵ ὅταν πολλῷ τῷ μέτρῳ τὸ ἕτερον πλεονάζῃ μέρος͵ πρὸς τὸ ἐπικρατοῦν πάντως μεταποιεῖσθαι τὸ ἐλαττούμενον. Τοῦτο καὶ ἐπὶ τοῦ μυστικοῦ λόγου σαφῶς διὰ τῆς τοῦ Πέτρου φωνῆς διδασκόμεθα͵ ὅτι τὸ ταπεινὸν τοῦ ἐξ ἀσθενείας σταυρωθέντος· ἡ δὲ ἀσθένεια τὴν σάρκα δηλοῖ͵ καθὼς παρὰ τοῦ Κυρίου ἠκούσαμεν. Τοῦτο δὲ διὰ τῆς πρὸς τὸ ἄπειρόν τε καὶ ἀόριστον τοῦ ἀγαθοῦ ἀνακράσεως οὐκέτι ἔμεινεν ἐν τοῖς οἰκείοις μέτροις καὶ ἰδιώμασιν͵ ἀλλὰ τῇ δεξιᾷ τοῦ Θεοῦ συνεπῄρθη καὶ ἐγένετο ἀντὶ δούλου Κύριος͵ ἀντὶ ὑποχειρίου Χριστὸς Βασιλεύς͵ ἀντὶ ταπεινοῦ Ὕψιστος͵ ἀντὶ ἀνθρώπου Θεός.


Θυρωροὶ τῆς Βασιλείας

ΑΛΛ΄ ἐρεῖς· πένης κἀγώ. Ἔστω· δεδόσθω. Δὸς ὃ ἔχεις· οὐ γὰρ τὰ ὑπὲρ δύναμιν ζητεῖ ὁ θεός. Σὺ ἄρτον͵ ἕτερος ποτήριον οἴνου͵ ἄλλος ἱμάτιον καὶ οὕτως ἐκ συνεισφορᾶς ἡ τοῦ ἑνὸς λύεται συμφορά. Οὐδὲ Μωϋσῆς τὴν δαπάνην τῆς σκηνῆς παρ΄ ἑνὸς ἔλαβε λειτουργοῦ͵ ἀλλὰ τοῦ δήμου παντός. Ὁ μὲν γὰρ πλουτῶν χρυσὸν ἤνεγκεν ἐκείνῳ͵ ἄλλος ἄργυρον͵ ὁ πένης δέρματα͵ ὁ τούτου πενέστερος τρίχας. Ὁρᾷς ὡς καὶ ὁ τῆς χήρας κοδράντης ὑπερέβαλε τῶν πλουσίων τὰ ἀναθήματα; Ἡ μὲν γὰρ ὃ εἶχεν ὅλον ἐκένωσε͵ τῶν δὲ ὀλίγον ἐξέπεσεν.

Μὴ καταφρονήσῃς τῶν κειμένων ὡς οὐδενὸς ἀξίων. Λόγισαι τίνες εἰσὶ καὶ εὑρήσεις αὐτῶν τὸ ἀξίωμα. Τοῦ Σωτῆρος ἡμῶν τὸ πρόσωπον ἐνεδύσαντο. Ὁ γὰρ φιλάνθρωπος ἔχρησεν αὐτοῖς τὸ ἴδιον πρόσωπον͵ ἵνα δι΄ ἐκείνου δυσωπῶσι τοὺς ἀσυμπαθεῖς καὶ μισοπτώχους͵ ὥσπερ οἱ τὰς βασιλικὰς εἰκόνας κατὰ τῶν βιαζομένων αὐτοὺς προβαλλόμενοι͵ ἵν΄ ἐκ τῆς μορφῆς τοῦ κρατοῦντος τὸν καταφρονητὴν δυσωπήσωσιν. Οὗτοί εἰσιν οἱ ταμίαι τῶν προσδοκωμένων ἀγαθῶν͵ οἱ θυρωροὶ τῆς Βασιλείας͵ οἱ ὑπανοίγοντες τὰς θύρας τοῖς χρηστοῖς καὶ κλείοντες τοῖς δυσκόλοις καὶ μισανθρώποις· οὗτοι καὶ κατήγοροι σφοδροὶ καὶ συνήγοροι ἀγαθοί· συνηγοροῦσι δὲ καὶ κατηγοροῦσιν͵ οὐ λέγοντες͵ ἀλλ΄ ὁρώμενοι παρὰ τοῦ κριτοῦ. Τὸ γὰρ περὶ αὐτοὺς γενόμενον ἔργον παρὰ τῷ καρδιογνώστῃ βοᾷ παντὸς κήρυκος εὐσημότερον. Διὰ τούτους ἡμῖν καὶ τὸ φοβερὸν ἀνεγράφη διὰ τῶν Εὐαγγελίων τοῦ Θεοῦ δικαστήριον͵ οὗ πολλάκις ἠκούσατε. Εἶδον γὰρ ἐκεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐξ οὐρανῶν καὶ τὸν ἀέρα ὡς γῆν πεζεύοντα καὶ ταῖς πολλαῖς μυριάσι τῶν ἀγγέλων δορυφορούμενον· ἔπειτα θρόνον δόξης ἀνυψούμενον καὶ ἐπ΄ αὐτὸν τὸν Βασιλέα προκαθήμενον καὶ πᾶν φῦλον ἀνθρώπων͵ ὅσον παρῆλθεν εἰς γένεσιν καὶ ἡλίῳ κατελάμφθη καὶ τούτου τοῦ ἀέρος ἀνέσπασεν͵ ἐν δύο μέρεσιν ἀποκεκριμένον καὶ προσεστηκὸς τῷ κριτηρίῳ τὸ πλῆθος. Ἐκαλοῦντο δὲ οἱ μὲν ἀρνειοί͵ ὅσοι ἐκ δεξιῶν· ἐρίφους δὲ τοὺς ἐπὶ θάτερον ἤκουσα͵ ἐκ τῆς ὁμοιότητος τῶν τρόπων ἐφ΄ ἑαυτοὺς τὰς προσηγορίας ἑλκύσαντας. Καὶ διαλέξεις ἐκεῖ τοῦ δικαστοῦ πρὸς τοὺς κρινομένους καὶ ἀποκρίσεις τῶν εὐθυνομένων πρὸς τὸν βασιλέα. Ἀπεκληροῦτο δὲ ἑκάστοις τὰ πρόσφορα· τοῖς μὲν τὸν ἄριστον βεβιωκόσι βίον Βασιλείας ἀπόλαυσις͵ τοῖς δὲ μισανθρώποις καὶ πονηροῖς τιμωρία πυρὸς καὶ αὕτη διαιωνίζουσα. Ἐγράφη δὲ τὰ πάντα ἐπιμελῶς καὶ ἀκριβὲς ἡμῖν τὸ δικαστήριον ἀνεζωγραφήθη παρὰ τοῦ λόγου͵ οὐκ ἄλλου του χάριν ἢ τοῦ μαθεῖν εὐποιίας χρηστότητα. Αὕτη γάρ ἐστιν ἡ τὸν βίον συνέχουσα͵ μήτηρ τῶν πενομένων͵ διδάσκαλος τῶν πλουσίων͵ ἀγαθὴ κουροτρόφος͵ πρεσβυτέρων γηρωκόμος͵ ταμιεῖον τῶν δεομένων͵ κοινὸς τῶν ἀτυχούντων λιμήν͵ πάσαις ἡλικίαις καὶ συμφοραῖς τὴν ἀφ΄ ἑαυτῆς μερίζουσα πρόνοιαν.

Ὡς γὰρ οἱ ἀγωνοθέται τῆς ματαιότητος ὑπὸ σάλπιγγι τὴν ἑαυτῶν φιλοτιμίαν σημαίνοντες πᾶσι τοῖς τῆς παλαίστρας τὴν τοῦ πλούτου διανομὴν ἐπαγγέλλονται͵ οὕτως ἡ εὐποιία ἅπαντας πρὸς ἑαυτὴν καλεῖ τοὺς ἐν δυσκολίαις καὶ περιστάσεσιν͵ οὐ πληγῶν τιμὰς τοῖς προσιοῦσιν͵ ἀλλὰ συμφορῶν θεραπείας μερίζουσα. Ἔστι δὲ αὕτη πάσης ἐπαινουμένης πράξεως ὑψηλοτέρα͵ θεοῦ πάρεδρος͵ τοῦ ἀγαθοῦ φίλη καὶ πολλὴν πρὸς αὐτὸν τὴν οἰκείωσιν ἔχουσα. Οὕτω τοι πρὸ πάντων τὰς ἀγαθὰς καὶ φιλανθρώπους πράξεις αὐτὸς ὁ Θεὸς ἡμῖν αὐτουργῶν ἀναφαίνεται· τὴν γὰρ κτίσιν τῆς γῆς καὶ τὴν τοῦ οὐρανοῦ διακόσμησιν καὶ τὴν εὔτακτον ἐναλλαγὴν τῶν ὡρῶν καὶ ἡλίου θερμότητα καὶ κρυστάλλου γένεσιν ψύχουσαν καὶ πάντα τὰ καθ΄ ἕκαστον οὐκ αὐτὸς ἑαυτῷ ὁ Θεός (ἀπροσδεὴς γὰρ τῶν τοιούτων ἐκεῖνος)͵ ἀλλ΄ ὑπὲρ ἡμῶν διηνεκῶς ἐνεργεῖ͵ γεωργὸς ἀόρατος τῆς τῶν ἀνθρώπων τροφῆς͵ σπορεὺς εὔκαιρος καὶ ὀχετηγὸς ἐπιστήμων. Οὗτος γὰρ δίδωσι κατὰ τὸν Ἠσαΐαν σπέρμα τῷ σπείροντι͵ καὶ τὸ ὕδωρ ἐκ νεφελῶν νῦν μὲν ἠρεμαῖον ἐπιρραίνει τῇ γῇ͵ πάλιν δὲ λάβρον καταχεῖ τῶν αὐλάκων. Ὅταν δὲ αὐξηθῇ τὰ λήια καὶ παρέλθῃ τὸ χλοαινόμενον͵ τὰς νεφέλας ἀποσκεδάζων τοῦ οὐρανοῦ παντὸς τότε προκαλύμματος γυμνὸν αὐτοῖς ἐφίστησι τὸν ἥλιον θερμὴν καὶ ἔμπυρον διατείνοντα τὴν ἀκτῖνα͵ ἵν΄ ὡραῖοι γένωνται πρὸς τομὴν οἱ ἀστάχυες. Τρέφει καὶ ἄμπελον ταῖς ὥραις τῷ διψῶντι τὸ ποτὸν εὐτρεπίζων καὶ ἀγέλας ἡμῖν τρέφει διαφόρων γενῶν͵ ἵν΄ ὑπάρχῃ τοῖς ἀνθρώποις ἄφθονον ὄψον· καὶ τῶν μὲν αἱ δοραὶ ἔριον γεωργοῦσαι τὴν σκέπην παρέχουσι͵ τῶν δὲ τὰ ὑποδήματα ἡμῖν ἀπεργάζονται. Ὁρᾷς ὅτι πρῶτος τῆς εὐποιίας εὑρετὴς ὁ Θεός. ... Ζήσωμέν τι καὶ τῷ Θεῷ. Τρυφὴ μὲν γὰρ ἐπεισελθοῦσα δι΄ ἀπολαύσεως ὀλίγον τῆς σαρκὸς μόριον θεραπεύει͵ τὴν φάρυγγα, τῇ γαστρὶ δὲ τὰς ὕλας ἐνσήψασα τέλος ἔχει τὸν ἀφεδρῶνα. Ἔλεος δὲ καὶ εὐποιία Θεῷ τέ εἰσι πράγματα φίλα καὶ ᾧπερ ἂν ἐνοικήσωσιν ἀνθρώπῳ θεοῦσιν αὐτὸν καὶ πρὸς μίμησιν ἀποτυποῦσι τοῦ ἀγαθοῦ͵ ἵν΄ ὑπάρχῃ εἰκὼν τῆς πρώτης καὶ ἀκηράτου καὶ πάντα νοῦν ὑπερβαινούσης οὐσίας.


Τὸ ἔργο γίνεται ὄνομα

ΛΕΓΟΥΣΙΝ οἱ ἐπιμελέστερον ἐξητακότες τὸν νοῦν τῆς θεοπνεύστου γραφῆς ὅτι οὐ πάντα τὰ ὄντα τῆς θείας ἐστὶν ἐξαριθμήσεως ἄξια· ἔν τε γὰρ τοῖς εὐαγγελικοῖς συσσιτίοις τοῖς γεγονόσι κατὰ τὴν ἔρημον οὔτε τὸ νηπιῶδες οὔτε τὸ γυναικεῖον ἀριθμοῦ ἄξιον ἐνομίσθη καὶ ἐν τῇ ἐξόδῳ τοῦ Ἰσραηλίτου λαοῦ μόνοι τῷ ἀριθμῷ κατελέγησαν οἱ ἤδη κατὰ τῶν ἐχθρῶν ὅπλα φέρειν καὶ ἀριστεύειν δυνάμενοι. Οὔτε γὰρ πάντων τὰ ὀνόματα τοιαῦτά ἐστιν ὡς διὰ τοῦ θείου στόματος φέρεσθαι͵ ἀλλ΄ ἀριθμεῖται μὲν εἴ τι καθαρὸν καὶ οὐράνιον͵ ὃ διὰ τὸ ὕψος τῆς πολιτείας ἀμιγὲς μένον τῆς πρὸς τὸν ζόφον ἐπιμιξίας ἄστρον λέγεται͵ ὀνομάζεται δὲ εἴ τι κατὰ τὸν αὐτὸν λόγον τοῦ ἐγγραφῆναι ταῖς θείαις δέλτοις ἄξιον γίνεται. Περὶ γὰρ τῶν ὑπεναντίων φησὶν ὅτι Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Ὀνόματα δέ͵ οἷα τοῖς τοιούτοις ἄστροις ἐπιβάλλει ὁ κύριος͵ σαφῶς παρὰ τῆς Ἠσαΐου προφητείας ἐμάθομεν ἥ φησιν Ἐκάλεσά σε τὸ ὄνομά σου͵ ἐμὸς εἶ σύ· ὥστε εἴ τις ἑαυτὸν κτῆμα ποιεῖ τοῦ θεοῦ͵ ὄνομα τούτῳ τὸ ἔργον γίνεται.


Τί εἶναι ἡ μακαριότητα

ΤΕΛΟΣ τοῦ κατ΄ ἀρετὴν βίου μακαριότης ἐστίν. Πᾶν γὰρ τὸ κατὰ σπουδὴν κατορθούμενον πρός τι τὴν ἀναφορὰν πάντως ἔχει. Καὶ ὥσπερ ἡ μὲν ἰατρικὴ πρὸς τὴν ὑγίειαν ὁρᾷ͵ τῆς δὲ γεωργίας ὁ σκοπὸς πρὸς τὸ ζῆν ἐστι παρασκευή͵ οὕτω καὶ ἡ τῆς ἀρετῆς κτῆσις πρὸς τὸ μακάριον γενέσθαι τὸν κατ΄ αὐτὴν ζῶντα βλέπει. Τοῦτο γὰρ παντὸς τοῦ κατὰ τὸ ἀγαθὸν νοουμένου κεφάλαιον καὶ πέρας ἐστί. Τὸ μὲν οὖν ἀληθῶς τε καὶ κυρίως ἐν τῷ ὑψηλῷ τούτῳ νοήματι θεωρούμενόν τε καὶ νοούμενον ἡ θεία φύσις λέγοιτο ἂν εἰκότως. Οὕτω γὰρ ὁ μέγας Παῦλος τὸν θεὸν ὀνομάζει͵ πάντων τῶν θεολογικῶν ὀνομάτων προθεὶς τὸ μακάριον ἔν τινι τῶν ἐπιστολῶν οὑτωσὶ γράψας τοῖς ῥήμασιν· Ὁ μακάριος καὶ μόνος δυνάστης͵ ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων͵ ὁ μόνος ἔχων ἀθανασίαν͵ φῶς οἰκῶν ἀπρόσιτον͵ ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται͵ ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ταῦτα γὰρ πάντα τὰ ὑψηλὰ περὶ τὸ θεῖον νοήματα κατά γε τὸν ἐμὸν λόγον ὁρισμὸς ἂν εἴη μακαριότητος. Εἰ γάρ τις ἐρωτηθείη τί ἐστι τὸ μακάριον͵ οὐκ ἂν τῆς εὐσεβοῦς ἀποκρίσεως ἁμάρτοι ἐπακολουθήσας τῇ Παύλου φωνῇ καὶ εἰπὼν ὅτι μακάριόν ἐστιν ὃ κυρίως τε καὶ πρώτως λέγεται ἡ τοῦ παντὸς ἐπέκεινα φύσις, τὸ δὲ ἐν ἀνθρώποις μακάριον τῇ μεθέξει τοῦ ὄντως ὄντος ἐκεῖνο ποσῶς γίνεταί τε καὶ ὀνομάζεται͵ ὅπερ ἡ τοῦ μετεχομένου φύσις ἐστίν. Οὐκοῦν ὅρος ἐστὶ τῆς ἀνθρωπίνης μακαριότητος ἡ πρὸς τὸ θεῖον ὁμοίωσις. Ἐπεὶ οὖν τὸ ἀληθῶς ἀγαθὸν ἤτοι τὸ ἐπέκεινα τοῦ ἀγαθοῦ͵ τοῦτο μόνον ἐστὶ καὶ μακάριον καὶ ὀρεκτὸν τῇ φύσει͵ οὗ πᾶν τὸ μετέχον μακάριον γίνεται͵ καλῶς ἡ θεία τῆς ψαλμῳδίας γραφὴ διά τινος τεχνικῆς τε καὶ φυσικῆς ἀκολουθίας τὴν πρὸς τοῦτο ἡμῖν ὁδὸν ὑποδείκνυσιν͵ ἐν ἁπλῇ κατὰ τὸ φαινόμενον καὶ ἀκατασκεύῳ τῇ διδασκαλίᾳ ποικίλως τε καὶ πολυειδῶς τὴν μέθοδον τῆς τοῦ μακαρισμοῦ κτήσεως τεχνολογοῦσα. Ἔξεστι μὲν οὖν καὶ ἀπ΄ αὐτῆς τῆς πρώτης ὑμνῳδίας ἔννοιάν τινα περὶ τοῦ προκειμένου λαβεῖν͵ ὅπως τριχῇ τεμὼν τὴν ἀρετὴν ὁ λόγος ἑκάστῳ τμήματι κατά τινα πρόσφορον ἀναλογίαν προσμαρτυρεῖ τὸ μακάριον͵ νῦν μὲν τὴν ἀλλοτρίωσιν τοῦ κακοῦ μακαρίζων͵ ὡς ἀρχὴν γινομένην τῆς ἐπὶ τὸ κρεῖττον ῥοπῆς μετὰ δὲ τοῦτο τὴν τῶν ὑψηλῶν τε καὶ θειοτέρων μελέτην͵ ὡς ἕξιν ἐμποιοῦσαν ἤδη τοῦ κρείττονος, εἶτα τὴν διὰ τούτων τοῖς τελειουμένοις κατορθουμένην πρὸς τὸ θεῖον ὁμοίωσιν, ἧς χάριν λέγεται καὶ τὰ προλαβόντα μακάρια. Ταύτην δὲ τῷ ἀειθαλεῖ ξύλῳ αἰνίσσεται͵ ᾧ ἡ τελειωθεῖσα δι΄ ἀρετῆς ὁμοιοῦται ζωή.


Πάντοτε καλό

ΤΟΔΕ μοι μάλιστα κατὰ τὴν γνῶσιν σπουδαζόμενον ἦν τὸ ἐπὶ μηδενὶ ματαίῳ τὴν ζωὴν ἀσχολῆσαι͵ ἀλλ΄ εὑρεῖν ἐκεῖνο τὸ ἀγαθόν͵ οὗ τις ἐπιτυχὼν οὐχ ἁμαρτάνει τῆς τοῦ συμφέροντος κρίσεως͵ ὃ διαρκές τέ ἐστι καὶ οὐ πρόσκαιρον καὶ πάσῃ τῇ ζωῇ παρατείνεται͵ ἐπ΄ ἴσης ἀγαθὸν πάσῃ ἡλικίᾳ γινόμενον καὶ πρώτῃ καὶ μέσῃ καὶ τελευταίᾳ καὶ παντὶ τῷ τῶν ἡμερῶν ἀριθμῷ. Ἕως οὗ γὰρ ἴδω͵ φησί [ὁ Ἐκκλησιαστής]͵ ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων͵ ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν. Τὰ γὰρ διὰ σαρκὸς σπουδαζόμενα͵ κἂν ὅτι μάλιστα πρὸς τὸ παρὸν δελεάζῃ τὴν αἴσθησιν͵ ἐν ἀκαρεῖ τὸ εὐφραῖνον ἔχει· οὐ γὰρ ἔστιν ἐπ΄ οὐδενὶ τῶν ἐν τῷ σώματι γινομένων διαρκῶς ἡσθῆναι͵ ἀλλ΄ ἡ τοῦ πίνειν ἡδονὴ συναπολήγει τῷ κόρῳ καὶ ἐπὶ τοῦ ἐσθίειν ὡσαύτως ἡ πλησμονὴ τὴν ὄρεξιν ἔσβεσε καὶ εἴ τις ἄλλη ἐπιθυμία κατὰ τὸν αὐτὸν τρόπον τῇ τοῦ ἐπιθυμητοῦ μετουσίᾳ κατεμαράνθη͵ κἂν πάλιν γένηται͵ πάλιν μαραίνεται, διαρκεῖ δὲ οὐδὲν εἰς ἀεὶ τῶν τῇ αἰσθήσει τερπνῶν οὐδὲ ὡσαύτως ἔχει. Καὶ ἔτι πρὸς τούτοις ἄλλο τῇ νηπιότητι ἀγαθὸν καὶ ἕτερον τῇ τῆς ἡλικίας ἀκμῇ͵ ἄλλο τῷ παρακμάσαντι καὶ ἕτερον τῷ παρ΄ ἡλικίαν͵ καὶ τῷ γέροντι πάλιν ἄλλο τῷ εἰς γῆν ἤδη ῥέποντι. Ἐγὼ δέ͵ φησίν͵ ἐζήτουν ἐκεῖνο τὸ ἀγαθόν͵ ὃ πάσῃ ἡλικίᾳ καὶ παντὶ τῷ χρόνῳ τῆς ζωῆς ἐπ΄ ἴσης ἀγαθόν ἐστιν͵ οὗ κόρος οὐκ ἐλπίζεται καὶ πλησμονὴ οὐχ εὑρίσκεται͵ ἀλλὰ συμπαρατείνεται τῇ μετουσίᾳ ἡ ὄρεξις καὶ συνακμάζει τῇ ἀπολαύσει ὁ πόθος καὶ τῇ τοῦ ἐπιθυμητοῦ ἐπιτυχίᾳ οὐ περιγράφεται͵ ἀλλ΄ ὅσῳ μᾶλλον ἐντρυφᾷ τῷ ἀγαθῷ͵ τοσούτῳ μᾶλλον ἡ ἐπιθυμία τῇ τρυφῇ συνεκκαίεται καὶ ἡ τρυφὴ τῇ ἐπιθυμίᾳ συνεπιτείνεται καὶ κατὰ πᾶν διάστημα τῆς ζωῆς ἀεὶ καλὸν τοῖς μετιοῦσι γίνεται͵ οὐδὲν τῷ ἀστάτῳ τῶν ἡλικιῶν τε καὶ τῶν χρόνων συναλλοιούμενον͵ ὃ καὶ μύοντι καὶ ἀναβλέποντι͵ εὐημεροῦντι καὶ λυπουμένῳ͵ νυκτερεύοντί τε καὶ διημερεύοντι͵ πεζεύοντι καὶ θαλαττεύοντι͵ ἐνεργοῦντι καὶ ἀνειμένῳ͵ ἄρχοντι καὶ δουλεύοντι καὶ πᾶσιν ἁπαξαπλῶς τοῖς κατὰ τὸν βίον ἐπ΄ ἴσης ἀγαθόν ἐστιν͵ ὑπὸ τῶν περιστατικῶς τινι συμπιπτόντων οὔτε τι χεῖρον οὔτε κρεῖττον γινόμενον͵ οὔτε ἐλαττούμενον οὔτε αὐξόμενον. Τοῦτό ἐστι͵ κατά γε τὸν ἐμὸν λόγον͵ τὸ ὄντως ὂν ἀγαθόν͵ ὅπερ ἰδεῖν ὁ Σολομὼν ἐζήτει͵ ὃ ποιήσουσιν οἱ ἄνθρωποι ὑπὸ τὸν ἥλιον κατὰ πάντα τὸν ἀριθμὸν τῶν ἡμερῶν τῆς ζωῆς αὐτῶν. Ὅπερ οὐδὲν ἕτερον εἶναί μοι φαίνεται ἢ τὸ τῆς πίστεως ἔργον͵ ἧς ἡ ἐνέργεια κοινή τε πᾶσίν ἐστιν͵ ἐκ τοῦ ὁμοτίμου τοῖς ἐθέλουσι προκειμένη καὶ παντοδυνάμως καὶ διαρκῶς τῇ ζωῇ παραμένουσα. Τοῦτό ἐστι τὸ ἀγαθὸν ἔργον͵ ὃ καὶ ἐν ἡμῖν γένοιτο ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν͵ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.


Ἡ ψυχὴ δὲν σταματάει νὰ μεγαλώνει

Η ΜΑΚΑΡΙΑ καὶ ἀΐδιος καὶ πάντα νοῦν ὑπερέχουσα φύσις πάντα τὰ ὄντα ἐν ἑαυτῇ περιείργουσα ὑπ΄ οὐδενὸς περιέχεται ὅρου. Οὐδὲν γάρ ἐστι περὶ αὐτὴν θεωρούμενον͵ οὐ χρόνος͵ οὐ τόπος͵ οὐ χρῶμα͵ οὐ σχῆμα͵ οὐκ εἶδος͵ οὐκ ὄγκος͵ οὐ πηλικότης͵ οὐ διάστημα͵ οὐδὲ ἄλλο τι περιγραπτικὸν ὄνομα ἢ πρᾶγμα ἢ νόημα͵ ἀλλὰ πᾶν τὸ περὶ αὐτὴν νοούμενον ἀγαθὸν εἰς ἄπειρόν τε καὶ ἀόριστον πρόεισιν. Ὅπου γὰρ κακία χώραν οὐκ ἔχει͵ ἀγαθοῦ πέρας ἐστὶν οὐδέν. Ἐπὶ γὰρ τῆς τρεπτῆς φύσεως διὰ τὸ ἴσην ἐγκεῖσθαι τὴν δύναμιν τῇ προαιρέσει πρὸς τὴν ἐφ΄ ἑκάτερα τῶν ἐναντίων ῥοπὴν τό τε ἀγαθὸν τὸ ἐν ἡμῖν καὶ τὸ κακὸν ταῖς διαδοχαῖς ἀλλήλων ἐναπολήγει καὶ γίνεται τοῦ ἀγαθοῦ ὅρος ἡ ἐπιγινομένη κακία καὶ πάντα τὰ τῶν ψυχῶν ἡμῶν ἐπιτηδεύματα͵ ὅσα κατὰ τὸ ἐναντίον ἀλλήλοις ἀντικαθέστηκεν͵ εἰς ἄλληλα λήγει καὶ ὑπ΄ ἀλλήλων ὁρίζεται. Ἡ δὲ ἁπλῆ καὶ καθαρὰ καὶ μονοειδὴς καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος φύσις ἀεὶ ὡσαύτως ἔχουσα καὶ οὐδέποτε ἑαυτῆς ἐξισταμένη διὰ τὸ ἀπαράδεκτος εἶναι τῆς πρὸς τὸ κακὸν κοινωνίας ἀόριστος ἐν τῷ ἀγαθῷ μένει͵ οὐδὲν ἑαυτῆς βλέπουσα πέρας διὰ τὸ μηδὲν περὶ ἑαυτὴν τῶν ἐναντίων βλέπειν. Ὅταν τοίνυν ἐφέλκηται πρὸς μετουσίαν ἑαυτῆς τὴν ἀνθρωπίνην ψυχήν͵ ἀεὶ τῷ ἴσῳ μέτρῳ κατὰ τὴν πρὸς τὸ κρεῖττον ὑπεροχὴν τῆς μετεχούσης ὑπερανέστηκεν, ἡ μὲν γὰρ ψυχὴ μείζων ἑαυτῆς πάντοτε διὰ τῆς τοῦ ὑπερέχοντος μετουσίας γίνεται καὶ αὐξομένη οὐχ ἵσταται͵ τὸ δὲ μετεχόμενον ἀγαθὸν ἐν ἴσῳ μένει ὡσαύτως ὑπὸ τῆς ἐπὶ πλεῖον ἀεὶ μετεχούσης ἐν ἴσῃ πάντοτε τῇ ὑπεροχῇ εὑρισκόμενον. Ὁρῶμεν τοίνυν ὥσπερ ἐν βαθμῶν ἀναβάσει χειραγωγουμένην διὰ τῶν τῆς ἀρετῆς ἀνόδων ἐπὶ τὰ ὕψη παρὰ τοῦ λόγου τὴν νύμφην͵ ᾗ ἐνίησι πρῶτον διὰ τῶν προφητικῶν θυρίδων καὶ τῶν δικτυωτῶν τοῦ νόμου παραγγελμάτων τὴν ἀκτῖνα ὁ λόγος καὶ προσκαλεῖται αὐτὴν ἐγγίσαι τῷ φωτὶ καὶ καλὴν γενέσθαι πρὸς τὸ εἶδος τῆς περιστερᾶς ἐν τῷ φωτὶ μορφωθεῖσαν. Eἶτα μετασχοῦσαν τῶν καλῶν ὅσον ἐχώρησε πάλιν ἐξ ὑπαρχῆς ὡς ἔτι τῶν καλῶν οὖσαν ἀμέτοχον πρὸς τὴν τοῦ ὑπερκειμένου κάλλους μετουσίαν ἐφέλκεται͵ ὥστε αὐτῇ κατὰ τὴν ἀναλογίαν τῆς προκοπῆς πρὸς τὸ ἀεὶ προφαινόμενον καὶ τὴν ἐπιθυμίαν συναύξεσθαι καὶ διὰ τὴν ὑπερβολὴν τῶν πάντοτε κατὰ τὸ ὑπερκείμενον εὑρισκομένων ἀγαθῶν πρώτως ἅπτεσθαι τῆς ἀνόδου δοκεῖν. Διὰ τοῦτό φησι πάλιν πρὸς τὴν ἐγηγερμένην ὅτι Ἀνάστηθι καὶ πρὸς τὴν ἐλθοῦσαν ὅτι Ἐλθέ. Οὔτε γὰρ τῷ οὕτως ἀνισταμένῳ λείψει ποτὲ τὸ ἀεὶ ἀνίστασθαι οὔτε τῷ τρέχοντι πρὸς τὸν Κύριον ἡ πρὸς τὸν θεῖον δρόμον εὐρυχωρία δαπανηθήσεται. Ἀεί τε γὰρ ἐγείρεσθαι χρὴ καὶ μηδέποτε διὰ τοῦ δρόμου προσεγγίζοντας παύεσθαι. Ὥστε ὁσάκις ἂν λέγῃ τὸ Ἀνάστηθι καὶ τὸ Ἐλθέ͵ τοσαυτάκις τῆς πρὸς τὸ κρεῖττον ἀναβάσεως τὴν δύναμιν δίδωσιν. Οὕτω νόει καὶ τὰ ἐφεξῆς τῷ λόγῳ προσκείμενα. Ὁ γὰρ καλὴν ἐκ καλῆς γενέσθαι κελεύων τὸ ἀποστολικὸν ἄντικρυς ὑποτίθεται τὴν αὐτὴν εἰκόνα προστάσσων ἀπὸ δόξης εἰς δόξαν μεταμορφοῦσθαι͵ ὡς πάντοτε δόξαν εἶναι τὸ λαμβανόμενον καὶ τὸ ἀεὶ εὑρισκόμενον͵ κἂν ὅτι μάλιστα μέγα τε καὶ ὑψηλὸν ᾖ͵ μικρότερον εἶναι τοῦ ἐλπιζομένου πιστεύεσθαι. Οὕτω τοίνυν περιστερὰν οὖσαν ἐν τοῖς προκατωρθωμένοις οὐδὲν ἧττον περιστερὰν αὐτὴν πάλιν διὰ τῆς πρὸς τὸ κρεῖττον μεταμορφώσεως γενέσθαι διακελεύεται.


Ὁ καιρὸς τῆς ἐναλλαγῆς

ΓΕΓΟΝΕΝ οὖν κατ΄ εἰκόνα ὁ ἄνθρωπος͵ ἡ καθόλου φύσις͵ τὸ θεοείκελον χρῆμα. Γέγονε δὲ τῇ παντοδυνάμῳ σοφίᾳ οὐχὶ μέρος τοῦ ὄλου͵ ἀλλ΄ ἄπαν ἀθρόως τὸ τῆς φύσεως πλήρωμα. Εἶδεν ὁ πάντων τῶν περάτων περιδεδραγμένος - καθώς φησιν ἡ Γραφή͵ ἡ λέγουσα͵ Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς - εἶδεν ὁ εἰδὼς τὰ πάντα καὶ πρὶν γενέσεως αὑτῶν͵ ἐμπεριλαβὼν τῇ γνώσει ὅσον κατ΄ ἀριθμὸν ἐν τοῖς καθ΄ ἕκαστον ἔσται τὸ ἀνθρώπινον. Ἐπεὶ δὲ κατενόησεν ἐν τῷ πλάσματι ἡμῶν τὴν πρὸς τὸ χεῖρον ῥοπὴν καὶ ὅτι τῆς πρὸς τοὺς ἀγγέλους ὁμοτιμίας ἑκουσίως ἀποῤῥυέν͵ τὴν πρὸς τὸ ταπεινὸν κοινωνίαν προσοικειώσεται, διὰ ταῦτα κατέμιξέ τι καὶ τοῦ ἀλόγου τῇ ἰδίᾳ εἰκόνι. Οὐ γάρ ἐστιν ἐν τῇ θείᾳ τε καὶ μακαρίᾳ φύσει ἡ κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφορά, ἀλλὰ τῆς ἀλόγου κατασκευῆς ἐπὶ τὸν ἄνθρωπον μετενεγκὼν τὸ ἰδίωμα͵ οὐ κατὰ τὸ ὑψηλὸν τῆς κτίσεως ἡμῶν τὸν πλεονασμὸν τῷ γένει χαρίζεται. Οὐ γὰρ ὅτε τὸ κατ΄ εἰκόνα ἐποίησε͵ τότε τὴν τοῦ αὐξάνεσθαι καὶ πληθύνεσθαι δύναμιν τῷ ἀνθρώπῳ προσέθηκεν͵ ἀλλ΄ ὅτε διέκρινε τῇ κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφορᾷ͵ τότε φησίν· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. Τὸ γὰρ τοιοῦτον οὐ τῆς θείας φύσεως ἴδιον͵ ἀλλὰ τῆς ἀλόγου ἐστί͵ καθὼς ἡ ἱστορία παρασημαίνεται πρότερον ἐπὶ τῶν ἀλόγων εἰρῆσθαι ταῦτα παρὰ τοῦ Θεοῦ διηγησαμένη͵ ὡς εἴ γε πρὸ τοῦ ἐπιβαλεῖν τῇ φύσει τὴν κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφοράν͵ τὴν διὰ τῆς φωνῆς ταύτης δύναμιν εἰς τὸ αὐξάνεσθαι τῷ ἀνθρώπῳ προσέθηκεν͵ οὐκ ἂν τοῦ τοιούτου τῆς γεννήσεως εἴδους προσεδεήθημεν͵ δι΄ οὗ γεννᾶται τὰ ἄλογα. Τούτου τοίνυν προκατανοηθέντος διὰ τῆς προγνωστικῆς ἐνεργείας πληρώματος τῶν ἀνθρώπων͵ διὰ τῆς ζωωδεστέρας γενέσεως ἐπὶ τὴν ζωὴν μέλλοντος παριέναι͵ ὁ τάξει τινὶ καὶ εἱρμῷ διακυβερνῶν τὰ πάντα Θεός͵ ἐπειδὴ ὅλως τὸ τοιοῦτον τῇ ἀνθρωπότητι τῆς γεννήσεως εἶδος ἀναγκαῖον ἐποίησεν ἡ πρὸς τὸ ταπεινὸν τῆς φύσεως ἡμῶν ἐπίκλισις͵ ἣν εἶδε πρὶν γενέσθαι ὁ ἐπίσης τῷ ἐνεστῶτι τὸ μέλλον βλέπων͵ διὰ τοῦτο καὶ τὸν σύμμετρον τῇ κατασκευῇ τῶν ἀνθρώπων χρόνον προκατενόησεν· ὥστε τῇ παρόδῳ τῶν περιορισθεισῶν ψυχῶν συναπαρτισθῆναι τὴν τοῦ χρόνου παράτασιν καὶ τότε στῆναι τὴν ῥοώδη τοῦ χρόνου κίνησιν͵ ὅταν μηκέτι φύηται δι΄ αὐτοῦ τὸ ἀνθρώπινον, τελεσθείσης δὲ τῆς τῶν ἀνθρώπων γενέσεως͵ τῷ τέλει ταύτης συγκαταλῆξαι τὸν χρόνον καὶ οὕτω τὴν τοῦ παντὸς ἀναστοιχείωσιν γενέσθαι καὶ τῇ μεταβολῇ τοῦ ὄλου συναμειφθῆναι καὶ τὸ ἀνθρώπινον͵ ἀπὸ τοῦ φθαρτοῦ καὶ γεώδους ἐπὶ τὸ ἀπαθὲς καὶ ἀΐδιον. Ὅ μοι δοκεῖ καὶ ὁ θεῖος Ἀπόστολος κατανοήσας προειπεῖν διὰ τῆς πρὸς Κορινθίους ἐπιστολῆς τὴν αἰφνίδιον τοῦ χρόνου στάσιν καὶ τὴν εἰς τὸ ἔμπαλιν τῶν κινουμένων ἀνάλυσιν͵ ἐν οἷς φησιν· Ἰδοὺ μυστήριον ὑμῖν λέγω; Πάντες μὲν οὐ κοιμηθησόμεθα͵ πάντες δὲ ἀλλαγησόμεθα͵ ἐν ἀτόμῳ͵ ἐν ῥιπῇ ὀφθαλμοῦ͵ ἐν τῇ ἐσχάτῃ σάλπιγγι.

Τοῦ γὰρ πληρώματος͵ ὡς οἶμαι͵ τῆς ἀνθρωπίνης φύσεως κατὰ τὸ προγνωσθὲν μέτρον εἰς πέρας ἐλθόντος͵ διὰ τὸ μηκέτι λείπειν τῷ τῶν ψυχῶν ἀριθμῷ μηδὲν εἰς ἐπαύξησιν͵ ἐν ἀκαρεῖ τοῦ χρόνου γενήσεσθαι τὴν ἐναλλαγὴν τῶν ὄντων ἐδίδαξεν͵ ἄτομον ὀνομάσας καὶ ῥιπὴν ὀφθαλμοῦ τὸ ἀμερὲς ἐκεῖνο τοῦ χρόνου καὶ ἀδιάστατον πέρας ὡς μηκέτι δυνατὸν εἶναι τῷ κατὰ τὸ ἔσχατόν τε καὶ ἀκρότατον τῆς ἀκμῆς ἐπιβάντι τοῦ χρόνου͵ διὰ τὸ μηδὲν ὑπολείπεσθαι τῇ ἀκρότητι μέρος͵ τὴν περιοδικὴν ταύτην διὰ θανάτου μεταβολὴν κτήσασθαι͵ ἀλλ΄ εἰ μόνον ἠχήσειεν ἡ τῆς ἀναστάσεως σάλπιγξ͵ ἡ τὸ τεθνηκὸς ἀφυπνίζουσα͵ καὶ τοὺς ἐν τῇ ζωῇ καταλειφθέντας καθ΄ ὁμοιότητα τῶν ἐξ ἀναστάσεως ἀλλοιουμένων πρὸς ἀφθαρσίαν ἀθρόως μεταβάλλουσα͵ ὡς μηκέτι τὸ βάρος τῆς σαρκὸς ἐπὶ τὸ κάτω βρίθειν͵ καὶ τῇ γῇ παρακατέχειν τὸν ὄγκον, ἀλλὰ μετάρσιον δι΄ ἀέρος φοιτᾷν. Ἁρπαγησόμεθα γάρ͵ φησίν͵ ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Οὐκοῦν ἀναμεινάτω τὸν χρόνον τὸν ἀναγκαίως τῇ ἀνθρωπίνῃ αὐξήσει συμπαρατείνοντα. ... Ὥσπερ γὰρ εἴ τις προείποι τινὶ τῶν ἀπειροτέρων͵ ὅτι κατὰ τὸν καιρὸν τοῦ θέρους ἡ τῶν καρπῶν γενήσεται συλλογὴ καὶ πλήρεις μὲν αἱ ἀποθῆκαι͵ μεστὴ δὲ τῶν ἐδωδίμων ἡ τράπεζα τῷ τῆς εὐθηνίας ἔσται καιρῷ, μάταιος ἂν εἴη ὁ ἐπισπεύδων τοῦ καιροῦ τὴν παρουσίαν͵ δέον σπέρματα καταβάλλειν καὶ δι΄ ἐπιμελείας ἑαυτῷ τοὺς καρποὺς ἑτοιμάζεσθαι. Ὁ μὲν γὰρ καιρὸς καὶ βουλομένου καὶ μὴ πάντως κατὰ τὸν τεταγμένον ἐπιστήσεται χρόνον. Οὐχ ὁμοίως δὲ αὐτὸν ὄψονται͵ ὅ τε προετοιμάσας ἑαυτῷ τὴν τῶν καρπῶν ἀφθονίαν καὶ ὁ πάσης παρασκευῆς ἔρημος καταλειφθεὶς ὑπὸ τῆς ὥρας. Οὕτως οἶμαι δεῖν͵ προδήλου πᾶσι διὰ τοῦ θείου κηρύγματος ὄντος͵ ὅτι ἐνστήσεται τῆς ἐναλλαγῆς ὁ καιρός͵ μὴ χρόνους πολυπραγμονεῖν (οὐδὲ γὰρ ἡμῶν εἶπεν εἶναι τὸ καιροὺς γνῶναι καὶ χρόνους)͵ μηδὲ λογισμούς τινας ἀναζητεῖν͵ δι΄ ὧν σαθρώσει τις τὴν ψυχὴν περὶ τὴν ἐλπίδα τῆς ἀναστάσεως, ἀλλὰ τῇ πίστει τῶν προσδοκωμένων ἐπερειδόμενον͵ διὰ τῆς ἀγαθῆς πολιτείας τὴν μέλλουσαν χάριν προεμπορεύεσθαι.


Ὁ ἐρχόμενος αἰώνας

ΠΑΣΑ ἐπιμέλεια τῆς ἐναρέτου ζωῆς πρὸς τὸν ἐφεξῆς αἰῶνα βλέπει͵ οὗ ἡ ἀρχὴ ὀγδόη λέγεται τὸν αἰσθητὸν διαδεξαμένη χρόνον τὸν ἐν ἑβδομάσιν ἀνακυκλούμενον. Συμβουλεύει τοίνυν ἡ ὑπὲρ τῆς ὀγδόης ἐπιγραφὴ [τῶν Ψαλμῶν] μὴ πρὸς τὸν παρόντα βλέπειν χρόνον͵ ἀλλὰ πρὸς τὴν ὀγδόην ὁρᾶν. Ὅταν γὰρ ὁ ῥοώδης οὗτος καὶ παροδικὸς παύσηται χρόνος͵ ἐν ᾧ τὸ μὲν γίνεται, τὸ δὲ λύεται͵ καὶ παρέλθῃ μὲν ἡ τοῦ γενέσθαι χρεία͵ μηκέτι δὲ τὸ λυόμενον ᾖ͵ τῆς ἐλπιζομένης ἀναστάσεως εἰς ἄλλην τινὰ ζωῆς κατάστασιν μεταστοιχειούσης τὴν φύσιν͵ καὶ ἡ παροδικὴ τοῦ χρόνου παύσηται φύσις͵ τῆς κατὰ γένεσιν καὶ φθορὰν ἐνεργείας μηκέτι οὔσης͵ στήσεται πάντως καὶ ἡ ἑβδομὰς ἡ ἐκμετροῦσα τὸν χρόνον͵ καὶ διαδέξεται ἡ Ὀγδόη ἐκείνη͵ ἥτις ἐστὶν ὁ ἐφεξῆς αἰὼν ὅλος μία ἡμέρα γενόμενος͵ καθώς φησί τις τῶν προφητῶν μεγάλην ἡμέραν τὴν ἐλπιζομένην ὀνομάσας ζωήν. Ἐπειδὴ οὐχ ὁ αἰσθητὸς ἥλιος φωτίζει τὴν ἡμέραν ἐκείνην͵ ἀλλὰ τὸ ἀληθινὸν φῶς͵ ὁ τῆς δικαιοσύνης ἥλιος͵ ὃς ἀνατολὴ ὑπὸ τῆς προφητείας κατονομάζεται διὰ τὸ μηδέποτε δυσμαῖς συγκαλύπτεσθαι.


Ἀντὶ γιὰ ὅλα θὰ γίνει ἡ θεία φύση

ΠΡΟΝΟΗΤΕΟΝ ἢ καθόλου τῶν τῆς κακίας μολυσμάτων φυλάξαι τὴν ψυχὴν ἀμιγῆ τε καὶ ἀκοινώνητον· ἢ εἰ τοῦτο πάντη ἀμήχανον διὰ τὸ ἔμπαθες τῆς φύσεως ἡμῶν͵ ὡς ὅτι μάλιστα ἐν μετρίοις τισὶ καὶ εὐθεραπεύτοις εἶναι τὰ τῆς ἀρετῆς ἀποτεύγματα. Οἶδε γὰρ ἡ εὐαγγελικὴ διδασκαλία καὶ μυρίων ὀφειλέτην τινὰ ταλάντων καὶ πεντακοσίων δηναρίων καὶ πεντήκοντα καὶ κοδράντου τινός͵ ὅπερ τὸ ἔσχατόν ἐστιν ἐν νομίσμασι, τὴν δὲ τοῦ Θεοῦ δικαίαν κρίσιν διὰ πάντων διεξιέναι καὶ τῷ βάρει τοῦ ὀφλήματος συνεπιτείνουσαν τὴν ἀνάγκην τῆς ἀπαιτήσεως καὶ οὐδὲ τῶν σμικροτάτων ὑπερορῶσαν. Τὴν δὲ ἀπόδοσιν τῶν ὀφλημάτων τὸ Εὐαγγέλιον εἶπεν οὐκ ἐκ χρημάτων διαλύσεως γίνεσθαι͵ ἀλλὰ παραδίδοσθαι τοῖς βασανισταῖς τὸν ὑπόχρεων͵ ἕως ἂν͵ φησὶν͵ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον· ὅπερ οὐδὲν ἕτερόν ἐστιν͵ ἢ διὰ τῆς βασάνου τὴν ἀναγκαίαν ὀφειλὴν ἀποτίσαι͵ τὸ ὄφλημα τῆς τῶν λυπηρῶν μετουσίας͵ ὧν παρὰ τὸν βίον ὑπόχρεως ἐγένετο͵ ἀμιγῆ τε καὶ ἄκρατον τοῦ ἐναντίου τὴν ἡδονὴν ὑπὸ ἀβουλίας ἑλόμενος καὶ οὕτως͵ ἅπαν ἀποθέμενος τὸ ἀλλότριον ἑαυτοῦ͵ ὅπερ ἐστὶν ἡ ἁμαρτία, καὶ τὴν ἐκ τῶν ὀφλημάτων αἰσχύνην ἀποδυσάμενος͵ ἐν ἐλευθερίᾳ τε καὶ παῤῥησίᾳ γένηται. Ἡ δ΄ ἐλευθερία ἐστὶν ἡ πρὸς τὸ ἀδέσποτόν τε καὶ αὐτοκρατὲς ἐξομοίωσις͵ ἡ κατ΄ ἀρχὰς μὲν ἡμῖν παρὰ Θεοῦ δεδωρημένη͵ συγκαλυφθεῖσα τῇ τῶν ὀφλημάτων αἰσχύνῃ. Πᾶσα δ΄ ἐλευθερία μία τίς ἐστι τῇ φύσει καὶ πρὸς ἑαυτὴν οἰκείως ἔχει. Ἀκολούθως οὖν πᾶν τὸ ἐλεύθερον τῷ ὁμοίῳ συναρμοσθήσεται· ἀρετὴ δὲ ἀδέσποτον. Οὐκοῦν ἐν ταύτῃ γενήσεται πᾶν τὸ ἐλεύθερον͵ ἀδέσποτον γὰρ τὸ ἐλεύθερον. Ἀλλὰ μὴν ἡ θεία φύσις ἡ πηγὴ πάσης ἐστὶ τῆς ἀρετῆς. Ἐν ταύτῃ ἄρα οἱ τῆς κακίας ἀπηλλαγμένοι γενήσονται͵ ἵνα͵ καθώς φησιν ὁ Ἀπόστολος͵ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Αὕτη γὰρ ἡ φωνὴ σαφῶς μοι δοκεῖ βεβαιοῦν τὴν προεξητασμένην διάνοιαν͵ ἡ λέγουσα καὶ εἰς πάντα γενέσθαι τὸν Θεὸν καὶ ἐν πᾶσι. Τῆς γὰρ ἐν τῷ παρόντι ζωῆς ποικίλως τε καὶ πολυειδῶς ἡμῖν ἐνεργουμένης͵ πολλὰ μέν ἐστιν ὧν μετέχομεν͵ οἷον χρόνου καὶ ἀέρος καὶ τόπου͵ βρώσεώς τε καὶ πόσεως καὶ σκεπασμάτων καὶ ἡλίου καὶ λύχνου καὶ ἄλλων πρὸς τὴν χρείαν τοῦ βίου πολλῶν͵ ὧν οὐδέν ἐστιν ὁ Θεός· ἡ δὲ προσδοκωμένη μακαριότης μὲν οὐδενός ἐστιν ἐπιδεὴς͵ πάντα δὲ ἡμῖν καὶ ἀντὶ πάντων ἡ θεία γενήσεται φύσις͵ πρὸς πᾶσαν χρείαν τῆς ζωῆς ἐκείνης ἑαυτὴν ἁρμοδίως ἐπιμερίζουσα. Καὶ τοῦτο δῆλόν ἐστιν ἐκ τῶν θείων λόγων͵ ὅτι καὶ τόπος γίνεται ὁ Θεὸς τοῖς ἀξίοις καὶ οἶκος καὶ ἔνδυμα καὶ τροφὴ καὶ πόσις καὶ φῶς καὶ πλοῦτος καὶ βασιλεία καὶ πᾶν νόημά τε καὶ ὄνομα τῶν πρὸς τὴν ἀγαθὴν ἡμῖν συντελούντων ζωήν. Ὁ δὲ πάντα γινόμενος καὶ ἐν πᾶσι γίνεται. Ἐν τούτῳ δέ μοι δοκεῖ τὸν παντελῆ τῆς κακίας ἀφανισμὸν δογματίζειν ὁ λόγος. Εἰ γὰρ ἐν πᾶσι τοῖς οὖσιν ὁ Θεὸς ἔσται͵ ἡ κακία δηλαδὴ ἐν τοῖς οὖσιν οὐκ ἔσται. Εἰ γάρ τις ὑπόθοιτο κἀκείνην εἶναι͵ πῶς σωθήσεται τὸ ἐν πᾶσι τὸν Θεὸν εἶναι; Ἡ γὰρ ὑπεξαίρεσις ἐκείνης͵ ἐλλιπῆ τῶν πάντων ποιεῖ τὴν περίληψιν. Ἀλλ΄ ὁ ἐν τοῖς πᾶσιν ἐσόμενος͵ ἐν τοῖς μὴ οὖσιν οὐκ ἔσται.


Ἡ πρώτη ἑστία

ΜΗΔΕΙΣ τῶν τῇ θείᾳ σοφίᾳ πεπαιδευμένων κατὰ τὴν τῶν ἔξω συνήθειαν ταῖς τεχνικαῖς τῶν ἐγκωμίων ἐφόδοις ἐπαινεῖσθαι ζητείτω τὸν πνευματικῶς ἐπαινούμενον. Οὐ γὰρ ἀπὸ τῶν ὁμοίων ἡμῖν τε καὶ τοῖς ἄλλοις ἡ τοῦ καλοῦ κρίσις ἐστίν, οὔτε τὰς αὐτὰς περὶ τῶν αὐτῶν ὑπολήψεις εὕροι τις ἂν τοῖς τε κατὰ τὸν κόσμον ζῶσιν καὶ τοῖς ὑπερανεστηκόσι τοῦ κόσμου. Τοῖς μὲν γὰρ μέγα τι δοκεῖ καὶ σπουδῆς ἄξιον εἶναι πλοῦτος καὶ γένος καὶ δόξα καὶ κοσμικαὶ δυναστεῖαι καὶ μῦθοι τὰς πατρίδας οἰκίζοντες καὶ τὰ φευκτὰ τοῖς γε νοῦν ἔχουσι διηγήματα͵ τρόπαια καὶ μάχαι καὶ τὰ ἐκ πολέμων κακά· τῷ δὲ καθ΄ ἡμᾶς λόγῳ μία τετίμηται πατρίς͵ ὁ παράδεισος͵ ἡ πρώτη τοῦ γένους τῶν ἀνθρώπων ἑστία· μία πόλις͵ ἡ ἐπουράνιος͵ ἡ διὰ τῶν ζώντων λίθων συνῳκισμένη͵ ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός· μία γένους σεμνότης͵ ἡ πρὸς τὸν Θεὸν ἀγχιστεία· οὐ κατὰ τὸ αὐτόματόν τινι γινομένη͵ κατὰ τὴν ἐν τῷ κόσμῳ εὐγένειαν͵ ἣ καὶ ἐπὶ τοὺς φαύλους πολλάκις διὰ τῆς αὐτομάτου ταύτης ἀκολουθίας ῥέουσα φέρεται͵ ἀλλ΄ ἣν οὐκ ἔστιν ἄλλως ἢ ἐκ προαιρέσεως κτήσασθαι. Ὅσοι γὰρ ἔλαβον αὐτόν͵ φησὶν ἡ θεία φωνὴ͵ ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Τῆς δὲ τοιαύτης εὐγενείας τί ἂν σεμνότερον γένοιτο; Πάτρια δὲ τοῖς μὲν ἄλλοις ἅπασι͵ μῦθοι καὶ πλάσματα καὶ δαιμόνων ἀπάται συναναμεμιγμέναι τοῖς μυθικοῖς διηγήμασιν· τὰ δὲ ἡμέτερα πάτρια͵ τῶν διηγουμένων οὐκ ἐπιδέεται. Εἰς γὰρ τὸν οὐρανόν τις ἰδὼν καὶ τὰ ἐν αὐτῷ κάλλη καὶ πᾶσαν τὴν κτίσιν τῷ τῆς ψυχῆς ὀφθαλμῷ κατανοήσας͵ ὅσα περ ἂν ἐν τούτοις θαύματα καταλαβεῖν ἐξισχύσῃ͵ ταῦτα τῆς ἡμετέρας πατρίδος εὑρήσει τὰ διηγήματα· μᾶλλον δὲ οὐκ αὐτῆς τῆς πατρίδος͵ ἀλλὰ τῆς ἀποικίας͵ ἣν ἀπὸ τῆς ὑψηλοτέρας ζωῆς ἀποικισθέντες τὸν παρόντα κατειλήφαμεν κόσμον. Εἰ δὲ ἡ ἀποικία τοιαύτη͵ λογίσασθαι χρὴ τίς ἡ τῆς ἀποικίας μητρόπολις͵ τί τὸ ἐν ἐκείνῃ κάλλος͵ οἷα ἐν αὐτῇ τὰ βασίλεια͵ τίς ἡ μακαριότης τῶν ἐκείνην εἰληφότων τὴν οἴκησιν. Εἰ γὰρ τὰ φαινόμενα κατὰ τὴν κτίσιν τοιαῦτα͵ ὡς ὑπὲρ ἔπαινον εἶναι, τί χρὴ τὸ ὑπὲρ τοῦτο λογίσασθαι͵ ὃ μήτε ὀφθαλμῷ λαβεῖν δυνατόν ἐστι͵ μήτε χωρῆσαι τῇ ἀκοῇ͵ μήτε διανοίᾳ στοχάσασθαι; Διὰ ταύτης τῆς πνευματικῆς εὐφημίας τῶν ἐγκωμιαζομένων ἀποκρίνει τοὺς κάτω λήρους ὁ θεῖος τῶν ἐγκωμίων ἔπαινος͵ αἰσχρὸν εἶναι κρίνων τοὺς ἀπὸ τῶν τοιούτων ἐγνωσμένους διὰ τῶν κατὰ τὴν γῆν τιμίων σεμνύνεσθαι. Κοσμικὸς μὲν γάρ τις ἀνὴρ πρὸς τὴν ὑλικὴν εὐδαιμονίαν ἀποβλέπων͵ ἐκ τῶν τοιούτων τοῖς ἀνθρώποις ἐρανιζέτω τὸν ἔπαινον͵ εἰ πατρίς τινι γέγονεν εὔφορος βοσκημάτων͵ εἰ γειτνιῶσα θάλασσα πλεονάζει δι΄ ἑαυτῆς τοῖς λαιμαργοῦσι τὰς ὕλας͵ εἰ λίθων ἐπάλληλοι θέσεις τὰς κατασκευὰς καλλωπίζουσιν. Ὁ δὲ πρὸς τὸν ἄνω βίον βλέπων͵ ᾧ κάλλος μέν ἐστιν ἡ τῆς ψυχῆς καθαρότης, πλοῦτος δὲ ἡ ἀκτημοσύνη, πατρὶς δὲ ἡ ἀρετή, πόλις δὲ αὐτὰ τοῦ Θεοῦ τὰ βασίλεια, ὄνειδος τὴν ἐν τοῖς γηΐνοις φιλοτιμίαν ποιήσεται. Οὐκοῦν ἀποστάντες καὶ ἡμεῖς τῶν τοιούτων ἐπαίνων͵ οὔτε τὴν πατρίδα τοῖς ἐπαίνοις τοῦ Μεγάλου Γρηγορίου προσθήσομεν͵ οὔτε προγόνους εἰς συμμαχίαν τῶν ἐγκωμίων παραληψόμεθα͵ εἰδότες ὅτι οὐδεὶς ἀληθής ἐστιν ἔπαινος͵ ὃς ἂν μὴ τῶν ἐπαινουμένων ἴδιος ᾖ. Ἴδιον δέ φαμεν͵ ὃ διαμένει πάντως εἰς τὸ διηνεκὲς ἀναφαίρετον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

______________________________________ Αρχειοθήκη αναρτησεων ιστολογίου